Ὅσον κι ἂν φαίνεται ἀδιανόητο, εἶναι τόσο μεγάλη ἡ διάβρωση τῶν
πιστῶν ἀπὸ τὴν οἰκουμενιστικὴ προπαγάνδα δεκαετιῶν, ὥστε ἀδελφοί μας μὲ γνήσιο
ἐνδιαφέρον γιὰ τὴν Ὀρθοδοξία μας, νὰ ἀδυνατοῦν νὰ κατανοήσουν, νὰ προσλάβουν, νὰ
παραδεχθοῦν, νὰ «χωνέψουν» τὴν διδασκαλία τῶν Ἁγίων Πατέρων, εἰδικὰ ὡς πρὸς τὸ
θέμα τῆς ἀπομακρύνσεως ἀπὸ τοὺς αἱρετικούς, τῆς «μὴ
κοινωνίας» μετ’
αὐτῶν, εἴτε οἱ αἱρετικοὶ εἶναι Παπικοί, εἴτε
εἶναι Οἰκουμενιστές.
Ἔχουμε δημοσιεύσει δεκάδες ἁγιοπατερικὰ χωρία, στὰ ὁποῖα ξεκάθαρα
παρουσιάζεται ἡ διδασκαλία τῶν Πατέρων ὡς πρὸς τὴν σχέση μας μὲ τοὺς
αἱρετικούς: πὼς δηλαδή, δὲν νοεῖται κοινωνία τῶν Ὀρθοδόξων μὲ αἱρετικούς, σὲ ἐκκλησιαστικὸ κυρίως ἐπίπεδο. Ἀλλὰ παρόλα αὐτά, οἱ πιστοί (καί τινες Ἐπίσκοποι), ἐνῶ
ἀναγνωρίζουν ὅτι οἱ Οἰκουμενιστὲς εἶναι αἱρετικοί, ἀδυνατοῦν νὰ ἐφαρμόσουν τὶς Ἐντολὲς τῶν Πατέρων, ψελλίζοντες
τὶς δικαιολογίες ποὺ ἐπὶ χρόνια «ὑποβάλλουν»
οἱ Οἰκουμενιστές!
Ἄλλη μιὰ φορά, λοιπόν, παρουσιάζουμε κάποια μικρὰ κείμενα, μὲ ἀφορμὴ
παρόμοιες ἀπορίες, ἀλλὰ καὶ τὴν ἐπισήμανση ἑνὸς κειμένου τοῦ ἁγίου Ἰωάννου τοῦ
Δαμασκηνοῦ.
Ἀκούσατε, τί λέγουσιν οἱ
ἐπικατάρατοι Μανιχαῖοι, οἱ ἐσκοτισμένοι περὶ τὸ φῶς, τὸ στόμα τοῦ διαβόλου. ...Τούτοις
ὁμιλήσομεν; Τούτους εἰς κοινωνίαν δεξόμεθα; Ὁ κοινωνῶν αὐτοῖς ὅμοιος
αὐτοῖς ἐστι καὶ τῆς μερίδος αὐτῶν ἔσται καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ
μέλλοντι αἰῶνι. Ἀδελφοί, κοινωνία λέγεται· ἀποθάνωμεν
καὶ μὴ δεξώμεθα εἰς κοινωνίαν τοὺς
Μανιχαίους. Ἀποθάνωμεν, ἵνα ζήσωμεν· ὁ δεχόμενος αὐτοὺς εἰς κοινωνίαν Μανιχαῖός
ἐστιν, ὅμοιος αὐτοῖς. Κρεῖττόν ἐστιν ἰουδαΐσαι καὶ Ἰουδαῖον
ἀποθανεῖν ἤπερ κοινωνῆσαι τοῖς Μανιχαίοις... Ἀκούσατε δὴ
πρὸς θεοῦ, ὦ ἄνδρες, ἀκούσατε, τί φησιν ὁ θεώλεστος Μάνης. Οὐκ ἔστι, φησίν, ὁ
κόσμος τοῦ θεοῦ, ἀλλὰ τοῦ διαβόλου. Ἀπαλλοτριῶσαι ἡμᾶς βούλονται τοῦ θεοῦ ἡμῶν.
(Ἰω. Δαμασκηνοῦ,
Κατὰ Μανιχαίων).
ΤΙΤΛ. ΝΑʹ. —Περὶ ἀμίκτων,
καὶ τῶν ἀκοινωνήτως
ἐχόντων πρὸς ἄλληλα.
«Τί τὸ ἄχυρον πρὸς τὸν σῖτον;».
