Τρίτη 7 Ιουλίου 2015

"Ανάστησον ημάς πεπτωκότας εις χάος, δεινής απογνώσεως...".



7 ΙΟΥΛΙΟΥ 2015
 Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Κυριακῆς




ΑΠΟ ΤΟΝ ΟΡΘΡΟΝ

Μαρία τὸ σεπτὸν τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς πεπτωκότας εἰς χάος, δεινῆς
ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων σὺ γὰρ πέφυκας ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου. 

Τῆς τῶν εἰδώλων πλάνης κρατούσης ἀνὰ πᾶσαν τὴν γῆν, καὶ περιπολούσης, φιλόχριστοι. Μέδοντός τε δυσσεβοῦς, καὶ ἀπάνθρωπου ὄντος παρὰ πάντας ἀνθρώπους, προσεκυνεῖτο ἡ τῶν ἀθέων μιαρὰ καὶ δυσώνυμος αἵρεσις· τῇ τούτου γὰρ ἀθεωτάτῃ φωνῇ τὰ πλήθη ὑπήκουσεν, ὡς τοὺς μὴ εἴκοντας τῇ αὐτοῦ ἀσεβείᾳ θάνατον ἀπειλῆσαι σφοδρόν τε καὶ δύσμορον. Ἀλλ' ἡ μάρτυς Χριστοῦ, τὰς τῶν τυράννων ἀθέους προσταγάς τε καὶ ἀπειλὰς καταπτύσασα, καὶ Χριστὸν τὸν Θεὸν ἐν μέσῳ τοῦ σταδίου κηρύξασα, τὸν ἐχθρὸν κατεπάτησεν. Ὅθεν ὤφθη ἀληθῶς κυρία νοός τε καὶ παθῶν ἀπρεπῶν.

Τὰς βασάνους γενναίως ἡ ἀθληφόρος σου, ὑπομείνασα πάσας τὰς τῶν τυράννων Χριστέ, κατεπάτησεν ἐχθρὸν τὸν πολυμήχανον, καὶ ἀνεδείχθη ἀληθῶς τροπαιοφόρος παρ' αὐτοῦ, καὶ στέφος εἴληφε δόξης, ἐκ σοῦ τοῦ ἀγωνοθέτου καὶ νῦν πρεσβεύει εἰς τὸ σωθῆναι ἡμᾶς.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος,
χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ,
χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς,
ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.