Ἁγίου Ἰωάννου τοῦ
Χρυσοστόμου
«Ὅτε δὲ ἔπεμπεν αὐτούς, οὐκ εἶπεν, Ἔδωκεν αὐτοῖς
Πνεῦμα ἅγιον· ἀλλ' Ἔδωκεν αὐτοῖς ἐξουσίαν, λέγων· Λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε, νεκροὺς ἐγείρετε· δωρεὰν
ἐλάβετε, δωρεὰν δότε. Ἐπὶ δὲ τῶν προφητῶν παρὰ πάντων ὡμολόγηται, ὅτι Πνεύματος ἁγίου δόσις
ἦν, ἀλλ' ἦν αὕτη ἡ χάρις συσταλεῖσα καὶ ἀποστᾶσα,
καὶ ἀπὸ τῆς γῆς ἀπολιποῦσα ἀπὸ τῆς ἡμέρας
ἐκείνης, ἀφ' ἧς ἐρρήθη, Ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.
Καὶ πρὸ ἐκείνης δὲ ἀρχὴν ἐλάμβανεν αὕτη ἡ σπάνις. Οὐκ ἔτι γὰρ προφήτης παρ'
αὐτοῖς ἦν, οὐδὲ ἐπώπτευεν αὐτῶν τὰ ἅγια ἡ χάρις. Ἐπεὶ οὖν ἀνέσταλτο μὲν τὸ Πνεῦμα
τὸ ἅγιον, ἔμελλε δὲ λοιπὸν ἐκχεῖσθαι δαψιλῶς· ταύτης δὲ τῆς διανομῆς ἀρχὴ μετὰ
τὸν σταυρὸν ἐγίνετο, οὐ μόνον δαψιλείας, ἀλλὰ καὶ μειζόνων χαρισμάτων (καὶ γὰρ
θαυμαστοτέρα ἦν ἡ δωρεὰ, ὡς ὅταν λέγῃ· Οὐκ
οἴδατε ποίου πνεύματός ἐστε· καὶ πάλιν, Οὐ
γὰρ ἐλάβετε πνεῦμα δουλείας, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας. Καὶ γὰρ οἱ παλαιοὶ καὶ αὐτοὶ μὲν πνεῦμα εἶχον,
ἄλλοις δὲ οὐ παρεῖχον· οἱ δὲ ἀπόστολοι μυριάδας ἐνέπλησαν)·
ἐπειδὴ οὖν ταύτην ἔμελλον λαμβάνειν τὴν χάριν, οὔπω δὲ ἦν δοθεῖσα,
διὰ τοῦτό φησιν· Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον.
Ἐπεὶ οὖν περὶ ταύτης λέγων τῆς χάριτος ὁ εὐαγγελιστὴς ἔλεγεν· Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, τουτέστι, δοθέν,
ἐπεὶ Ἰησοῦς οὐδέπω ἐδοξάσθη, δόξαν καλῶν τὸν σταυρόν. Ἐπειδὴ γὰρ ἐχθροὶ ἦμεν καὶ ἡμαρτηκότες καὶ
ὑστερούμενοι τῆς δωρεᾶς τοῦ Θεοῦ, καὶ θεοστυγεῖς· ἡ δὲ χάρις
καταλλαγῆς ἦν ἀπόδειξις· δῶρον δὲ οὐ τοῖς ἐχθροῖς, οὐδὲ τοῖς
μισουμένοις, ἀλλὰ τοῖς φίλοις δίδοται, καὶ τοῖς εὐηρεστηκόσιν· ἔδει πρότερον προσενεχθῆναι
τὴν ὑπὲρ ἡμῶν θυσίαν, καὶ τὴν ἔχθραν ἐν τῇ σαρκὶ καταλυθῆναι, καὶ γενέσθαι τοῦ
Θεοῦ φίλους, καὶ τότε λαβεῖν τὴν δωρεάν».
(Χρυσοστόμου Ἰωάννου, Ὑπόμνημα εἰς τὸν ἅγιον Ἰωάννην τὸν Ἀπόστολον καὶ
Εὐαγγελιστήν, ὁμιλία ΝΑʹ, T.L.G. vol 59, pg 284, ln 29- 63).
