Τρίτη 25 Ιουλίου 2017

Πώς ο Θεὸς κατεργάζεται την απανθρωπίαν σε φιλανθρωπία!

ΛΟΓΟΣ
Εἰς Πέτρον τὸν Ἀπόστολον
καὶ Ἠλίαν τὸν προφήτην

τοῦ ἱεροῦ Χρυσοστόμου

  νας ἀκόμα ὠφελιμότατος λόγος τοῦ χρυσορρήμονος πατρὸς Ἰωάννου, ποὺ ἀναφέρεται στὸν προφήτη Ἠλία τὴν μνήμη τοῦ ὁποίου  ἑορτάσαμε τὴν 20η Ἰουλίου. Τὸν δημοσιεύουμε, ἀφοῦ παραθέσουμε εἰσαγωγικὰ κάποια ἀποσπάσματα γιὰ ὅσους δὲν ἔχουν τὸ χρόνο ἢ τὴν ὑπομονὴ νὰ τὸν ἀναγνώσουν ὁλόκληρο.
  
* Στὴν ἀρχὴ τοῦ λόγου ὁ ἱ. Χρυσόστομος μᾶς διδάσκει ὅτι «ἡ ραθυμία μᾶς ἐμποδίζει τιμοῦμε τὸν Θεὸν καὶ τοὺς Ἁγίους, και ἐπίσης μᾶς κρατᾶ μακριὰ ἀπὸ τοὺς ἀγῶνες τῆς Πίστεως.
* Σὲ αὐτὸν ποὺ λέγει «ἁμαρτωλὸς εἰμι, φησί, καὶ οὐ δύναμαι» συμβουλεύει: Ἑορτάζεται ἡ μνήμη τῶν μαρτύρων, καὶ σὺ ραθυμεῖς; Εἶναι ἀναγκαῖο νὰ παρευρεθεῖς  «καὶ ἰδεῖν τὸν διάβολον ἡττώμενον, καὶ μάρτυρα νικῶντα, καὶ Θεὸν δοξαζόμενον. Ἐπειδὴ ἁμαρτωλὸς εἶ, διὰ τοῦτο εἴσελθε».
*  Ἐξ ἄλλου καὶ οἱ ἱερεῖς, «οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες ἁμαρτίαις εἰσὶ προσηλωμένοι. Ἀλλ’ οὐκ ἀπογινώσκωμεν τῆς τοῦ Θεοῦ φιλανθρωπίας... ἡμεῖς δὲ ὅσῳ μᾶλλον τῷ ἀξιώματι ὑπερέχομεν, τοσούτῳ καὶ τῷ ἐγκλήματι ὑποκείμεθα».
* Καὶ ἐξηγεῖ ὅτι, ἐπειδὴ ἀκριβῶς οἱ «διδάσκαλοι αὐτοὶ καὶ οἱ ἱερεῖς, εἰ μὴ ἡμάρτανον, μηδὲ ὑπέκειντο τοῖς πάθεσι τοῦ βίου, ἀπάνθρωποι ἤμελλον εἶναι περὶ τοὺς ἄλλους καὶ ἀσύγγνωστοι... διὰ τοῦτο πραγματεύεται ἡ θεία χάρις ἁμαρτήματί τινι περιπεσεῖν αὐτόν [στὸ κείμενο ὁμιλεῖ γιὰ τὸν ἀποστολο Πέτρο], ἵνα ἐξ ὧν αὐτὸς ἔπαθε, φιλάνθρωπος γένηται περὶ τοὺς ἄλλους». Καὶ ἐδῶ ὑπενθυμίζει τὴν πτώση τοῦ ἀπ. Πέτρου: «Ὦ Πέτρε, ...μικρᾶς κόρης ῥῆμα ἀκούσας, εἰς ἄρνησιν ἐχώρησας; ...Πέτρος, ὁ στῦλος, ὁ πρόβολος, οὐκ ἐβάστασεν ἀπειλὴν κόρης, ἀλλὰ μόνον ἐλάλησε, καὶ ὁ στῦλος ἐσαλεύθη».
*  Στὴν συνέχεια ὁμιλεῖ γιὰ τὴν ἀνηθικότητα καὶ τὴν «οἰκουμενιστικὴ» εἰδωλολατρία ποὺ ἐπικρατοῦσε στὴν ἐποχὴ τοῦ προφήτη Ἠλία, ὁ ὁποῖος ζητᾶ ἀπὸ τὸν Θεὸ γιὰ τιμωρία τῶν ἀνθρώπων νὰ κλείσει ὁ οὐρανὸς καὶ νὰ μὴν βρέχει. Καὶ ἐνῶ αὐτὸ προκαλοῦσε τὸν θάνατο ζώων καὶ μικρῶν παιδιῶν, ὁ Ἠλίας μένει ἀσυγκίνητος! Ὁ ἱερὸς Χρυσόστομος δὲν διστάζει νὰ τὸν χαρακτηρίσει «ἀπάνθρωπο»! Κι ὁ Θεὸς βοηθεῖ τῶν Ἠλία νὰ γίνει  «φιλανθρωπότερος», μὲ τὸ νὰ ἐπιτρέψει νὰ «πάθει» κι αὐτός. Νὰ δείξει δειλία καὶ φόβο (ὅπως κι ὁ Πέτρος ποὺ ἀρνήθηκε τὸν Χριστὸ μπροστὰ στὴν παιδίσκη) καὶ νὰ φοβηθεῖ μιὰ ἀνήθικη γυναίκα, τὴν Ἰεζάβελ, καὶ νὰ φεύγει 40 ἡμέρες, φοβούμενος γιὰ τὴν ζωή του, ὥστε νὰ κατανοήσει τὶς πτωτικὴ ἀνθρώπινη κατάσταση! Κατὰ τὸν ἴδιο τρόπο ὁ Θεός, ἐπέτρεψε ὄχι ἄγγελοι, ἀλλὰ ἁμαρτωλοὶ ἄνθρωποι νὰ ὑπηρετοῦν τοὺς συνανθρώπους τους, γιὰ νὰ δείχνουν κατανόηση πρὸς συναμαρτωλούς συναθρώπους!
«Πάντες γὰρ προέκοπτον ἐπὶ τὸ κακόν· οἰκουμενικὸν ἦν ναυάγιον, οὐχ ὑδάτων, ἀλλὰ ἀσελγείας· σωφροσύνη ἐκποδών, καὶ ἀκολασία ἐπομπεύετο· ἀρετὴ ἐδιώκετο, καὶ κακία ἐνηβρύνετο… Οἰκουμενικὸν ναυάγιον κατεῖχε πᾶσαν τὴν οἰκουμένην, οὐ δι’ ὕδατος, ἀλλ’ δι’ ἀβροχίας· ὁ οὐρανὸς ἐδέδετο, καὶ λοιπὸν ἐπείχετο, καὶ τὴν φύσιν ὅλην μετέβαλλε. Πάντα οὖν ἀπέθανε θεηλάτῳ ὀργῇ καὶ ἀπώλετο· οὐκ ἔμελε δὲ τῷ Ἡλίᾳ περὶ οὐδενός· ἐμέθυε γὰρ τῷ ζήλῳ. ...οὐδὲ ἐκάμπτετο, ἀλλὰ ἀπονοίᾳ τινὶ κεχρημένος οὕτως ἐβάδιζε τὴν ὁδόν, ἀσπλαγχνίαν περιβεβλημένος... Τί ἀπονενόησαι, Ἠλίᾳ; Τί τοσαύτην ἐνεδύσω ἀπανθρωπίαν; Ἔκδεξαι ὀλίγον, καὶ ἐλεγχθήσῃ καὶ αὐτὸς ὑπὸ ἁμαρτιῶν ὤν... Μετ’ οὐ πολὺ καὶ αὐτὸς ἐλεγχθήσῃ ὑπὸ ἁμαρτιῶν ὤν, καὶ φιλανθρωπίας τυχὼν παρὰ τοῦ Δεσπότου σου, ἵνα φιλανθρωπότερος γένῃ περὶ τοὺς συνδούλους σου... Διὰ τοῦτο οὐκ ἐγένετο ἄγγελος ἱερεύς, ἀλλ’ ἄνθρωπος ἐξ ἀνθρώπου, ἵνα μὴ παρὰ ἀναμαρτήτου ἀναιρῶνται οἱ ἁμαρτάνοντες. Εἰ γὰρ ἄγγελος ἦν μὴ ἁμαρτάνων ὁ ἱερεύς, τοὺς ἁμαρτάνοντας παραχρῆμα ἂν ἐκόλαζεν, ἀλλὰ διὰ τοῦτο ἄνθρωπος γέγονεν, ἵνα συγγινώσκῃ τῷ ὁμοιοπαθεῖ, ὑπόμνησιν λαμβάνων ἐκ τῶν ἰδίων παθῶν τοῖς ὁμοφύλοις.
* Ἀλλ’ Ἀβραμιαία τις γενομένη ἡ γυνὴ εἰσελθοῦσα ἐποίησε κατὰ τὸ ῥῆμα τοῦ προφήτου, καὶ ἦν ἰδεῖν τοῦ Ἀβραὰμ μᾶλλον τὴν χήραν φιλοξενεστέραν. Ἐκεῖνος μὲν γὰρ εὔπορος ὤν, ἐξένισεν ἀγγέλους· αὕτη δὲ ἐκ λιμοῦ προσδοκῶσα θάνατον, ἐξένισε τὸν προφήτην.
* Ἔθος τῇ πλάνῃ τῇ ἀληθείᾳ τὰ ἴδια προσάπτειν.
