Ἡ ἄρνηση τοῦ ὅρκου
ἀπὸ μέλη τῆς νέας κυβέρνησης δημιούργησε ταραχὴ σὲ πολλούς, ἢ ἀποτέλεσε
εὐκαιρία νὰ τοποθετηθοῦν ὑπὲρ ἢ κατὰ τοῦ ὅρκου κάποιοι, περισσότερο ἀπὸ ἰδεολογικο-κομματικο-πολιτικὲς πεποιθήσεις κινούμενοι, παρὰ
ἀπὸ τὴν διάθεση νὰ παρουσιάσουν τὴν Εὐαγγελικὴ διδασκαλία γιὰ τὸν ὅρκο.
Ἐντύπωση μᾶς ἔκανε ἡ
τοποθέτηση ἱστολόγου, γνώστη τῆς ἐκκλησιαστικῆς ἀρχῆς περὶ τῆς «συμφωνίας τῶν Πατέρων» (consensus
Ratrum),
ὁ ὁποῖος, ἔχει ἀρχίσει μιὰ «κόντρα» μὲ τὸν Μητροπολίτη Ἀργολίδος. Ὁ μητροπ. Ἀργολίδος, (ἀφοῦ μᾶς παρουσίασε τὴν οἰκουμενιστική του ταυτότητα), εἶδε θετικὰ τὴν ἐνέργεια τῶν κυβερνώντων νὰ μὴν ὁρκιστοῦν (δεῖτε ἐδῶ)
καὶ ὑπενθύμισε τὸ αὐτονόητο, ὅτι τὸ Εὐαγγέλιο εἶναι κατὰ τοῦ ὅρκου. Τὸ ἂν αὐτὸ τὸ ἔκανε
γιὰ λόγους Πίστεως, ὁ Θεὸς ξέρει, ἐμεῖς ἁπλῶς σημειώνουμε ὅτι δὲν ἔκανε τὸ ἴδιο κατὰ πολιτικῶν προηγουμένων κυβερνήσεων, οἱ ὁποῖοι καὶ ἀπάτησαν –ὁρκιζόμενοι
χωρὶς νὰ πιστεύουν πολλοὶ στὸ Εὐαγγέλιο, πάνω στὸ ὁποῖο ὁρκίστηκαν– ἀλλὰ καὶ
στὴν συνέχεια ἐπιόρκησαν.
Γιὰ νὰ στηρίξει, λοιπόν, τὶς
θέσεις του ὁ κ. Τελεβάντος, ἐπιστρατεύει ἕνα Ἅγιο· παραθέτει τὴν γνώμη περὶ ὅρκου
τοῦ ἁγίου Νεκταρίου, ὁ ὁποῖος δέχεται ὅτι ὁ ὅρκος τῶν ἀρχόντων ἐπιτρέπεται. Ὅμως,
ὁ Ἅγιος, στὸ θέμα αὐτὸ προσπαθεῖ νὰ οἰκονομήσει τὸ πρόβλημα τοῦ ὅρκου τῶν
Ἀρχόντων, ποὺ μετὰ τὴν Τουρκοκρατία εἶχε ἐμφανισθεῖ στὴν Ἑλλάδα, ἴσως δὲ νὰ μὴν
εἶχε τὴν δυνατότητα νὰ ἐρευνήσει ὅλα τὰ κείμενα τῶν Ἁγίων. Οὕτως ἢ ἄλλως ἡ θέση
του, ὡς οἰκονομία, ἔχει ἡμερομηνία λήξεως. Καὶ ὁ κ. Τελεβάντος γνωρίζει τὰ περὶ
Οἰκονομίας στὴν ζωὴ τῆς Ἐκκλησίας.
Παρὰ τὶς κατὰ καιροὺς παρεκκλίσεις
σὴν ἱστορικὴ πορεία τῆς Ἐκκλησίας, πάντα οἱ Ἅγιοι ὑπενθύμιζαν τὴν Ἀκρίβεια, ἀλλὰ
ἀκόμα καὶ αὐτοκράτορες θέσπισαν εἰδικοὺς νόμους γιὰ τὴν ἀπαγόρευση τοῦ ὅρκου, ὅπως
γράφει καὶ ὁ ἀείμνηστος π. Χαράλαμπος Βασιλόπουλος:
«Επίσης, ευσεβείς
αυτοκράτορες του Βυζαντίου δια νόμων απαγόρευσαν
στους υπηκόους τους να ορκίζωνται επί του Ιερού Ευαγγελίου.Νεαρά Διάταξις,
εκδοθείσα υπό της αυτοκράτειρας Ειρήνης, λέγει: “Ταύτη τη θεία νομοθεσία (που
απαγορεύει τον όρκο) τον αυχένα του κράτους ημών υποκύπτομεν και την παρά
ταύτην κρατήσασαν παράνομον συνήθειαν αποπεμπόμεθα”».
Γιὰ ὅποιον, λοιπόν, θέλει νὰ
γνωρίσει τὴν διδασκαλία τῆς Ἐκκλησίας μας περὶ ὅρκου, παραθέτουμε
Α) τὴν θέση τοῦ ἁγίου Νεκταρίου
καὶ στὴν συνέχεια
Β) τὶς σημαντικότερες ἀπὸ τὶς
θέσεις τῶν Ἁγίων Πατέρων, οἱ ὁποῖοι εἶναι ἀπόλυτα
ἀρνητικοὶ στὸν ὅρκο, ὅπως ἀπόλυτος ἦταν καὶ ὁ ἴδιος ὁ Κύριος.
(Α)
Ο ΑΓΙΟΣ
ΝΕΚΤΑΡΙΟΣ ΑΠΑΝΤΑ
ΣΤΟΝ ΣΕΒ.
ΑΡΓΟΛΙΔΟΣ ΝΕΚΤΑΡΙΟ ΓΙΑ ΤΟ
ΕΠΙΤΡΕΠΤΟ
ΤΟΥ ΘΡΗΣΚΕΥΤΙΚΟΥ ΟΡΚΟΥ
Ὁ ἅγιος
Νεκτάριος ἀπαντᾶ στὸ ἐρώτημα:
Ἀπαγορεύει ὁ
Σωτὴρ καὶ τὸν ὑπὸ τῶν ἀρχῶν καὶ ἐξουσιῶν ἀπαιτούμενον ὅρκον;
"Ο Σωτὴρ
ἀπηγόρευσε τὸν ὅρκον τὸν πρὸς ἀλλήλους καὶ οὐχὶ τὸν ὅρκον τὸν διδόμενον ἐνώπιον
τῶν ἀρχῶν καὶ ἐξουσιῶν τὸν ὑπὸ τοῦ νόμου ἀπαιτούμενον πρὸς πίστωσιν τῆς
ἀληθείας καὶ διαβεβαίωσιν τῶν ἀρχῶν. Διότι καὶ αὐτὸς ὁ Σωτὴρ ἐξορκισθεὶς ὑπὸ
τοῦ ἀρχιερέως νὰ μαρτυρήσῃ εἰ αὐτός ἐστιν ὁ Χριστός, ἐδέχθη τὸν ὅρκον, καὶ
ὡμολόγησεν ὅτι αὐτός ἐστιν (Ματ. κς´ 63). Ἐπίσης καὶ ὁ Ἀπόστολος Παῦλος γράφων
πρὸς Ῥωμαίους ἐπικαλεῖται μάρτυρα τὸν Θεὸν πρὸς πίστωσιν τῶν λόγων αὐτοῦ, ὅτι
μνείαν ποιεῖται πάντοτε αὐτῶν ἐπὶ τῶν προσευχῶν αὐτοῦ (Ρωμ. α´ 9). Ὡσαύτως καὶ
πρὸς τοὺς Κορινθίους γράφων μάρτυρα τὸν Θεὸν ἐπικαλεῖται πρὸς πίστωσιν τῶν
λόγων τοῦ ὅτι φείδεται αὐτῶν (Β´ Κορινθ. α´ 23). Καὶ ὁ ἄγγελος τῆς Ἀποκαλύψεως
ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισε τὸν Οὐρανὸν καὶ τὰ ἐν
αὐτῷ καὶ τὴν Γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ (Ἀποκ. Ι' 6).
Ὥστε “ὁ ὅρκος ἐπὶ δικαίῳ ἐνώπιον ἀρχῶν
ἐπιτρέπεται».
Ακούτε,
Σεβασμιότατε Αργολίδος, τι λέγει ο Αγιος Νεκτάριος: “ὁ ὅρκος ἐπὶ δικαίῳ ἐνώπιον
ἀρχῶν ἐπιτρέπεται».