«Τί κοινωνήσει λύκος ἀμνῷ; οὕτως ἁμαρτωλὸς πρὸς
εὐσεβῆ. Τί κοινωνήσει χύτρα πρὸς λέβητα; αὕτη προσκρούσει,
αὕτη συντριβήσεται». «Οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν, καὶ τραπέζης
δαιμονίων. Τίς μετοχὴ δικαιοσύνης καὶ ἀνομίας; ἢ τίς κοινωνία
φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ
ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;»
(Ἰω. Δαμασκηνοῦ,
Εἰς τὰ ἱερὰ Παράλληλα).
«Καὶ αἰχμαλωτεύοντες πᾶν νόημα
εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ».
Λαμπρὰν καὶ περιφανῆ τὴν νίκην
ποιεῖ. Οὐ γὰρ λόγοις πολεμοῦμεν, φησίν, ἀλλ' ἔργοις πρὸς λόγους. «Καὶ ἐν ἑτοίμῳ
ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ πρότερον ὑμῶν ἡ ὑπακοή». Ὑμᾶς
μὲν γάρ, φησίν, ἀναμένομεν, ἵνα ὅταν διὰ τῆς παραινέσεως καὶ τῆς ἀπειλῆς
διορθώσωμεν ὑμᾶς, καὶ ἐξενέγκωμεν, καὶ ἀποστήσωμεν τῆς
ἐκείνων κοινωνίας, τότε ἐκείνων
ἀπολειφθέντων μόνων τῶν τὰ ἀνίατα νοσούντων, ἐπαγάγωμεν τὴν τιμωρίαν, ὅταν
ὁλοκλήρους ἴδωμεν ὑμᾶς ἀποστάντας τούτων. Ὑπακούετε μὲν γὰρ καὶ νῦν, οὐ τελείως
δέ. Διὸ οὐκ εἶπεν, ὅταν ὑπακούσητε, ἀλλ' ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή.
(Ἰω. Δαμασκηνοῦ,
Εἰς τὰς Ἐπιστολὰς τοῦ Παύλου).
«Πείθεσθε
τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε. Αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν,
ὡς λόγον ἀποδώσοντες...
Τί οὖν φησιν; ἂν πονηρὸς ᾖ,
πειθώμεθα; πονηρὸς πῶς λέγεις; εἰ μὲν πίστεως ἕνεκεν, φύγε αὐτόν,
καὶ παραίτησαι,
μὴ μόνον ἂν ἄνθρωπος ᾖ, ἀλλὰ κἂν ἄγγελος ἐξ οὐρανοῦ κατιών. Εἰ δὲ βίου ἕνεκεν,
μὴ περιεργάζου. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος, Ἐπὶ τῆς Μωϋσέως καθέδρας
ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι... Ἔχουσι, φησί, τὸ ἀξίωμα, ἀλλὰ
βίου εἰσὶν ἀκαθάρτου. Ἀλλὰ μὴ τῷ βίῳ, ἀλλὰ τοῖς λόγοις προσέχετε. Τῶν μὲν γὰρ
ἠθῶν ἕνεκεν οὐδεὶς ἂν βλαβείη. Τί δήποτε; ὅτι καὶ δῆλα πᾶσίν ἐστιν, καὶ οὐδὲ
αὐτός, κἂν μυριάκις ᾖ πονηρός, πονηρὰ διδάξει ποτέ.
Πίστεως δὲ ἕνεκεν, οὔτε δῆλόν
ἐστι πᾶσιν, ὅτε πονηρὸς οὐ παραιτήσεται διδάσκειν. Ἐπεὶ καὶ τό, Μὴ κρίνετε,
ἵνα μὴ κριθῆτε, περὶ βίου ἐστίν, οὐ περὶ πίστεως. Τὸ γοῦν ἐπαγόμενον, τοῦτο
δηλοῖ. Τί βλέπεις, φησίν, τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου,
τὴν δὲ δοκὸν τὴν ἐν τῷ σῷ ὀφθαλμῷ οὐ κατανοεῖς; Πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν,
ποιεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Ὁρᾷς ὅτι οὐ περὶ δογμάτων ἐστίν,
ἀλλὰ περὶ βίου καὶ ἔργων. Ἀλλὰ ὁ Παῦλος πρότερον συνέστησεν αὐτούς, καὶ τότε
φησίν, Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε.
(Ἰω. Δαμασκηνοῦ,
Εἰς τὰς Ἐπιστολὰς τοῦ Παύλου –Ἀπὸ κείμενο τοῦ ἱ. Χρυσοστόμου).