* Ἤκουσε ταῦτα Ἰεζάβελ ἡ γυνὴ τοῦ Ἀχαὰβ τὰ γεγενημένα, καὶ πέμπει πρὸς τὸν Ἠλίαν λέγουσα· «Τάδε ποιησάτωσάν μοι οἱ θεοί, καὶ τάδε προσθείησάν μοι, εἰ μὴ αὔριον θήσω τὴν ψυχὴν σου ὡς τὴν ψυχὴν ἑνὸς αὐτῶν»· καὶ ἀκούσας Ἠλίας ἔφυγε... Ὤ δειλίας ὑπερβολή! λόγον πόρνης ἤκουσας, καὶ ἔφυγες, καὶ μία γυνὴ αἰχμάλωτον ἀπάγει; Αἱ δύο ἀκροπόλεις ὑπὸ γυναικὸς ἠλέγχθησαν· Πέτρος κόρην ἐφοβήθη, καὶ οὗτος τὴν Ἰεζάβελ· τοῖς αὐτοῖς περιέπεσον ἁμαρτήμασι. Καὶ ἔφυγεν Ἠλίας ὁδὸν ἡμερῶν τεσσαράκοντα... Ποῦ Ἠλίας ὁ τοσοῦτος καὶ τηλικοῦτος; Σκοπὸς γάρ μοι δεῖξαι, ὅτι ἁμαρτίᾳ ὑπέπεσε· λέγω τὴν ἁμαρτίαν οὐ κατηγορῶν τοῦ δικαίου, ἀλλ’ ὑπόθεσιν σωτηρίας πραγματευόμενος, ἳν’ ὅταν ἴδῃς ἐκείνους ἁμαρτήσαντας, μὴ ἀπογνόντας δὲ ἑαυτῶν, ἀλλὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τυχόντας, σὺ ἐὰν ἁμαρτήσῃς, περισσοτέραν ἐλπίζῃς τὴν σωτηρίαν.
* Ὅτε ὁ Θεὸς ἐνήργει, καὶ βασιλεῖς ἔπιπτον καὶ ἄρχοντες καὶ δῆμοι· ὅτε Θεὸς ἀπέστη, καὶ γυνὴ φοβερὰ ἐπέστη... Ἤλεγξε τοίνυν αὐτόν, ὅτι οὐ διὰ τοῦτο ἔφυγεν, ἀλλὰ διὰ τὸν τῆς γυναικὸς φόβον ἀνεχόμενος· καὶ μία γυνὴ τὸν τοιοῦτον καὶ τηλικοῦτον ἄνδρα δραπέτην καὶ φυγάδα ἐποίησεν, ἵνα μάθῃς, Ἠλία, ὅταν τι παράδοξον ποιῇς, μὴ σαυτῷ ἐπιγράφειν, ἀλλὰ τῇ τοῦ Θεοῦ δυνάμει. Εἶδες πῶς ὅτε ἀπέστη ἡ χάρις, ἠλέγχθη ἡ φύσις; «Ἔφυγεν Ἠλίας ὁδὸν ἡμερῶν τεσσαράκοντα». Ὤ φόβου ἐπίτασις! Ὤ δειλίας ὑπερβολή!

* Εἶδες πῶς συνεχώρησεν ὁ Θεὸς μικρῷ ἁμαρτήματι περιπεσεῖν τοὺς στύλους ἐκείνους, τοὺς προβόλους, τοὺς πύργους; Ἵνα μὴ τῷ ἑαυτῶν ἀναμαρτήτῳ πάντας ἀπὸ τῆς ἐκκλησίας ἐκκόψωσιν· ἵνα ὅταν ἴδωσί τινα ἁμαρτήσαντα, καὶ θέλωσιν ἀσπλαγχνίαν ἐνδείξασθαι εἰς αὐτόν, ἀναμνησθῶσι τῆς ἑαυτῶν ἁμαρτίας, καὶ τῆς αὐτῆς αὐτῷ μεταδώσωσι φιλανθρωπίας, ἧς καὶ αὐτοὶ τετυχήκασι παρὰ τοῦ Δεσπότου.



ΛΟΓΟΣ Εἰς Πέτρον τὸν Ἀπόστολον
καὶ Ἠλίαν τὸν προφήτην

    α΄. Ὀλίγοι ἡμῖν σήμερον οἱ παραγενόμενοι· ἆρα τί τὸ αἴτιον; Μνήμην μαρτύρων ἐπιτελοῦμεν, καὶ οὐδεὶς ἡμῖν ἀπήντησεν· ἆρα τὸ διάστημα τῆς ὁδοῦ εἰς ῥαθυμίαν ἐνέβαλε; Μᾶλλον δὲ οὐ τὸ διάστημα τῆς ὁδοῦ, ἀλλ’ ἡ ῥαθυμίᾳ αὐτοὺς ἐνεπόδισεν. Ὥσπερ γὰρ τὸν σπουδαῖον καὶ διεγηγερμένον τῇ προαιρέσει οὐδὲν δύναται κωλῦσαι, οὕτω δὴ τὸν ῥάθυμον καὶ ἀναπεπτωκότα πάντα δύναται κωλῦσαι. Οἱ μάρτυρες τὸ ἴδιον αἷμα ἐξέχεαν ὑπὲρ τῆς ἀληθείας, σὺ δὲ οὐδὲ βραχείας ὁδοῦ καταφρονεῖς; Ἐκεῖνοι τὴν κεφαλὴν ἀπέθεντο διὰ τὸν Χριστόν, σὺ δὲ οὐδὲ ἔξω τῆς πόλεως ἀπαντῆσαι θέλεις διὰ τὸν Δεσπότην; Ὁ Δεσπότης διὰ σὲ ἀπέθανε, καὶ σὺ δι’ αὐτὸν ὀκνεῖς; Μνήμη μαρτύρων, καὶ σὺ ῥαθυμεῖς, καὶ ἀναπέπτωκας; Δέον ἐστί σε παραγενέσθαι, καὶ ἰδεῖν τὸν διάβολον ἡττώμενον, καὶ μάρτυρα νικῶντα, καὶ Θεὸν δοξαζόμενον, καὶ ἐκκλησίαν στεφανουμένην.
   Ἀλλ’ ἡ πρόφασις αὐτῶν αὕτη ἁμαρτωλός εἰμι, φησί, καὶ οὐ δύναμαι ἀπαντῆσαι. Αὐτὸ γὰρ τοῦτο ὅτι ἁμαρτωλὸς εἶ, ἀπάντησον ἵνα μὴ ἐκπέσῃς τῆς δικαιοσύνης. Τίς δὲ τῶν ἀνθρώπων ἄνευ ἁμαρτίας, εἰπέ μοι; Ἀλλὰ διὰ τοῦτο θυσία καὶ ἐκκλησία, διὰ τοῦτο εὐχαὶ καὶ νηστεῖαι, ἐπειδὴ πολλὰ τὰ τραύματα τῆς ψυχῆς· διὰ τοῦτο καὶ τὰ φάρμακα κατ’ αὐτῶν εὕρηνται, καὶ πρὸς ἕκαστον τῶν τραυμάτων τῆς ψυχῆς κατάλληλον φάρμακον κατεσκευάσθη. Ἔχεις ἐκκλησίαν θυσίαν ἐπιφερομένην, εὐχὰς Πατέρων, Πνεύματος ἁγίου χορηγίαν, μαρτύρων δυνάμεθα σε ἀπὸ ἁμαρτίας ἀνακαλέσασθαι εἰς δικαιοσύνην· οὐκ ἀπήντησας εἰς εὐχὴν μαρτύρων, ποίαν ἔχεις συγγνώμην; Οὐδὲν τῶν δεινῶν ἐν τῷ μέσῳ, καὶ ἐνεποδίσθης τῆς πρὸς τοὺς μάρτυρας ὁμονοίας; Ἀλλὰ φροντὶς σε βιωτικὴ ἐκράτησεν; Ἔτι μεῖζον τὸ ἔγκλημα. Μικρὰν ὥραν οὐκ ἐδάνεισας τῷ Θεῷ, ἵνα λάβῃς ὁλόκληρον ἡμέραν;
    Ἁμαρτωλὸς εἰμι, φησί, καὶ οὐ δύναμαι. Ἐπειδὴ ἁμαρτωλὸς εἶ, διὰ τοῦτο εἴσελθε· ἢ οὐκ οἶδας, ὅτι καὶ αὐτοὶ οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες ἁμαρτίαις εἰσὶ προσηλωμένοι; Σάρκας γάρ εἰσιν ἐνδεδυμένοι, καὶ αἵματι συμπεπλεγμένοι, (καὶ ὀστέοις εἰσὶ συνδεδεμένοις, καὶ αὐτοὶ ἡμεῖς, οἱ ἐπὶ τοῦ θρόνου καθεζόμενοι καὶ διδάσκοντες, ἁμαρτίαις συμπεπλέγμεθα. Ἀλλ’ οὐκ ἀπογινώσκωμεν τῆς τοῦ Θεοῦ φιλανθρωπίας, οὐδὲ ἀπανθρωπίαν αὐτῷ περιάπτωμεν· πάντες γὰρ ἄνθρωποί ἐσμεν ἐκ τῶν αὐτῶν συμπεπλεγμένοι)· καὶ οὐ παραιτούμεθα τὴν διδασκαλίαν, εἰς τὸ πέλαγος ἀφορῶντες τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Καὶ ὑμεῖς ἁμαρτήσαντες ἐὰν εἰσέλθητε, οὐ τοσοῦτον τὸ ἔγκλημα· ὑπὸ γὰρ διδασκαλίαν ἐστέ· ἡμεῖς δὲ ὅσῳ μᾶλλον τῷ ἀξιώματι ὑπερέχομεν, τοσούτῳ καὶ τῷ ἐγκλήματι ὑποκείμεθα· ἄλλο γὰρ ἐστι τὸν διδασκόμενον ἁμαρτάνειν, καὶ ἄλλο τὸν διδάσκοντα· ἀλλ’ ὅμως οὐ παραιτούμεθα τοῦτο, ἵνα μὴ προφάσει ταπεινοφροσύνης εἰς ῥαθυμίαν ἐμπέσωμεν. Καὶ τοῦτο κατὰ θείαν διοίκησιν γέγονε, καὶ τοὺς ἱερεῖς καὶ αὐτοὺς ἁμαρτίαις ὑποπεσεῖν. Καὶ ἄκουσον πῶς ἐστιν· οἱ διδάσκαλοι αὐτοὶ καὶ οἱ ἱερεῖς, εἰ μὴ ἡμάρτανον, μηδὲ ὑπέκειντο τοῖς πάθεσι τοῦ βίου, ἀπάνθρωποι ἤμελλον εἶναι περὶ τοὺς ἄλλους καὶ ἀσύγγνωστοι· ἀλλὰ διὰ τοῦτο καὶ αὐτοὺς τοὺς ἱερεῖς πάθεσι δουλεύειν παρεσκεύασε, καὶ τοὺς ἄρχοντας, ἵνα ἐξ ὧν αὐτοὶ πάσχουσι, καὶ τοῖς ἄλλοις συγγνώμην δίδωσι. Καὶ ἀεὶ οὕτως διῴκησεν ὁ Θεός, καὶ οὐ μόνον νῦν, ἀλλὰ καὶ πάλαι, καὶ οἷς ἔμελλεν ἐμπιστεύειν τὴν Ἐκκλησίαν καὶ τὸν λαόν, τούτους συνεχώρησεν ἁμαρτίᾳ ὑποπεσεῖν, ἵνα ἐκ τῶν οἰκείων πταισμάτων φιλάνθρωποι γένωνται περὶ τοὺς ἄλλους. Εἰ γὰρ μὴ ἡμάρτανον αὐτοί, οὐδεμίαν συγγνώμην εἶχον δοῦναι τοῖς ἁμαρτάνουσιν, ἀλλ’ ἀπάνθρωποι γενόμενοι πάντας ἐκθερίζειν εἶχον τῆς ἐκκλησίας.
