Ἡ Γέννησις τοῦ Ἰησοῦ Χριστοῦ
Ἁγ. Συμεὼν τοῦ Νέου Θεολόγου
«Βηθλεὲμ ἑτοιμάζου· εὐτρεπιζέσθω ἡ φάτνη· τὸ Σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν· ἡ σκιὰ παρέδραμε· καὶ Θεὸς ἀνθρώποις, ἐκ Παρθένου πεφανέρωται, μορφωθείς τὸ καθ' ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν».
«Δεῦτε πιστοὶ ἐπαρθῶμεν ἐνθέως, καὶ κατίδωμεν συγκατάβασιν θεϊκὴν ἄνωθεν, ἐν Βηθλεὲμ πρὸς ἡμᾶς ἐμφανῶς· καὶ νοῦν καθαρθέντες, τῷ βίῳ προσενέγκωμεν, ἀρετάς ἀντὶ μύρου, προευτρεπίζοντες πιστῶς, τῶν Γενεθλίων τὰς εἰσόδους, ἐπὶ τῶν ψυχικῶν θησαυρισμάτων, κράζοντες· Ἐν ὑψίστοις δόξα, Θεῷ τῷ ἐν Τριάδι, δι' οὗ ἐν ἀνθρώποις εὐδοκία ἐπεφάνη, τὸν Ἀδὰμ ἐκλυτρώσασθαι, τῆς ἀρχεγόνου ἀρᾶς ὡς Φιλάνθρωπος».
(Ἀπό τὴν ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΩΡΩΝ)
Αγίου Συμεών του Νέου Θεολόγου:
Βίβλος τῶν Ἠθικῶν Λόγος Α΄. Κεφάλαιο γ΄.
«Καί πάντες οἱ ἅγιοι τόν Λόγον τοῦ Θεοῦ ἐν ἑαυτοῖς συλλαμβάνουσι τῇ Θεοτόκῳ παραπλησίως καί γεννῶσιν αὐτόν καί γεννᾶται ἐν αὐτοῖς καί γεννῶνται ὑπ᾿ αὐτοῦ, καί υἱοί καί ἀδελφοί καί μητέρες αὐτοῦ χρηματίζουσιν… Ἕκαστος ἡμῶν τῶν ἀνθρώπων πιστεύομεν εἰς αὐτόν τόν Υἱόν τοῦ Θεοῦ καί Υἱόν τῆς ἀειπαρθένου καί θεοτόκου Μαρίας καί πιστεύοντες δεχόμεθα τόν περί αὐτοῦ λόγον πιστῶς ἐν ταῖς καρδίαις ἡμῶν, ὅν καί ὁμολογοῦντες τῷ στόματι καί ὑπέρ τῶν προτέρων ἡμῶν ἀνομημάτων μετανοοῦντες ἀπό ψυχῆς, εὐθύς, ὥσπερ ἐν τῇ γαστρί τῆς Παρθένου εἰσῆλθεν ὁ Θεός Λόγος τοῦ Πατρός, οὕτως καί ἐν ἡμῖν αὐτοῖς ὁ λόγος ὅν δεχόμεθα, διδασκόμενοι τήν εὐσέβειαν, ὥσπερ σπόρος εὑρίσκεται».
Περί τῆς τοῦ Λόγου Σαρκώσεως καί
κατά τίνα τρόπον δι’ ὑμᾶς ἐσαρκώθη
Για να προσεγγίσουμε την σάρκωση του Λόγου και την απόρρητη γέννησή του από την αειπάρθενο Μαρία και να κατανοήσουμε καλά το μυστήριο της οικονομίας για την σωτηρία του γένους μας το κρυμμένο προ των αιώνων (Εφεσίους 3:9), θα μας βοηθήσει η εξής γνωστή εικόνα: