Κυριακή 23 Μαρτίου 2014

«Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν...».




Ἀγαπητέ, Χριστιανὸς εἶ διὰ τῆς χάριτος τοῦ Θεοῦ; Τήρησον τὰς ἐντολὰς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ σωθήσῃ· γέγραπται γάρ· ὅτι ἐπ' ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν.
Εἰ δὲ βούλει καὶ ἐπὶ τὸν ἀκριβῆ βίον τῶν μοναχῶν ἐλθεῖν, ὅπως καὶ τῶν κρειττόνων ἐπιτύχῃς, ἐὰν μὴ θῇς ἐν τῷ λογισμῷ σου, ὅτι ἤδη μετέστης τοῦ βίου τούτου, καὶ ἡγήσῃ τὸν κόσμον τοῦτον καὶ τὴν δόξαν αὐτοῦ, ὥσπερ σκηνὴν καταλελυμένην, οὐ δύνασαι νικῆσαι τὰ πάθη τὰ γήϊνα καὶ τὰς κοσμικὰς ἐπιθυμίας, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον τῆς σαρκὸς καὶ ἀπώλειαν· ἀψευδὴς γὰρ ὁ εἰπών·
εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ καὶ ἀκολουθείτω μοι. Ὁ γὰρ θέλων τὴν ψυχὴν αὑτοῦ εὑρεῖν, ἀπολέσει αὐτήν· ὁ δὲ ἀπολέσας αὐτὴν ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὑτοῦ;
Οὐ γάρ ἐστι κόπος βαλεῖν θεμέλιον, ἀλλὰ τὸ ἐκτελέσαι τὴν οἰκοδομήν. Ὅσῳ γὰρ ὑψοῦται ἡ οἰκοδομή, τοσούτῳ πλείω κόπον παρέχει τῷ οἰκοδομοῦντι, ἄχρι τῆς τελειώσεως τοῦ ἔργου. Ἀκούσωμεν τῆς σωτηριώδους φωνῆς τῆς λεγούσης·
τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει πρὸς ἀπαρτισμόν; Ἵνα μήποτε, θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύσαντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν, λέγοντες· οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.
Ἀδελφέ, ἐὰν ἔλθῃς ἀγωνίσασθαι, νηφάλαιος γενοῦ, μήποτε ὁ ἐξεναντίας νικήσας ἐπιχαίρῃ σοι, καὶ ἀντὶ στεφάνου κομίσῃ τὰ ἐναντία. Πᾶς οὖν θέλων γενέσθαι μοναχός, τοῦτο ἐν ἑτοίμῳ ἔχει, τὸ ὑπομεῖναι γενναίως, μήποτε εἰσελθόντος αὐτοῦ εἴπῃ, ὅτι οὐκ ᾔδειν ὅτι ταῦτα ἔμελλόν μοι συμβαίνειν.
Ἰδοὺ προεγνώσθη σοι ταῦτα, ἵνα καὶ σὺ τὸν λογισμόν σου καταρτίσῃς, εἰδὼς ὅτι ἐν τούτῳ φανήσεταί σου ἡ δοκιμή. Σύνες τὸ λεγόμενον, ἀγαπητέ, μὴ σήμερον πρὸς θύραις ὢν καὶ ἐπερωτώμενος εἴπῃς, πάντα ὑπομένω, καὶ αὔριον ἐν λόγοις καὶ ἔργοις παραιτήσῃ...
Ταῦτα οὖν συμβαίνει τῷ προσερχομένῳ τῷ Θεῷ· πρῶτον μὲν πειρασμός, ἔπειτα θλίψεις, εἶτα κόπος, ἀκηδία, γυμνότης, πάθη, στενοχωρία, ἐξουδένωσις· ἐν τούτοις γὰρ φαίνεται ἡ ὑπομονὴ καὶ ἡ δοκιμὴ τῶν πιστῶν· καὶ ἐν τούτοις πᾶσι ὑπερνικᾷ ὁ διδοὺς ἑαυτὸν ἐν ὅλῃ καρδίᾳ τῇ τοῦ Θεοῦ κυβερνήσει, καὶ ὑπομένει τῷ βουλήματι αὐτοῦ.
Μόνον γὰρ τὴν τελείαν πρόθεσιν αἰτεῖ παρ' ἡμῶν ὁ Θεός, καὶ αὐτὸς ἡμῖν ἐπιχορηγήσει τὴν ἰσχύν, καὶ τὸ νῖκος δωρήσεται· καθὼς γέγραπται· ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ' αὐτόν. Καὶ πάλιν λέγει· ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται, καὶ σώσει αὐτούς.

Κυριακή Σταυροπροσκυνήσεως. Ομιλία Ἁγίου Ιουστίνου Πόποβιτς

Γ΄ Κυριακή των Νηστειών – Σταυροπροσκυνήσεως.


202211633_b9b0a82f90 

Ομιλία Ἁγίου Ιουστίνου Πόποβιτς

«Όστις θέλει οπίσω μου ακολουθείν, απαρνησάσθω εαυτόν και αράτω τον σταυρόν αυτού, και ακολουθείτω μοι» (Μαρκ. 8, 34).

Αίροντες το σταυρό, ευαρεστούμε τον Κύριο Ιησού Χριστό, Τον ακολουθούμε. Αν ακολουθούμε τον εαυτό μας, δεν μπορούμε να ακολουθούμε Εκείνον. Όποιος δεν απαρνηθεί τον εαυτό του, δεν μπορεί να Με ακολουθήσει.(Ματθ. 10,38).
Αν ακολουθήσεις το δικό σου νου και όχι το νου του Χριστού, αν ακολουθήσεις το θέλημά σου και όχι το θέλημα του Χριστού, όπως αναφέρεται στο άγιο Ευαγγέλιο, η ψυχή σου δεν είναι καθαρή, δεν είναι αγιασμένη, είναι χαμένη στη ζούγκλα των ψυχοφθόρων και φρικτών πλανών. Διότι η αμαρτία, το κακό, κατόρθωσε να χτίσει μέσα μας δίπλα σε εκείνη τη θεοειδή ψυχή που λάβαμε από το Θεό, τη δική της ψυχή. Αν η αμαρτία μας γίνει έξη,συνήθεια, δημιουργεί μέσα μας τη δική της ψυχή. Αν πράττουμε την αμαρτία, εκείνη σταδιακά μορφώνεται στη ψυχή μας. Κοντά σ’ εκείνη τη θεοειδή ψυχή, την οποία ο Θεός σου έδωσε, εσύ φέρνεις ένα ξένο, ο οποίος σε αιχμαλωτίζει. Αυτός διαφεντεύει, εξουσιάζει, ενώ ό,τι θεϊκό είναι μέσα σου, είναι σαν κοιμισμένο, σαν μουδιασμένο. Το απέρριψες και εκείνο δε ζει μέσα σου πεθαίνει.
Η αμαρτία δημιουργεί μέσα μας δικό της κόσμο, δημιουργεί μέσα μας δική της φιλοσοφία, δική της αντίληψη για τον κόσμο. Η αμαρτία επιδιώκει να καταλάβει τη θέση του Θεού στη