     Ὅτι δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ τοῦτο οὐ στοχαζόμενος λέγω, φέρε ἐξ αὐτῆς τῆς θεωρίας εἴπωμεν· Πέτρος ἔμελλε πιστεύεσθαι τὰς κλεῖς τῆς ἐκκλησίας, μᾶλλον δὲ καὶ ἐμπιστευθῇ τὰς κλεῖς τῶν οὐρανῶν, καὶ ἤμελλε πιστεύεσθαι τὸ πλῆθος τοῦ λαοῦ. Τί γάρ φησι πρὸς αὐτὸν ὁ Δεσπότης; «Ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς». Ἦν μὲν οὖν ὁ Πέτρος ἠρέμα πως ὁ ἀπότομος· εἰ δὲ καὶ ἔσχε τὸ ἀναμάρτητον, ποίαν ἂν συγγνώμην οἱ παρ’ αὐτοῦ διδασκόμενοι ἐλάμβανον; Ἀλλὰ διὰ τοῦτο πραγματεύεται ἡ θεία χάρις ἁμαρτήματί τινι περιπεσεῖν αὐτόν, ἵνα ἐξ ὧν αὐτὸς ἔπαθε, φιλάνθρωπος γένηται περὶ τοὺς ἄλλους.
   Καὶ βλέπε τίνα συγχωρεῖ περιπεσεῖν ἁμαρτίᾳ· Πέτρον ἐκεῖνον, τὴν κορυφὴν τῶν ἀποστόλων, τὴν κρηπῖδα τὴν ἀσάλευτον, τὴν πέτραν τὴν ἀῤῥαγῆ, τὸν πρῶτον τῆς ἐκκλησίας, τὸν λιμένα τὸν ἀκαταμάχητον, τὸν πύργον τὸν ἀσάλευτον. Πέτρος ἐκεῖνος ὁ λέγων τῷ Χριστῷ· «Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μὴ σε ἀπαρνήσομαι»· Πέτρος ὁ ἐκ θείας ἀποκαλύψεως τὴν ἀλήθειαν ὁμολογήσας· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος»· οὗτος εἰσελθὼν ἐν τῇ νυκτὶ ἐκείνῃ  παρεδόθη ὁ Χριστός, καὶ στὰς ἐπὶ τῆς πυρκαϊᾶς θερμαινόμενος, καί τις, φησί, κόρη προσελθοῦσαν λέγει αὐτῷ. «Καὶ σὺ χθὲς μετὰ τοῦ ἀνθρώπου τούτου ἦν»· ὁ δὲ Πέτρος· «Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον». Ἄρτι ἔλεγες· «Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν»· νῦν ἀρνῇ καὶ λέγεις, «Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον»; Ὦ Πέτρε, τοῦτό ἐστιν ὅλον ὃ ἐπηγγείλω; Οὔπω βασάνους, οὔπω μάστιγας εἰδώς, ἀλλ’ ἁπλῶς μικρᾶς κόρης ῥῆμα ἀκούσας, εἰς ἄρνησιν ἐχώρησας. Ἀρνῇ Πέτρε; Οὔπω βασανιστήρια, οὔπω μάστιγες, οὔπω πληγαί, οὔπω θυμοί, οὔπω ἄρχοντες, οὔπω ξίφη ἠκονημένα, οὔπω διατάγματα κείμενα, οὔπω βασιλεῖς ἀπειλοῦντες, οὔπω θανατοῖ προσδοκώμενοι, οὔπω φυλακαὶ καὶ κρημνοὶ καὶ θάλασσα, οὔπω οὐδὲν τῶν τοιούτων, καὶ ἤδη ἠρνήσω. «Οὐκ οἶδα τὸν ἄνθρωπον»; Πάλιν ἡ κόρη πρὸς αὐτόν· «Καὶ σὺ χθὲς μετὰ τοῦ ἀνθρώπου τούτου ἦς». Ὁ δὲ πρὸς αὐτήν· «Οὐκ οἶδα τὸν ἄνθρωπον ὃν λέγεις». Τίς ἐστιν ὁ λέγων σοι, ὅτι ἀρνῇ; Οὐδεὶς τῶν ἀναγκαίων, ἀλλὰ γυνή, καὶ αὐτὴ θυρωρός, ἀπεῤῥιμμένη, αἰχμάλωτος, μηδενὸς λόγου ἀξία, αὕτη λέγει, καὶ σὺ ἀρνῆσαι; Ὢ καινῶν πραγμάτων! Κόρη τὸν Πέτρον ἐκεῖνον, πόρνη προσελθοῦσα τοῦ Πέτρου τὴν πίστιν ἐτάραξε· Πέτρος, ὁ στῦλος, ὁ πρόβολος, οὐκ ἐβάστασεν ἀπειλὴν κόρης, ἀλλὰ μόνον ἐλάλησε, καὶ ὁ στῦλος ἐσαλεύθη, καὶ αὐτὸς ὁ πρόβολος ἐχειμάζετο. Τίνα εἶδες, Πέτρε, ὅτι ἀρνῇ; Κόρην εὐτελῆ, καὶ εὐκαταφρόνητον θυρωρόν· ταῦτα εἶδες καὶ ἀρνῇ; Πάλιν οὖν τὸ τρίτον· «Καὶ σὺ χθὲς μετὰ τοῦ ἀνθρώπου τούτου ἦς»· ὅμως ἠρνήσατο τὸ τρίτον.
    Καὶ οὕτω λοιπὸν ἐμβλέψας ὁ Ἰησοῦς εἰς ἀνάμνησιν αὐτὸν ἤνεγκε τῶν λεχθέντων· ὁ δὲ συνιεὶς ἤρξατο κλαίειν καὶ μετανοεῖν ἐπὶ τῇ ἁμαρτίᾳ. Ἀλλ’ ὅμως ὁ φιλάνθρωπος συνεχώρησεν αὐτῷ τὴν ἁμαρτίαν· ᾔδει γὰρ ὅτι ὡς ἄνθρωπος ἀνθρώπινόν τι ὑπέστη· ἀλλ’ ὡς προεῖπον, διὰ τοῦτο ᾠκονομήθη καὶ τῷ Πέτρῳ συνεχωρήθη ἁμαρτῆσαι, ἐπειδὴ ἔμελλε πιστεύεσθαι λαὸν πολύν, ἵνα μὴ ἀπότομος ὢν καὶ ἀναμάρτητος, ἀσύγγνωστος εἰς τοὺς ἰδίους ἀδελφοὺς ἦ. Ὑπέπεσεν ἁμαρτίᾳ, ἵνα ἐννοῶν τὸ ἴδιον ἁμάρτημα καὶ τὸ τοῦ Δεσπότου συγχώρημα, συγχωρήσῃ καὶ τοῖς ἄλλοις φιλανθρωπίας χάριν κατὰ διοίκησιν θείαν Θεῷ ἁρμόζουσαν. Αὐτὸς γὰρ συνεχωρήθη ἁμαρτῆσαι ὁ τὴν ἐκκλησίαν μέλλων πιστεύεσθαι, ὁ στῦλος τῶν ἐκκλησιῶν, ὁ λιμὴν τῆς πίστεως. Πέτρος ὁ διδάσκαλος τῆς οἰκουμένης συνεχωρήθη ἁμαρτῆσαι, ἵνα ἡ συγχώρησις τούτου ὑπόθεσις φιλανθρωπίας τοῖς ἄλλοις γένηται. 
   Ταῦτα δέ μοι διὰ τί εἴρηται; Ὅτι καὶ ἡμεῖς οἱ ἱερεῖς οἱ ἐπὶ θρόνου καθήμενοι καὶ διδάσκοντες, ἁμαρτίαις συνδεδέμεθα. Διὰ τοῦτο γὰρ οὐκ ἄγγελος, οὔτε ἀρχάγγελος ἐπιστεύθη ἱερατεύειν (ἀναμάρτητοι γάρ εἰσιν), ἵνα μὴ δι’ ἀποτομίαν τοὺς ἁμαρτάνοντας τοῦ λαοῦ ἀθρόον κεραυνοβολῶσιν· ἀλλὰ ἄνθρωπος ἐξ ἀνθρώπου ἐπιστεύθη τὸν θρόνον τοῦτον, καὶ αὐτὸς ἡδονῇ καὶ ἁμαρτίᾳ συνδεδεμένος, ἵνα ὅταν λάβῃ τινὰ ἁμαρτάνοντα, ἐκ τῶν οἰκείων πλημμελημάτων φιλανθρωπότερος γένηται πρὸς ἐκεῖνον τὸν ἁμαρτήσαντα. Εἰ γὰρ ἦν ἄγγελος ἱερεύς, καὶ ἔλαβέ τινα πορνεύσαντα, εὐθὺς ἀνῄρει αὐτόν, αὐτὸς τῷ πάθει τούτῳ οὐ συμπεπλεγμένος. Διὰ τοῦτο εἰ ἔλαβεν ἄγγελος τὴν ἐξουσίαν τοῦ ἱερατεύειν, οὐκ ἐδίδασκεν, ἀλλ’ εὐθέως ἀνῄρει διὰ τὸ ἐκεῖνον μὴ εἶναι τοιοῦτον, εἰς ὀργὴν αὐτὸν ἔφερε κατὰ τοῦ τοιούτου. Ἀλλὰ διὰ τοῦτο ἄνθρωπος ἐπιστεύθη, εἰδὼς τὰ πλημμελήματα ἑαυτοῦ, καὶ ἐκ πείρας ἔχων, ἵνα συγγινώσκῃ τοῖς ἁμαρτάνουσι, καὶ μὴ κινῆται διὰ τῆς ὀργῆς, καὶ σχολάζῃ ἡ ἐκκλησία διὰ τῆς συναγωγῆς.