Εσείς τι λέτε τώρα; (Τελεβάντος)
Στὴ συνέχεια ἡ ἐκ συμφώνου διδασκαλία τῶν Ἁγίων Πατέρων,
τὴν ὁποία ὁ κ. Τελεβάντος παραθεωρεῖ:
(Α)
«...Δεινὸν ὁ ὅρκος καὶ πάντων ἁμαρτημάτων
χαλεπώτερον».
(Χρυσοστόμου
Ἰωάννου, Κατηχήσεις).
«Ὅρκος ἐν τῷ στόματί σου μὴ
αὐλιζέσθω· ὁ γὰρ ὀμνύων οὐ σωθήσεται, κἂν δοκῇ πᾶσαν ἐντολὴν ποιεῖν».
(Θεοδώρου
Στουδίτου, Ἐπιστολὴ 459, Ἰουλιανῷ βεστήτωρι).
«Ὤμοσε Κύριος, καὶ οὐ
μεταμεληθήσεται. Ὁ ὅρκος τοῦ Θεοῦ ὁ λόγος αὐτοῦ ἐστι,
πληροφορῶν τοὺς ἀκούοντας, καὶ πίστιν ἑκάστῳ παρέχων, ὅτι ὃ ἐπήγγελται καὶ
λαλεῖ, πάντως γενήσεται. Οὐ γὰρ ὡς ἄνθρωπος ὀμνύει Θεός· ἀλλ' ἡμῖν ὁ λόγος αὐτοῦ
ἀντὶ ὅρκου πρὸς ἀλήθειαν γίνεται, ὡς τοῦ ἀμεταμελήτου παντὸς
ἐσομένου, κατὰ τὴν ἐπαγγελίαν ὅρκου τυγχάνοντος» (Μ.
Ἀθανασίου, Ἑρμηνεία εἰς τὸν ΡΘ’ Ψαλμόν).
«Ἅπαξ δὲ ὁ ὅρκος
ἀπηγόρευται,
πολλῷ δὲ δήπου εἰκὸς τὸν ἐπὶ κακῷ γινόμενον κατακεκρίσθαι» (Μ. Βασιλείου, Ἐπιστολὴ 199, Ἀμφιλοχίῳ, περὶ Κανόνων).
«Τὸ γὰρ κακὸν ἐν οἱῳδήποτε
χρόνῳ τολμώμενον ἐπίσης ἐστὶ κακόν. Ὅρκος μὲν ἅπας ἐξοριζέσθω τοῦ καταλόγου τῶν
ἀσκουμένων. Ἡ δὲ κατάνευσις τῆς κεφαλῆς, καὶ ἡ διὰ τῆς φωνῆς συγκατάθεσις ἀντὶ
ὅρκου κρινέσθω, καὶ τῷ λέγοντι καὶ τῷ ἀκούοντι» (Μ.
Βασιλείου, Τοῦ αὐτοῦ Λόγος Ἀσκητικός).
«Θ΄. ...Πάλιν ὁ ὀμνύς,
ἄν τε τοῦτο ἄν τε ἐκεῖνο ᾖ, ὁμοίως
καταδικάζεται. Οὐδὲ γὰρ ὁ Χριστὸς, ὅτε περὶ τούτων διετάσσετο καὶ
ἐνομοθέτει, τοῦτον ἐποιήσατο τὸν διορισμόν, οὐδὲ εἶπεν· Ἐὰν μὲν μοναχὸς ὁ
ὀμνύων ᾖ, ἐκ τοῦ πονηροῦ ὁ ὅρκος· ἐὰν δὲ μὴ μοναχὸς, οὐκέτι· ἀλλ' ἁπλῶς καὶ
καθάπαξ ἅπασιν ἔλεγεν· Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλῳ» (Χρυσοστόμου Ἰωάννου, Πρὸς τοὺς πολεμοῦντας τοῖς ἐπὶ τὸ μονάζειν
ἐνάγουσιν).
«Οὐδὲ
γὰρ τοῦτο μόνον τὸ δεινὸν ἔχει ὁ ὅρκος, ὅτι καὶ παραβαινόμενος καὶ φυλαττόμενος
κολάζει
τοὺς ἁλισκομένους, ὅπερ ἐν οὐδενὶ τῶν ἄλλων ἁμαρτημάτων συμβαῖνον ἴδοι τις ἄν·
ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου κακόν. Τί δὲ τοῦτό ἐστι;...» (Χρυσοστόμου Ἰωάννου, Εἰς τοὺς Ἀνδριάντας, Ὁμιλία ΚΑ΄).
