ΨΑΛΜΟΣ 19ος
ΕΠΑΚΟΥΣΑΙ σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ ᾿Ιακώβ.
Ἐξαποστείλαι σοι βοήθειαν ἐξ
ἁγίου καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.
Μνησθείη πάσης θυσίας σου
καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.
Δῴη σοι Κύριος κατὰ τὴν καρδίαν
σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.
Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ
σου καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
Πληρώσαι Κύριος πάντα τὰ
αἰτήματά σου.
Νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν
χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ· ἐν δυναστείαις ἡ
σωτηρία τῆς δεξιᾶς αὐτοῦ.
Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν
ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
Αὐτοὶ συνεποδίσθησαν καὶ
ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.
Κύριε, σῶσον τὸν βασιλέα,
καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.