β΄. Τί δὲ μέχρι Πέτρου ἑστὼς τὴν ὑπόθεσιν ταύτην τοιαύτην εἴρηκα, καὶ οὐκ ἀνέρχομαι μικρῷ τῷ λόγῳ ἐπὶ ἄλλο πρόσωπον; Φέρε μοι εἰς τὸ μέσον· λέγω δὴ Ἠλίαν, τὸν προφήτην ἐκεῖνον, τὸν ἐπίγειον ἄγγελον καὶ ἐπουράνιον ἄνθρωπον, τὸν χαμαὶ βαδίζοντα καὶ τὰ οὐράνια ἡνιοχοῦντα, τὸν τρίπηχυν ἄνθρωπον καὶ ὑψηλοβατοῦντα, καὶ εἰς αὐτὰς ἀναπετασθέντα τοῦ οὐρανοῦ τὰς ἀψῖδας, τὸν τῶν ὑδάτων ταμίαν, οὗ ἡ γλῶττα θησαυρὸς ἐγένετο τῶν ὑδάτων καὶ κλεῖς τῶν οὐρανῶν· ὁ πένης καὶ πλούσιος, ὁ ἰδιώτης καὶ φιλόσοφος· πένης μέν, ὅτι μηδὲν ἐκέκτητο, πλούσιος δέ, ὅτι τὰ νέφη τοῦ ὑετοῦ ἐν τῇ γλώττῃ κατεῖχε. Καὶ αὐτὸς ἀπότομος ἦν περὶ τοὺς ἁμαρτάνοντας οὕτως ὡς εὔξασθαί ποτε ὑετὸν μὴ δοῦναι· καὶ τί λέγει; «Ζῇ Κύριος, φησίν, εἰ ἔσται ὑετὸς ἐπὶ γῆς, εἰ μὴ διὰ στόματός μου». Τί ποιεῖς, Ἠλία; Τί ἀποφαίνει; Κἂν εὖξαι τὸν Δεσπότην, καὶ οὕτω πλήρωσον τὸν λόγον· «Ζῇ Κύριος, εἰ ἔσται ὑετός, εἰ μὴ διὰ στόματός μου». Ποῦ εἰσὶν οἱ αἱρετικοὶ οἱ λέγοντες, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ εὔχεται; Ἄθλιε καὶ ταλαίπωρε καὶ ἀναίσχυντε· Ἠλίας ἀποφαίνεται, καὶ ὁ Υἱὸς εὔχεται; Ὁ δοῦλος κελεύει, καὶ ὁ Δεσπότης παρακαλεῖ; Οὐδὲ ὡς τῷ Ἠλίᾳ χαρίζῃ αὐτῷ τὴν τιμήν; οὐ θέλεις ὡς τῷ δούλῳ οὕτω καὶ τῷ δεσπότῃ τὴν ἰσομοιρίαν χαρίσασθαι; Οὐκ εὔχεται ἐκεῖνος, οὐδὲ παρακαλεῖ, ἀλλὰ λόγον ἀληθείας προέβαλε, καὶ τὸν οὐρανὸν ἔκλεισεν. Εὖξαι πρῶτον, Ἠλίᾳ. Ἀλλὰ τί Ἠλίας; Οἶδα τὸν ἐμὸν Δεσπότην, ὅτι ὑπακούει μου· ἀπὸ γὰρ ζήλου τοῦτο ποιῶ.
   Ὢ καινῶν καὶ παράδοξων πραγμάτων! Εἶδες Δεσπότην ὑπὸ εὐνοίας δούλου νενικημένον; Καὶ γὰρ ὁ Ἠλίας ἀπὸ ζήλου πολλοῦ τοῦτο ἐποίησεν. Ἔβλεπε γὰρ πολλὰ ἄτοπα γινόμενα· ἔβλεπε πορνείαν μετὰ πολλῆς τῆς κακίας πολιτευομένην. Νὺξ γὰρ ἦν, δι’ ὃ καὶ κατεῖχε τὴν οἰκουμένην ἅπασαν· νεφέλη πυκνοτάτη ἐκάλυπτε τὰ σύμπαντα. Πάντες γὰρ προέκοπτον ἐπὶ τὸ κακόν· οἰκουμενικὸν ἦν ναυάγιον, οὐχ ὑδάτων, ἀλλὰ ἀσελγείας· σωφροσύνη ἐκποδών, καὶ ἀκολασία ἐπομπεύετο· ἀρετὴ ἐδιώκετο, καὶ κακία ἐνηβρύνετο· βουνοὶ καὶ ὄρη, καὶ νάπαι, καὶ ὁδοί, καὶ ταμεῖα καὶ ὁ ἀὴρ ἐμολύνετο· ὁ ἥλιος ἐκαπνίζετο, ἡ γῆ ἐμιαίνετο, ὁ οὐρανὸς ἐξουθενεῖτο, ἡ κτίσις πᾶσα ἐνόσει ἀπὸ εἰδωλολατρείας· ὡς ἐν νυκτὶ πάντες περιεπάτουν, οὐδενὶ προσέχοντες τῶν κτισμάτων, λίθον ἔβλεπον, καὶ ὡς Θεὸν προσεκύνουν· ξύλον ἔβλεπον, καὶ τοῦτο ὁμοίως Θεὸν ἐνόμιζον. Νὺξ αὐτοὺς εἶχε πυκνοτάτη τὸν κτίστην ἔβλεπον, καὶ τοῖς κτίσμασι προσεκύνουν. Ἠλίας μόνος ἦν τὸν λύχνον ἔχων τῆς ἀρετῆς, καθάπερ ἐπὶ κορυφῆς ὄρους τῆς φιλοσοφίας καθεζόμενος καὶ ἀσκῶν, μόνος μὲν ἔχων τὸν λύχνον τῆς εὐσεβείας, οὐδὲν δὲ ὠφελεῖ τὸ φώτισμα διὰ τὰ κάρῳ αὐτοὺς κατακεῖσθαι, καὶ εἰδωλολατρείᾳ αὐτοὺς κατέχεσθαι. Ἐμαίνετο οὖν ὁ Ἠλίας, ἐπρίζετο, ὠδύρετο, ῥήματα ἐλάλει, οὐδεὶς ἤκουε· παρεκάλει, οὐδεὶς ἠνέσχετο· λοιπὸν ἀπὸ ζήλου προσαγαγεῖν αὐτοὺς θέλει καὶ παιδεῦσαι, ἵνα κἂν οὕτω τῷ λιμῷ τηκόμενοι ἐπὶ τὸν Δημιουργὸν τῇ εὐχῇ φθάσωσιν, ἵνα ὁ λιμὸς ὑπόθεσις αὐτοῖς γένηται εὐσεβείας. Ἀλλ’ οὐδὲν δύναται αὐτούς, φησί, παιδεῦσαι ὁ λιμός· οὕτω γὰρ πανταχόθεν στενούμενοι ἐπὶ τὸν πάντων κτίστην χωρήσουσι.
    Τί οὖν Ἠλίας; «Ζῇ, φησί, Κύριος, εἰ ἔσται ὑετός, εἰ μὴ διὰ στόματός μου». Ἐξῆλθεν ὁ λόγος τοῦ προφήτου, καὶ εὐθέως ὁ ἀὴρ μετεβλήθη, ὁ οὐρανὸς χαλκὸς ἐγένετο, οὐ τὴν φύσιν μεταβαλών, ἀλλὰ τὴν ἐνέργειαν χαλινωθείς· εὐθὺς τὰ στοιχεῖα μετεσχηματίζετο. Ἐνέπεσεν ὁ λόγος τοῦ προφήτου, καθάπερ πυρετός, εἰς τὰς λαγόνας τῆς γῆς, καὶ πάντα εὐθὺς ἐξηραίνετο, πάντα ἐρημοῦτο, πάντα ἐξηφανίζετο· ἔβλεπον εὐθέως βοτάνας ξηραινομένας, καὶ φυτά, καὶ δένδρα κάρπιμα καὶ ἄκαρπα, τὰ ἐν πεδίοις, τὰ παρὰ θάλασσαν· πάντα ἀθρόως ξηραινόμενα, πᾶσαν ἔμψυχον ἡλικίαν ἀφανιζομένην, ὀδυρμὸν παιδίων καὶ κλαυθμὸν μητέρων, καὶ ἀπογνωσίαν πολλήν. Εἷς λόγος τοῦ προφήτου ἐξῆλθε, καὶ βλέπε πόσα εἰργάσατο. Πάντα τοίνυν ἀπέθνησκον, τὰ θηρία, τὰ κτήνη, τὰ παιδία, οἱ ἄνθρωποι, τὰ ζῶα, τὰ πετεινὰ ἅπαντα· οἰκουμενικὸν ναυάγιον ἦν, καὶ ἡ συμφορὰ πᾶσαν ὁμοῦ κατέλαβε τὴν γῆν· οὐδεὶς ἀνεσώζετο, ἀλλὰ πάντες ἀπὸ τῆς ἀβροχίας ἀπέθνησκον, τὰ φυτὰ ἐξηραίνετο, πηγαί, ποταμοί, λίμναι, καὶ πάντα ἁπλῶς ἀπώλοντο. Οἰκουμενικὸν ναυάγιον κατεῖχε πᾶσαν τὴν οἰκουμένην, οὐ δι’ ὕδατος, ἀλλ’ δι’ ἀβροχίας· ὁ οὐρανὸς ἐδέδετο, καὶ λοιπὸν ἐπείχετο, καὶ τὴν φύσιν ὅλην μετέβαλλε. Πάντα οὖν ἀπέθανε θεηλάτῳ ὀργῇ καὶ ἀπώλετο· οὐκ ἔμελε δὲ τῷ Ἠλίᾳ περὶ οὐδενός· ἐμέθυε γὰρ τῷ ζήλῳ. Πᾶσα οὖν ἄωρος ἡλικίᾳ ἐτελεύτα. Τί ποιεῖς, Ἠλίᾳ; Ἔστω, οἱ νεανίσκοι ἥμαρτον· τὶ τὰ παιδία παιδεύονται; Ἔστω, οἱ ἄνθρωποι ἥμαρτον, τί τὰ κτήνη συναποθνήσκουσι; Τοσαύτην ἀσπλαγχνίαν περιβέβλησαι; Οὐδενός σοι μέλει περὶ τῶν ἀνθρώπων· οὐ γυναῖκα ἔχεις, οὐ παιδίον· καταφρονεῖς τῶν ἀπολλυμένων.