Ἁγίου Κυρίλλου
Ἀλεξανδρείας
«Λογιζώμεθα τοίνυν·
ἀναλήψομαι γὰρ τὸν τοῦ λόγου σκοπόν· ἐν μὲν τοῖς ἁγίοις προφήταις ἔλλαμψιν ὥσπερ
τινὰ πλουσίαν καὶ δᾳδουχίαν γενέσθαι τοῦ Πνεύματος, παιδαγωγεῖν ἰσχύουσαν εἰς τὴν τῶν ἐσομένων κατάληψιν καὶ τῶν
κεκρυμμένων τὴν γνῶσιν· ἐν δὲ τοῖς πιστεύουσιν εἰς Χριστὸν οὐ δᾳδουχίαν ἁπλῶς τὴν
ἀπὸ τοῦ Πνεύματος, ἀλλ' αὐτὸ κατοικεῖν τὸ Πνεῦμα, καὶ ἐναυλίζεσθαι
τεθαρσήκαμεν. ὅθεν εἰκότως καὶ ναοὶ Θεοῦ χρηματίζομεν, καίτοι τῶν ἁγίων προφητῶν
οὐδενὸς θείου ναοῦ κεχρηματικότος πώποτε. ἐπεὶ πῶς ἐκεῖνο διαληψόμεθα, τί δὲ δὴ
καὶ ἐροῦμεν ὅταν ἀκούσωμεν τοῦ Σωτῆρος λέγοντος ἡμῶν Χριστοῦ "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν
γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ
τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν;" καὶ τίς ἡ βασιλεία τῶν οὐρανῶν; ἡ δόσις
δηλονότι τοῦ Ἁγίου
Πνεύματος κατ' ἐκεῖνο τὸ εἰρημένον "Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστίν"· ἐναυλίζεται
γὰρ ἡμῖν τὸ Πνεῦμα διὰ τῆς πίστεως. ὁρᾷς οὖν ὅπως προτάττει παντὸς γεννητοῦ
γυναικῶν τὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καὶ τοῦ τελείου μειονεκτούμενον; καὶ
μή τις οἰέσθω τὴν δόξαν, ἢ τῆς ἐκείνων ἀρετῆς κατασμικρύνειν ἡμᾶς τῶν ἁγίων, ἢ
ἀμείνους εἶναι λέγειν καὶ τοὺς εὐτελεστάτους. οὐ γὰρ τοῦτό φαμεν· ἀσύγκριτον
γὰρ τῆς ἐκείνων πολιτείας τὸ κάλλος. ὑπὲρ δὲ τοῦ συνιέναι σαφῶς ἐν ὀλίγοις
διερμηνεύσωμεν τὸ παρὰ τοῦ Σωτῆρος ἡμῶν εἰρημένον. μέγας ἦν ὄντως ὁ μακάριος Βαπτιστὴς,
καὶ διὰ πάσης μὲν ἀρετῆς ἐκπρεπέστατος, ἐπ' αὐτοὺς δὲ λοιπὸν ἐλάσας τῆς ἐνούσης
ἐν ἡμῖν δικαιοσύνης τοὺς ὅρους, ὡς ὑπέρτερον εἶναι μηδέν. ἀλλ' ὁ οὕτως ἔχων ἐδεῖτο
Χριστοῦ λέγων "Ἐγὼ χρείαν ἔχω ὑπὸ
σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ;" ὁρᾷς ὅπως τέλειος ὤν, ὅσον ἧκεν
ἐν ἀνθρώποις καὶ ἐν γεννητοῖς γυναικῶν, ἀνακτίζεσθαι τρόπον τινὰ καὶ
ἀναγεννᾶσθαι παρακαλεῖ διὰ τοῦ Ἁγίου Πνεύματος; ὁρᾷς ὅπως παραχωρεῖ τοῖς
ἀναγεννηθεῖσι τὸ μεῖζον, δι' ὧν αὐτὸς ἔτι δεῖσθαι τούτου φησίν; εἰ μὲν γὰρ ᾖ ἐν
ἀμείνοσι μὴ βεβαπτισμένος, τί τὸ βαπτίζεσθαι παρακαλεῖν αὐτὸν καὶ ἀναπεῖθον; εἰ
δὲ οἶδεν ἑαυτὸν ἐσόμενον ἐν βελτίοσιν, ὅταν ἔρχῃ τὸ βάπτισμα, πῶς οὐκ ἀναθήσει
τὸ μεῖζον τοῖς ἤδη βεβαπτισμένοις; μείζονα τοιγαροῦν καὶ αὐτοῦ φησιν Ἰωάννου
Χριστὸς τὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μικρότερον, τουτέστι, καὶ τὸν ἄρτι
βεβαπτισμένον, οὔπω δὲ καὶ τὸ ἐν ἔργοις ἐξαίρετον ἔχοντα, κατὰ τοῦτο μόνον,
καθὸ γεννητὸς μὲν ἔτι γυναικὸς ὁ μακάριος ἦν Βαπτιστὴς, ὁ δὲ ἐκ Θεοῦ
γεγέννηται, κατὰ τὸ γεγραμμένον, καὶ θείας γέγονε φύσεως κοινωνὸς, ἐνοικοῦν
ἔχων ἐν αὐτῷ τὸ Ἅγιον Πνεῦμα, καὶ ναὸς ἤδη χρηματίζων Θεοῦ.