   Τί οὖν ὁ Θεὸς πρὸς αὐτόν; «Ἄπελθε, φησίν, ἐπὶ τῷ ποταμῷ Χοῤῥάθ, καὶ ἐντελοῦμαι κόραξι τοῦ διατρέφειν σε ἐκεῖ». Πάλιν ἐν ἡδέως ἐροίμην τὸν Ἰουδαῖον εἰς μέσον ἀγαγών, ἵνα δείξω αὐτῷ ὅτι ὁ νόμος τὰ τοῦ νόμου ἀνέτρεπε, καὶ αὐτὸς εἰς ἑαυτὸν οὔτε τὸ στάσιμον, οὔτε τὸ ὄρθιον εἶχεν· οὐ γὰρ ἦν ἀλήθεια, ἀλλὰ σκιά· ἐκεῖνα σκιά, ταῦτα ἀλήθεια· ἐκεῖνα τύπος, ταῦτα πράγματα. Ὃν σέβῃ Ἠλίαν, ὃν προσδοκᾷς ἔρχεσθαι, περὶ οὗ πολὺν ἔχεις τὸν λόγον, καὶ προφήτην αὐτὸν καλεῖς, οὗτος πῶς ὑπὸ κόρακος ἐτρέφετο; Ὁ γὰρ κόραξ κατὰ τὸν νόμον ἀκάθαρτος, καὶ οὕτως ὁ νόμος διηγόρευσεν ἀκάθαρτον εἶναι τὸν κόρακα. Καὶ πῶς οὖν ὁ προφήτης ἐτρέφετο ὑπὸ τοῦ ἀκαθάρτου κόρακος; Εἰ γὰρ ὁ νόμος ἀκάθαρτον τὸν κόρακα ἔλεγε, πάντως ὁ ἐκ τοῦ κόρακος τρεφόμενος ἀκάθαρτος ἂν εἴη. Ἀλλὰ τοῦτο οὐκ ἦν, ἄπαγε, μὴ γένοιτο! Ἀλλ’ ὁ Ἠλίας ὑπὸ κόρακος ἐτρέφετο, οὐδὲν ἀκάθαρτον τῶν ὑπὸ Κυρίου κτισθέντων νομίζων.
   Εἶτα ἐκεῖθεν, ἐπειδὴ χρόνος διῆλθε, καὶ λοιπὸν ὁ ποταμὸς ἐξηράνθη, ἐγείρει τὸν προφήτην εἰς τροφήν. «Ἄπελθε, φησίν, εἰς Σαρεφθὰ τῆς Σιδωνίας, καὶ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε ἐκεῖ»· τοῦτο δὲ κατὰ τινα οἰκονομίαν ὁ Θεὸς ἐποίει. Ἐπειδὴ γὰρ οὐκ ᾔδει Ἠλίας τὰ γινόμενα (ἐν ἑνὶ γὰρ τόπῳ ἐκαθέζετο, οὐκ ἔβλεπε τὴν οἰκουμενικὴν συμφοράν, πῶς πάντα ἐξηράνθη, πῶς αἱ λίμναι, πῶς οἱ ποταμοί, πῶς τὰ φυτά, πῶς τὰ δένδρα, πῶς τὰ ἄωρα, πῶς τὰ ὥριμα, πῶς τὰ ἔγκαρπα, πῶς τὰ ἄκαρπα, πῶς τὰ παρὰ πηγαῖς, τὰ παρὰ λίμναις τῶν ὑδάτων, τὴν ἅλωσιν τῶν πτηνῶν, τῶν κτηνῶν, τῶν ἄλλων ἁπάντων, τῶν παιδίων τὸν θάνατον, τῶν μητέρων τοὺς ὀλολυγμούς, τὴν οἰκουμενικὴν ἐκείνην συμφοράν), ἐγείρει αὐτὸν ὁ Θεός, καὶ ποιεῖ αὐτὸν ἄπειρον γῆν ὁδεῦσαι ἐκεῖθεν ἕως Σιδῶνος, ἵνα κἂν οὕτως ἰδὼν Ἠλίας τὰ γινόμενα, ἀξιώσει τὸν Δεσπότην αὐτοῦ δοῦναι ὑετόν. Πέμπει οὖν αὐτὸν διὰ τοῦτο τὴν μακρὰν ὁδὸν ἐκείνην, οὐχ ὡς μὴ δυνάμενος αὐτὸν ἐκεῖ τρέφειν ὁ Θεός, ἀλλ’ ὡς θέλων ἐπιδεῖξαι τῷ Ἠλίᾳ τὴν συμφοράν, ἵνα ἀξιώσῃ αὐτὸν περὶ βροχῆς. Ἠδύνατο μὲν γὰρ καὶ αὐτὸς χωρὶς τούτου, ἀλλ’ οὐκ ἠθέλησεν ὑβρίζειν τὸν ἴδιον οἰκέτην, τῶν μὲν κακῶν ἐκεῖνον ἐάσας εἶναι πρόξενον, τῶν δὲ ἀγαθῶν ἑαυτόν· ἀλλ’ ἐξεδέχετο τὴν τοῦ δούλου παράκλησιν. Εἶτα οὐδὲ οὕτως ἐκεῖνος ἐκάμπτετο, ἀλλὰ ἀπονοίᾳ τινὶ κεχρημένος οὕτως ἐβάδιζε τὴν ὁδόν, ἀσπλαγχνίαν περιβεβλημένος, οὐδενὸς λόγον ποιούμενος ὥσπερ εἶπον γὰρ ἀπὸ ζήλου ἐμέθυε. Τί ἀπονενόησαι, Ἠλίᾳ; Τί τοσαύτην ἐνεδύσω ἀπανθρωπίαν; Ἔκδεξαι ὀλίγον, καὶ ἐλεγχθήσῃ καὶ αὐτὸς ὑπὸ ἁμαρτιῶν ὤν. Διὰ τὴν ἁμαρτίαν τῶν ἐνοικούντων αὐχμὸν ἐκάλεσας, καὶ οὐρανὸν ἔκλεισας, καὶ γῆν ἐχαλίνωσας, καὶ τὸν δρόμον τῆς φύσεως ἐκράτησας, καὶ οὐδὲ ἀξιῶσαι βούλει περὶ τῶν γεγενημένων; Μετ’ οὐ πολὺ καὶ αὐτὸς ἐλεγχθήσῃ ὑπὸ ἁμαρτιῶν ὤν, καὶ φιλανθρωπίας τυχὼν παρὰ τοῦ Δεσπότου σου, ἵνα φιλανθρωπότερος γένῃ περὶ τοὺς συνδούλους σου.

    γ΄. Σήμερον δὲ ὑπὲρ τῶν αὐτῶν διὰ τοῦτο ἐξῆλθον τὸν λόγον εἰπεῖν, ὅτι διὰ τοῦτο οὐκ ἐγένετο ἄγγελος ἱερεύς, ἀλλ’ ἄνθρωπος ἐξ ἀνθρώπου, ἵνα μὴ παρὰ ἀναμαρτήτου ἀναιρῶνται οἱ ἁμαρτάνοντες. Εἰ γὰρ ἄγγελος ἦν μὴ ἁμαρτάνων ὁ ἱερεύς, τοὺς ἁμαρτάνοντας παραχρῆμα ἂν ἐκόλαζεν, ἀλλὰ διὰ τοῦτο ἄνθρωπος γέγονεν, ἵνα συγγινώσκῃ τῷ ὁμοιοπαθεῖ, ὑπόμνησιν λαμβάνων ἐκ τῶν ἰδίων παθῶν τοῖς ὁμοφύλοις. Εἶτα παρηγάγομεν, ὅτι καὶ τοὺς μεγάλους, οἷς ἔμελλε πιστεύειν λαὸν πολύν, συνεχώρησεν ἁμαρτίᾳ ὑποπεσεῖν, καὶ συγγνώμην αὐτοῖς δοῦναι ἵνα μετὰ ταῦτα καὶ αὐτοὶ ἐξ ὧν ἐπαιδεύθησαν φιλανθρωπότεροι γένωνται. Καὶ Πέτρον παρήγαγον τὸν τοιοῦτον ἀπόστολον, συγχωρηθέντα μὲν ἁμαρτῆσαι, μετανοίᾳ δὲ ἐξαλείψαντα τὴν ἁμαρτίαν τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ.

    Δεῦρο δὴ καὶ ἐπὶ τὸν Ἠλίαν ἐπανέλθωμεν, καὶ δείξωμεν αὐτοῦ τὸ πέλαγος τῶν κατορθωμάτων, ὅτι Θεὸς μὲν ἠθέλησε φιλανθρωπεύσασθαι, Ἠλίας δὲ οὐκ ἐφιλανθρωπεύσατο· καὶ ἤθελε δοῦναι ὑετόν, ἀλλ’ ἐζήτει ἀξίωσιν παρὰ τοῦ δούλου. Τί οὖν; Παρῆλθεν ὁ Ἠλίας ὅλην τὴν ὁδόν, καὶ ἦλθεν εἰς Σαρεφθὰ τῆς Σιδωνίας, καὶ εἶδε γυναῖκα χήραν τινὰ ξυλευομένην. Ἀλλ’ ὅμως βλέπε τοῦ ἡλίου τὴν φιλοσοφίαν καὶ τὴν πίστιν. Πάλιν ἄλλο πέλαγος αὐτὸν διεδέξατο ἀρετῆς.
   Οὐκ εἶπε τῷ Θεῷ· Πρὸς τίνα με πέμπεις; Τοσούτους με ποιεῖ κινδύνους ὑπομεῖναι, καὶ πρὸς χήραν με πέμπεις εἰς ἔσχατον λιμόν; Μὴ γὰρ οὐκ εἰσιν ἄλλοι ἄνδρες εὐπορώτεροι, δυνάμενοι τὴν πενίαν μου παραμυθήσασθαι; Ἀλλὰ τοσαύτην γῆν βαδίζω, ἵνα πρὸς χήραν ἀπαντήσω, εἰς αὐτὴν τὴν συμφορὰν τῶν κακῶν, καὶ οὐ μόνον χήραν, ἀλλὰ καὶ πενιχράν; Ἐννόησον πῶς οὐδὲν τούτων εἶπεν ὁ θεράπων· ἐθάῤῥει γὰρ τῷ ἑαυτοῦ Δεσπότῃ τῷ ἐκ τῶν ἀδυνάτων δυνατὰ ποιοῦντι. «Ἄπελθε, φησίν, εἰς Σαρεφθὰ τῆς Σιδῶνος, καὶ ἰδοὺ μία χήρα ξυλευομένη». Τί οὖν ἐπιβαίνεις ἔτι, Ἠλία; Τί δὲ προστρέχεις τῇ χήρα; Εἶδες τὰ προπύλαια τῆς πενίας, μὴ ἐρώτα τὰ πάθη τῆς μετριότητος· εἶδες τὴν εἴσοδον τῆς πενίας, μηδὲν ἐρώτα περὶ τῶν ἔνδον. Ποῦ ἐπεισέρχῃ, Ἠλία; Εἶδες ξυλευομένην, καὶ τραφῆναι ζητεῖς παρ’ αὐτῆς; Ἀλλ’ ὅμως ἔχων ἐνέχυρον τοῦ Δεσπότου τὸν λόγον, ἀπῄει διαλεγόμενος τῇ χήρᾳ. Καὶ τί φησι; «Δός μοι μικρὸν ὕδωρ, ἵνα πίω». Ὁρᾷς σοφίαν τοῦ Ἠλίου; Πῶς οὐκ εὐθέως ἐπὶ τὸ ἰσχυρότερον ἀπῆλθεν, ἀλλ’ ἐπὶ τὸ εὐτελέστερον; Οὐκ εἶπε, Δός μοι ἄρτον, ἀλλὰ Δός μοι ὕδωρ. Πρῶτον ὕδωρ ζητεῖ, στοχαζόμενος, ὅτι ἂν εὐπορήσῃ ὕδατος, δύναται καὶ ἄρτου εὐπορῆσαι. «Δός μοι, φησί, μικρὸν ὕδωρ»· ἀπελθοῦσα δὲ ἡ χήρα ἤνεγκεν αὐτῷ, καὶ ἔπιε· καὶ οὕτω θαῤῥήσας φησί· «Λήψῃ δή μοι καὶ ψωμὸν ἄρτου, καὶ φάγομαι». Ἡ δὲ εἶπε πρὸς αὐτόν· «Ζῇ Κύριος, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ’ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ, ὃ ποιήσομεν καὶ φαγόμεθα ἐγώ τε καὶ τὰ παιδία μου, καὶ ἀποθανούμεθα». Τὶ οὖν ὁ Ἠλίας; «Ἄπελθε, φησί, καὶ ποιῆσόν μοι ἐγκρυφίαν καταμόνας, καὶ φάγω, καὶ οὕτω ποιήσεις τοῖς τέκνοις σου, καὶ φάγονται». Τί ποιεῖς, Ἠλία; Ἔστω, ἄρτον θέλεις, τί καὶ καταμόνας καὶ καὶ ἐν πρώτοις ζητεῖς; Οὐ γὰρ ὀφείλεις εὐχαριστῆσαι, ἵνα μετὰ τῶν τέκνων φάγῃς; Σὺ θέλεις φαγεῖν μόνος, καὶ λιμῷ τὰ τέκνα πνῖξαι; [Πνῖξαι οὐ θέλω, ἀλλ’ εὐεργετῆσαι θέλω]· οἶδα τὴν ἀφθονίαν τοῦ ἐμοῦ Δεσπότου.
   Ἀλλ’ ὅμως ἡ χήρα οὐκ ἐταράχθη οὐδὲ ἐνενόησέ τι τοιοῦτον ἀτόπημα, οὔτε εἶπε· σὺ εἶ ὁ τὸν λιμὸν τοῦτον ποιήσας, καὶ ἐν τοῖς λειψάνοις τοῦ λιμοῦ διατραφῆναι θέλεις παρ’ ἐμοῦ; Οὔτε εἶπεν, ὅτι Τοσοῦτον κόσμον παρῆλθες, καὶ πρὸς ἐμὲ ἦλθες λιμῷ καταφθεῖραι τὰ παιδία μου, αὐτὸς αἴτιος τοῦ λιμοῦ γενόμενος; Ἀλλ’ Ἀβραμιαία τις γενομένη ἡ γυνὴ εἰσελθοῦσα ἐποίησε κατὰ τὸ ῥῆμα τοῦ προφήτου, καὶ ἦν ἰδεῖν τοῦ Ἀβραὰμ μᾶλλον τὴν χήραν φιλοξενεστέραν. Ἐκεῖνος μὲν γὰρ εὔπορος ὤν, ἐξένισεν ἀγγέλους· αὕτη δὲ ἐκ λιμοῦ προσδοκῶσα θάνατον, ἐξένισε τὸν προφήτην. Καὶ ἦν ἰδεῖν τὴν φύσιν καταφρονουμένην, καὶ φιλοξενίαν τιμωμένην· ἦν ἰδεῖν σπλάγχνα ῥιπτόμενα, καὶ προφήτην δεχόμενον· ὁλόκληρον δῆμον τέκνων τάφον εἰργάσατο· ὅσον γὰρ εἰς προαίρεσιν τῆς χήρας, ἐκεῖνα τετελευτήκασιν, ὅσον δὲ διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ἔζων καὶ ἐκρατύνοντο. Οὐκ οἶδα πῶς ἐγκωμιάσω τὴν χήραν· πῶς τέκνων κατεφρόνησεν καὶ φιλοξενίαν ἐποίησε, πῶς ἡ φύσις αὐτὴ οὐ κατενάρκησε, πῶς ἡ μήτρᾳ οὐκ ἠλλοιώθη, πῶς τὰ σπλάγχνα οὐ διελύθη βλέποντα δῆμον ὁλόκληρον τέκνων ὑπὸ λιμοῦ μέλλοντα φθείρεσθαι. Ἀλλ’ ἀνωτέρω πάντων ἐγένετο, καὶ τὸν προφήτην ἐξένισεν.
   Ὡς ἔλαβε δὴ ὁ προφήτης, καὶ ἔφαγε, λοιπὸν τὰς ἀμοιβὰς ἀποδίδωσιν· ἔσπειρε φιλοξενίαν ἡ χήρα, καὶ εὐθὺς τὸν στάχυν κομῶντα τῆς φιλοξενίας ἐθέρισε. Τί γάρ φησι πρὸς αὐτὴν Ἠλίας; «Ζῇ Κύριος, ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει». Καὶ ἐγένετο ἡ δεξιὰ τῆς χήρας ληνός, καὶ ἡ ἀριστερὰ ἅλων, καὶ δράγματα ἐν ἀνάγκῃ τὸν καρπὸν παρέχοντα, καὶ διὰ τοῦ λόγου τοῦ προφήτου τὴν χήρα διατρέφοντα. Ληνὸς καὶ ἁλῶν ἐγένετο ἡ οἰκίᾳ τῆς χήρας· οὐ βροχή, οὐχ ὑετός, οὐκ ἔαρ, οὐ θέρος, οὐ καῦμα, οὐκ ἀνέμων ἀνάγκαι, οὐ καιρῶν ἀλλαγαί, ἀλλὰ μόνον εἷς λόγος προελθών, καὶ αὐτὸς ἀπὸ τῆς οἰκείας γνώμης ἐξενεχθείς, χορηγεῖ τὴν ἀφθονίαν τῇ χήρᾳ.