Ἐπ' αὐτὸ δὲ δὴ πάλιν
ἀναδραμοῦμαι τὸ προκείμενον. ἐγίνετο μὲν γὰρ ἐν προφήταις τὸ Πνεῦμα διὰ τὴν τοῦ
προφητεύειν χρείαν· ἐνοικίζεται δὲ νῦν διὰ Χριστοῦ τοῖς πιστεύουσι, καὶ ἐν αὐτῷ
πρῶτον ἀρξάμενον ὅτε γέγονεν ἄνθρωπος. ἔχει μὲν γὰρ ὡς Θεὸς ἀδιαστάτως, τὸ
οὐσιωδῶς ἐκπεφυκὸς αὐτῷ, καὶ ἴδιον αὐτοῦ Πνεῦμα. χρίεται δὲ δι' ἡμᾶς καὶ τὸ Πνεῦμα
λαμβάνειν ὡς ἄνθρωπος λέγεται, οὐχ ἑαυτῷ τὴν τῶν θείων ἀγαθῶν ἐμπορίζων
μετάληψιν, ἀλλὰ τῇ ἀνθρώπου φύσει, καθάπερ οὖν ἤδη προεδιδάξαμεν. ὅταν τοίνυν
ἡμῖν ὁ θεῖος Εὐαγγελιστής Οὔπω γὰρ ἦν Πνεῦμα λέγει ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη,
τὴν ὁλοσχερῆ καὶ ὁλόκληρον κατοίκησιν ἐν ἀνθρώποις τοῦ Ἁγίου Πνεύματος
σημαίνειν αὐτὸν ὑποτοπήσωμεν».
(Κυρίλλου Ἀλεξανδρείας, Ἑρμηνεία ἤτοι Ὑπόμνημα εἰς τὸ κατὰ Ἰωάννην
Εὐαγγέλιον, T.L.G. volume 1, page 696, line 4- 698, line 5).
«“Μείζων ἐν γεννητοῖς
γυναικῶν προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν”.
Ὁ μὲν γὰρ μακάριος Ἰωάννης,
ὁμοῦ τοῖς ἄλλοις ὅσοι πρὸ αὐτοῦ γεγόνασιν, γεννητός
ἐστι γυναικός· οἱ δὲ τὴν πίστιν προσηκάμενοι, οὐκέτι γεννητοὶ γυναικῶν, ἀλλ' υἱοὶ Θεοῦ
χρηματίζουσι· “Ὅσοι γὰρ, φησὶν, ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν
τέκνα Θεοῦ γενέσθαι· οἳ οὐκ ἐξ αἱμάτων, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν”. καὶ ὁ
Παῦλος· “Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ ἐν ταῖς
καρδίαις αὐτῶν κράζον, Ἀββᾶ, ὁ Πατήρ”. Ὅτε γὰρ ἀνεβίω Χριστὸς σκυλεύσας τὸν
ᾅδην, τότε τοῖς πιστεύσασιν εἰς αὐτὸν τὸ τῆς υἱοθεσίας δέδωκε Πνεῦμα, καὶ πρό γε
τῶν ἄλλων τοῖς οἰκείοις μαθηταῖς· “Ἐνεφύσησε γὰρ αὐτοῖς, λέγων· Λάβετε Πνεῦμα ἅγιον·
ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς”, καὶ τὰ ἑξῆς. Ἐπειδὴ γὰρ ὅλως
γεγόνασι θείας κοινωνοὶ φύσεως, τὸ Δεσποτικὸν καὶ κατεξουσιάζον τῶν ὅλων
πλουτήσαντες Πνεῦμα, ταύτῃ τοι καὶ θεοπρεπὲς ἀξίωμα περιτέθεικεν αὐτοῖς, τὸ
ἀφιέναι φημὶ τὰς ἁμαρτίας ὧν ἂν βούλωνται, κρατεῖν δὲ καὶ τὰς ἑτέρων. Ὅτι δὲ
πρὸ τῆς ἀναφοιτήσεως οὐκ ἦν ἐν ἀνθρώποις τῆς υἱοθεσίας τὸ Πνεῦμα, ὁ πάνσοφος εὐαγγελιστὴς
Ἰωάννης δηλοῖ, λέγων· “Οὐδέπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη”·
δόξαν, τὴν ἐκ νεκρῶν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανὸν ἄνοδον λέγων. Ἐκεῖ γὰρ
ἀναφοιτήσας ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἔπεμψεν ἡμῖν ἀνθ' ἑαυτοῦ τὸν Παράκλητον,
καὶ ἐν ἡμῖν ἐστι δι' αὐτοῦ· καὶ τοῦτο ἡμᾶς ἐδίδαξεν, εἰπών· “Ἐὰν μὴ ἀπέλθω, ὁ
Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς”. Λοιπὸν οὖν κἂν ἐλάττους ὦμεν τῶν τὴν ἐν
νόμῳ δικαιοσύνην ἐχόντων, κατά γε τὴν τῆς ζωῆς ἀστειότητά φημι, ἀλλ' ἐν μείζοσι
γεννητῶν γυναικὸς διὰ Χριστόν».
(Κυρίλλου Ἀλεξανδρείας, Ἐξήγησις εἰς τὸ Κατὰ Λουκὰν Εὐαγγέλιον, T.L.G.
volume 72, page 617, line 45-620, line 24).