   Εἶτα ἐκεῖθεν, ἵνα συντέμω τὸν λόγον, ἀπῆλθε πρὸς Ἀχαὰβ τὸν βασιλέα. Λέγω νῦν αὐτοῦ τὰ κατορθώματα, ἵνα ἐὰν ἴδῃς αὐτὸν ἁμαρτήσαντα, μάθῃς τὴν τοῦ Θεοῦ χάριν ἔχουσαν φιλανθρωπίαν. Τί οὖν πρὸς αὐτὸν ὁ Ἀχαάβ; «Σὺ εἶ ὁ διαστρέφων τὸν Ἰσραήλ»; Ὁ δὲ πρὸς αὐτόν· «Οὐχί, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρὸς σου». Εἶδες παῤῥησίαν προφήτου, πῶς τὸν βασιλέα ἤλεγξεν; Εἶτα ὅτε ἐν τῷ ὄρει ἐκαθέζετο, καὶ ἦλθε πρὸς αὐτὸν πεντηκόνταρχος λέγων· «Ἄνθρωπε τοῦ Θεοῦ, κατάβηθι, ὁ βασιλεύς σε καλεῖ»· ὁ δὲ πρὸς αὐτόν· «Καὶ εἰ ἐγὼ ἄνθρωπος τοῦ Θεοῦ, καταβήτω πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ καταφαγέτω σε καὶ τοὺς πεντήκοντά σου». Εἶτα ἐκ δευτέρου ἄλλος πεντηκόνταρχός φησιν· «Ἄνθρωπε τοῦ Θεοῦ, κατάβηθι, ὁ βασιλεὺς χρείαν σου ἔχει». Καὶ τί πρὸς αὐτὸν ὁ Ἠλίας; «Καὶ εἰ ἐγὼ ἄνθρωπος τοῦ Θεοῦ, καταβήτω πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ καταφαγέτω σε καὶ τοὺς πεντήκοντά σου»· εἶτα πάλιν ὅτε ἦλθεν εἰς συμβολὴν τῆς εὐχῆς ἐκάλεσε τοὺς ἱερεῖς τῆς Βάαλ τῆς αἰσχύνης λέγων, Εὐξώμεθα, καὶ εἶπε· «Ποιήσατε ὑμεῖς θυσιαστήριον καταμόνας, καὶ ἐκλέξατε δύο βόας, καὶ ἐπίθετε ξύλα κατὰ τὸν ἕνα βοῦν, καὶ πῦρ μὴ ἐπίθετε, κἀγὼ ποιήσω οὕτω· καὶ ἐπικαλεῖσθε ἐν ὀνόματι θεῶν ὑμῶν, κἀγὼ ἐν ὀνόματι τοῦ Θεοῦ μου, καὶ ἔσται ὃς ἂν Θεὸς ἐπακούσῃ ἐν πυρί, οὗτος Θεὸς ἀληθινός». Εἶτα ἐποίησαν οἱ ἱερεῖς τῆς αἰσχύνης θυσιαστήριον, καὶ ἤρξαντο ἐπικαλεῖσθαι τὴν Βαὰλ λέγοντες· «Ἐπάκουσον ἡμῶν, Βαάλ, ἐπάκουσον ἡμῶν». Ὡς δὲ πολλῆς εὐχῆς γενομένης οὐδεὶς ἦν ὁ ἐπακούων («Οὐκ ἦν γὰρ φωνή, καὶ οὐκ ἦν ἀκρόασις»), εἶτα ἐξεδέχετο ὁ Ἠλίας μακροθυμῶν εὐχομένων ἐκείνων· ὡς δὲ εἶδεν ὅτι πολλῇ μὲν αὐτῶν ἡ διάτασις, οὐδεὶς δὲ ὁ ὑπακούων, κωμῳδεῖ αὐτοὺς λέγων· «Βοήσατε μέγα, μή ποτε καθεύδῃ ἡ θεὸς ὑμῶν». Εἶτα ὡς μεσημβρία γέγονε, καὶ προέκοψεν ἡ ὥρᾳ, λέγει αὐτοῖς· «Μετάστητε ἀπὸ τοῦ νῦν, ἵνα ποιήσω κἀγὼ τὸ ὁλοκαύτωμά μου»· καὶ ἐποίησε θυσιαστήριον, καὶ ἐπέθηκε τὰ ξύλα, καὶ εἶπε· «Φέρετε ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ ἔφερον· Δισσώσατε, καὶ ἐδίσσωσαν· Τρισσώσατε, καὶ ἐτρίσσωσαν». Ἀλλ’ ὅρα καὶ τοῦτο διὰ τί ποιεῖ ὁ Ἠλίας. Ἐπειδὴ ἔθος τῇ πλάνῃ τῇ ἀληθείᾳ τὰ ἴδια προσάπτειν, ὅπερ αἱ γυναῖκες αἱ πόρναι ποιοῦσι, καὶ προλαμβάνουσι, καὶ τὰς ἐλευθέρας πόρνας καλοῦσιν, ἵνα μὴ ἔχωσιν ἐκεῖναι τὶ ἀνθυβρίσωσιν.
     Ἀλλ’ ὅμως Ἠλίας καὶ ἐν τούτῳ σοφίζεται· διὰ τί; Ἀλλ’ ὃ μέλλω λέγειν, θεατὴς αὐτὸς γέγονα· ἐν τοῖς βωμοῖς τῶν εἰδώλων ὀπαί εἰσι κάτωθεν τοῦ θυσιαστηρίου, καὶ ἔστι τις λάκκος κάτωθεν ἀφανής, καὶ κατέρχονται οἱ τῆς πλάνης ἐργάται ἐν τῷ λάκκῳ, καὶ οὕτω ταῖς ὀπαῖς ἐκείναις κάτωθεν τὸ πῦρ ἄνω ἐκφυσῶσιν εἰς τὴν θυσίαν, ὡς πολλοὺς ἀπατᾶσθαι, καὶ νομίζειν οὐράνιον εἶναι τὸ πῦρ. Ἵνα οὖν μὴ καὶ ὁ Ἠλίας τοιοῦτόν τι ὑπονοηθῇ ποιεῖν, ἐπέχεε τὸ ὕδωρ, ἵνα τὴν ὀπὴν τὸ ὕδωρ ἐλέγξῃ· ἀνάγκη γὰρ ὅπου ὀπὴν εὑρίσκει τὸ ὕδωρ οὐ στήκει, ἀλλὰ κατέρχεται. Ἐνέπλησεν οὖν τὸ θυσιαστήριον, καὶ εὔχεται λέγων· «Ἐπάκουσόν μου, Κύριε, ἐν πυρὶ σήμερον· ἐπήκουσάς μου ἐν ὕδατι, ἐπάκουσόν μου καὶ ἐν πυρί». Καὶ ἰδού, καλέσαντος αὐτοῦ, ἐν τάχει πῦρ κατέβη ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε τὴν θυσίαν, καὶ τοὺς λίθους, καὶ τὸ ὕδωρ ἐξέλειξε τὸ πῦρ. Καὶ τί φησι τῷ λαῷ; «Συλλάβετε τοὺς ἱερεῖς τῆς αἰσχύνης»· μηδεὶς σωθήτω ἐξ αὐτῶν· καὶ ἔλαβον, καὶ ἀνεῖλον αὐτούς, τετρακοσίους τε καὶ πεντήκοντα ἱερεῖς τῆς Βαάλ, καὶ τετρακοσίους τῶν ὑψηλῶν. 
   Ἤκουσε ταῦτα Ἰεζάβελ ἡ γυνὴ τοῦ Ἀχαὰβ τὰ γεγενημένα, καὶ πέμπει πρὸς τὸν Ἠλίαν λέγουσα· «Τάδε ποιησάτωσάν μοι οἱ θεοί, καὶ τάδε προσθείησάν μοι, εἰ μὴ αὔριον θήσω τὴν ψυχὴν σου ὡς τὴν ψυχὴν ἑνὸς αὐτῶν»· καὶ ἀκούσας Ἠλίας ἔφυγε. Ποῦ Ἠλίας ὁ τοσοῦτος καὶ τηλικοῦτος; Σκοπὸς γὰρ μοι δεῖξαι, ὅτι ἁμαρτίᾳ ὑπέπεσε· λέγω τὴν ἁμαρτίαν οὐ κατηγορῶν τοῦ δικαίου, ἀλλ’ ὑπόθεσιν σωτηρίας πραγματευόμενος, ἳν’ ὅταν ἴδῃς ἐκείνους ἁμαρτήσαντας, μὴ ἀπογνόντας δὲ ἑαυτῶν, ἀλλὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τυχόντας, σὺ ἐὰν ἁμαρτήσῃς, περισσοτέραν ἐλπίζῃς τὴν σωτηρίαν. Ἐπειδὴ εἶπεν Ἰεζάβελ, «Τάδε ποιήσαιέν μοι οἱ θεοί, καὶ τάδε προσθείησάν μοι, εἰ μὴ αὔριον θήσω τὴν ψυχὴν σου ὡς τὴν ψυχὴν ἑνὸς ἐξ αὐτῶν», ἤκουσεν Ἠλίας, καὶ ἔφυγεν ὁδὸν ἡμερῶν τεσσαράκοντα. Ὤ δειλίας ὑπερβολή! Γυναικὸς ἤκουσε ῥῆμα, καὶ τεσσαράκοντα ἡμέρας ὁδῷ βαδίζων ἔφυγεν· οὐ μίαν ἡμέραν, οὐ δευτέραν, οὐ τρίτην, ἀλλ’ ἅμα τε ὁ λόγος τῆς γυναικὸς εἰσῆλθεν εἰς τὸν προφήτην, καὶ ἀπὸ τῆς δειλίας οὐκ οἶδε τί ἔπραττε, τοσαύτην φυγὴν ἀπερχόμενος.
    Τί ἐστί σοι, Ἠλία; Σὺ εἶ ὁ τὸν οὐρανὸν κλείσας, καὶ τὴν βροχὴν χαλινώσας, ὁ τῷ ἀέρι ἐπιτάξας, καὶ τὸ πῦρ ἄνωθεν καλέσας, ὁ σφάξας τοὺς ἱερεῖς, ὁ εἰπὼν τῷ βασιλεῖ Ἀχαάβ· «Σὺ εἶ ὁ διαστρέφων τὸν Ἰσραήλ, καὶ οἶκος τοῦ πατρός σου»· ὁ εἰπών· «Ζῇ Κύριος, εἰ ἔσται ὑετός, εἰ μὴ διὰ στόματός μου»· ὁ τὴν οἰκίαν τῆς χήρας ἅλωνα καὶ δράγματα ποιήσας, ὁ τοῖς στοιχείοις ἐπιτάξας, λόγον πόρνης ἤκουσας, καὶ ἔφυγες, καὶ μία γυνὴ αἰχμάλωτον ἀπάγει; Αἱ δύο ἀκροπόλεις ὑπὸ γυναικὸς ἠλέγχθησαν· Πέτρος κόρην ἐφοβήθη, καὶ οὗτος τὴν Ἰεζάβελ· τοῖς αὐτοῖς περιέπεσον ἁμαρτήμασι. Καὶ ἔφυγεν Ἠλίας ὁδὸν ἡμερῶν τεσσαράκοντα. Ποῦ ἔστιν ζῆλός σου, Ἠλία, ὅτε ἔλεγες, «Ζῇ Κύριος, εἰ ἔσται ὑετός, εἰ μὴ διὰ στόματός μου»; Ὅτε τὸν βασιλέα ἤλεγχες, ὅτε τὸ πῦρ ἐκάλεσας; Τοσαῦτα ἐποίησας, καὶ μιᾶς γυναικὸς λόγον οὐκ ἐβάστασας; Ποῦ ἔστιν ὁ τόνος σου, ὅτε οὐκ ἤθελες τὸν σὸν Δεσπότην ἀξιῶσαι, ἵνα δῷ ὑετὸν ἐπὶ τῆς γῆς; Ἔλεγε γάρ σοι δι’ ἐναργῶν ἀποδείξεων· ἀξίωσόν με δυνάμενον καὶ ἄνευ σοῦ δοῦναι, ἀλλ’ οὐκ ἠθέλησα, ἵνα ὥσπερ τῶν κακῶν ἐγένου πρόξενος, οὕτω καὶ τῶν ἀγαθῶν ἄρχων γένῃ. Εἰργάσω γάρ, Ἠλία, ἔργον ἀσπλαγχνίας μεστόν· ὁ δὲ Θεὸς ἠλέει τὴν συμφοράν, ὅτι πάντων αὐτὸς κτίστης, καὶ πάντων δημιουργός· ὁμοίως δὲ πάντων κηδεμών, καὶ ἠθέλησέ σου χαυνῶσαι τὴν ἀπανθρωπίαν, καὶ σὺ ἐπέμενες αὐτῇ. Ἔλεγέ σοι· ἐγὼ οἶδα τὴν συμφορὰν τὴν γινομένην, οἶδα τοὺς κλαυθμοὺς τῶν μητέρων, οἶδα τῶν παιδίων τοὺς ὀλολυγμούς· βλέπω τὴν γῆν, ἣν ἐποίησα, ἀφανιζομένην, καὶ θέλω φιλανθρωπεύσασθαι, ἀλλ’ οὐ θέλω σε ὑβρίσαι, καὶ ἄνευ γνώμης σῆς ὑετὸν πέμψαι, ἵνα μὴ τῶν κακῶν μὲν σὺ αἴτιος ᾖς, τῶν δὲ καλῶν ξένος, ἀλλὰ τιμῶ σε. Ὤ Δεσπότου φιλανθρωπίᾳ εὐνοίᾳ δούλου νενικημένη! Ἀλλ’ ὅμως πολλὴν αὐτὸς εἶχεν ἀπόνοιαν ὡς ἀναμάρτητος· νῦν δὲ ἐδείχθη καὶ αὐτὸς ἁμαρτίᾳ ὑποπεπτωκώς, τοῦ Θεοῦ συγχωρήσαντος καὶ ἐπινοοῦντος, ἵνα ἐξ ὧν αὐτὸς φιλανθρωπίας ἔτευχε, καὶ αὐτὸς ᾖ πρὸς τοὺς ἄλλους μὴ ἀπάνθρωπος.
   «Καὶ ἔφυγε, φησίν, Ἠλίας ὁδὸν ἡμερῶν τεσσαράκοντα». Ποῦ ἔστι τὰ ῥήματα ἐκεῖνα ἃ πρὸς τοὺς πεντηκοντάρχους εἰπών, κατέβησε πῦρ, καὶ τούτους κατέκαυσε; Θέλων οὖν δεῖξαι ὁ Θεός, ὅτι καὶ ὅτε ἐποίει τὰ θαύματα, οὐκ αὐτὸς ἦν ὁ ἐργαζόμενος, ἀλλ’ ἡ τοῦ Θεοῦ δύναμις, καὶ βλέπε τί γίνεται. Ὅτε ὁ Θεὸς ἐνήργει, καὶ βασιλεῖς ἔπιπτον καὶ ἄρχοντες καὶ δῆμοι· ὅτε Θεὸς ἀπέστη, καὶ γυνὴ φοβερὰ ἐπέστη· ἀπέστη Θεός, καὶ ἠλέγχθη ἡ φύσις. Ἀλλ’ ὅμως μετὰ τὸ φυγεῖν Ἠλίαν ἡμέρας τεσσαράκοντα, ἦλθε καὶ ἐκάθευδεν ἐν τόπῳ τινί, καὶ ἔρχεται πρὸς αὐτὸν ὁ Θεός, ὁ Δεσπότης πρὸς τὸν δοῦλον, ὁ κηδεμὼν καὶ φιλάνθρωπος· καὶ τί φησιν; Εἰδὼς μὲν διὰ τί ἦλθεν ἐκεῖ, ὅμως δὲ ἐρωτῶν; «Τί ὧδε, Ἠλία; Καὶ τί σὺ ὧδε»; Αἰνιττόμενος αὐτοῦ τὴν φυγήν, ἀντὶ τοῦ Ἔφυγες· ποῦ ἐστιν ἡ παῤῥησίᾳ ἐκείνη; Ἵνα μάθῃς, μὴ σαυτῷ θαῤῥεῖν. «Τί ὧδε, Ἠλία; Καὶ τί σὺ ὧδε»; Ἀλλ’ ὅμως ἡ Ἠλίας ἀποκρίνεται, ἄλλα μὲν ἔχων ἐν τῇ γνώμῃ, ἄλλα δὲ λέγων. Τί γὰρ ὁ Ἠλίας πρὸς ταῦτα; «Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼν ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχὴν μου λαβεῖν αὐτήν». Τί οὖν πρὸς αὐτὸν ὁ Θεός; Εὐθὺς αὐτὸν ἐλέγχει. Οὐ διὰ τοῦτο ἔφυγες, φησίν, Ἠλία· οὐ γὰρ σὺ μόνος εἶ ὁ μὴ προσκυνήσας τῇ Βαάλ· εἶτα ἐπάγει ἐλέγχων αὐτόν· «Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βαάλ». Ἤλεγξε τοίνυν αὐτόν, ὅτι οὐ διὰ τοῦτο ἔφυγεν, ἀλλὰ διὰ τὸν τῆς γυναικὸς φόβον ἀνεχόμενος· καὶ μία γυνὴ τὸν τοιοῦτον καὶ τηλικοῦτον ἄνδρα δραπέτην καὶ φυγάδα ἐποίησεν, ἵνα μάθῃς, Ἠλία, ὅταν τι παράδοξον ποιῇς, μὴ σαυτῷ ἐπιγράφειν, ἀλλὰ τῇ τοῦ Θεοῦ δυνάμει. Εἶδες πῶς ὅτε ἀπέστη ἡ χάρις, ἠλέγχθη ἡ φύσις; «Ἔφυγεν Ἠλίας ὁδὸν ἡμερῶν τεσσαράκοντα». Ὤ φόβου ἐπίτασις! Ὤ δειλίας ὑπερβολή! Οὐ μίαν ἔφυγεν ἡμέραν, οὐ δευτέραν, οὐ τρίτην, ἀλλὰ τεσσαράκοντα ἡμέρας, καὶ αὐτὸς τὰς πανερήμους κατέλαβεν, οὐ τροφὴν ἔχων, οὐ σιτηρέσιον ἐπαγόμενος· μεθύων γὰρ ἀπὸ τοῦ φόβου, τούτων οὐκ ἐφρόντιζεν, ἀλλὰ τὰς ἀοικήτους ἐδίωκεν. Εἰσῆλθεν ὁ λόγος τῆς γυναικὸς εἰς τὸν προφήτην, καὶ καθάπερ ζέφυρος σφοδρῶς ἐμπεσὼν εἰς ἱστίον τῇ ῥύμῃ τὴν ὁλκάδα ἀποπέμπει· οὕτως ὁ λόγος τῆς γυναικὸς εἰσελθὼν εἰς τὸν προφήτην, μετὰ πολλῆς ῥύμης αὐτὸν εἰς τὴν ἔρημον ἐξέπεμψε. Ποῦ ἔστιν, Ἠλία, τὰ τῆς παῤῥησίας ἐκείνης; Ποῦ τὸ στόμα τὸ φοβερόν; Ποῦ ἡ γλῶττα ἡ ἡνίοχος τῶν ὄμβρων· ποῦ ὁ ἑκατέροις ἐπιτάττων τοῖς στοιχείοις, ποτέ μὲν οὐρανὸν κλείων, ποτέ δὲ πῦρ καλῶν ἐπὶ τὴν θυσίαν; Ἀλλ’ ὅμως, ὡς προεῖπον, ταῦτα ἐποίει τῆς χάριτος ἐνεργούσης· διὸ καὶ ἐλέγχεται ὑπὸ Θεοῦ. Ὁρᾷς πῶς μικρῷ ἁμαρτήματι συνεχωρήθη πεσεῖν ἵνα ὁλόκληρον χιτῶνα φιλανθρωπίας ἐνδύσηται; Λοιπόν, Ἠλία, ἐπαιδεύθης, γενοῦ φιλάνθρωπος ὡς ὁ Δεσπότης σου, ἐξ ὧν ἐπαιδεύθης, ἐξ ὧν ἔμαθες παρὰ τοῦ Δεσπότου σου.
    Εἶδες πῶς συνεχώρησεν ὁ Θεὸς μικρῷ ἁμαρτήματι περιπεσεῖν τοὺς στύλους ἐκείνους, τοὺς προβόλους, τοὺς πύργους; Ἵνα μὴ τῷ ἑαυτῶν ἀναμαρτήτῳ πάντας ἀπὸ τῆς ἐκκλησίας ἐκκόψωσιν· ἵνα ὅταν ἴδωσί τινα ἁμαρτήσαντα, καὶ θέλωσιν ἀσπλαγχνίαν ἐνδείξασθαι εἰς αὐτόν, ἀναμνησθῶσι τῆς ἑαυτῶν ἁμαρτίας, καὶ τῆς αὐτῆς αὐτῷ μεταδώσωσι φιλανθρωπίας, ἧς καὶ αὐτοὶ τετυχήκασι παρὰ τοῦ Δεσπότου.
    Ταῦτα εἰρήκαμεν οὐ τῶν δικαίων κατηγοροῦντες, ἀλλ’ ὑμῖν ὁδὸν σωτηρίας προκαταρτίζοντες, ἵνα ὅταν ἁμαρτήσητε, μὴ ἀπογνώσητε τῆς ἑαυτῶν σωτηρίας τῇ μνήμῃ τῶν πεπλημμεληκότων δικαίων, καὶ τῇ μετανοίᾳ τῆς τιμῆς μὴ ἐλαττωθέντων. Εἴπομεν δὲ αὐτῶν πρῶτον τὰς ἀρετάς, καὶ τότε εἰσηγάγομεν τὰ ἁμαρτήματα. Καὶ σὺ τοίνυν, εἰ καὶ ἁμαρτωλὸς εἶ, μὴ ἀπολειφθῇς, ἵνα ἔναυλον ἔχων τῶν γραφῶν τὴν γνῶσιν δίκαιος διαμένῃς, μεμνημένος τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν, καὶ τῶν ἀγαθῶν ἐκείνων ὧν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ὅτι αὐτῷ πρέπει ἡ δόξα σὺν τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.  

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.