«...Ἑτέραν ἱστορίαν εἰπεῖν καὶ
δεῖξαι καὶ ἐξ ἐκείνης χαλεπωτέραν ταύτης καὶ μείζονα συμφορὰν ἐργασάμενον ὅρκον
ἕνα. Καὶ γὰρ πόλεων καὶ γυναικῶν καὶ παιδίων αἰχμαλωσίαν, καὶ πυρπόλησιν, καὶ
βαρβάρων ἔφοδον, καὶ ἁγίων μολυσμόν, καὶ μυρία ἕτερα χαλεπώτερα τοὺς Ἰουδαίους
ἅπαντας εἷς ὅρκος διέθηκεν» (Χρυσοστόμου Ἰωάννου, Εἰς τοὺς Ἀνδριάντας, Ὁμιλία
ΚΑ΄).
«Ἀναμνήσθητί μοι, πῶς ὁ ὅρκος
οὗτος εἰσελθὼν ἐν τῇ πόλει καὶ οἰκίας καὶ ναὸν καὶ τείχη καὶ οἰκοδομήματα
λαμπρὰ καθεῖλε, καὶ χῶμα τὴν πόλιν ἐποίησε, καὶ οὔτε τὰ Ἅγια τῶν
ἁγίων, οὔτε τὰ σκεύη τὰ ἱερὰ, οὔτε ἄλλο οὐδὲν ἀπέστρεψε τὴν κόλασιν καὶ τὴν
τιμωρίαν ἐκείνην διὰ τὸ παραβαθῆναι τὸν ὅρκον. Καὶ ἡ μὲν πόλις οὕτως ἐλεεινῶς
κατελύετο· ὁ δὲ βασιλεὺς ἐλεεινότερα καὶ ὀδυνηρότερα τούτων ἔπασχε» (Χρυσοστόμου Ἰωάννου, Εἰς τοὺς Ἀνδριάντας, Ὁμιλία ΚΑ΄).
«Ὥσπερ γὰρ θυμός, οὐ θυμὸς ἐπὶ
Θεοῦ, ἀλλὰ τὸ τιμωρητικόν, καὶ οὐ πάθος ἐστίν· οὕτως οὐδὲ ὅρκος» (Χρυσοστόμου Ἰωάννου,
Ἑρμηνεία εἰς τὸν ΡΘʹ Ψαλμόν).
«ε΄. Ἔστω δὲ ὑμῖν τὸ ναί, ναί,
καὶ τὸ οὔ, οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστι.
Τί οὖν ἐστι τὸ
περισσὸν τοῦ ναὶ καὶ τοῦ οὔ; Ὁ ὅρκος, οὐ τὸ ἐπιορκεῖν. Ἐκεῖνο γὰρ καὶ
ὡμολογημένον ἐστί, καὶ οὐδεὶς δεῖται μαθεῖν, ὅτι ἐκ τοῦ πονηροῦ ἐστι, καὶ οὐ
περιττόν, ἀλλ' ἐναντίον· τὸ δὲ περιττόν, τὸ πλέον καὶ ἐκ περιουσίας προσκείμενον,
ὅπερ ἐστὶν ὁ ὅρκος» (Χρυσοστόμου Ἰωάννου, Ὑπόμνημα εἰς
τὸ Κατὰ Ματθαῖον Εὐαγγέλιον, Ὁμιλία ΙΖ΄).
«β΄. Διὸ μεγάλῃ καὶ λαμπρᾷ τῇ
φωνῇ κηρύττω πᾶσι, καὶ διαμαρτύρομαι, ὥστε τοὺς τὴν παράβασιν ταύτην
ἐπιδεικνυμένους, τοὺς τὰ ἐκ τοῦ πονηροῦ φθεγγομένους (τοῦτο
γάρ ἐστιν ὁ ὅρκος),
τῶν οὐδῶν μὴ ἐπιβαίνειν τῶν ἐκκλησιαστικῶν» (Χρυσοστόμου
Ἰωάννου, Ὑπόμνημα εἰς τὰς Πράξεις τῶν Ἀποστόλων, Ὁμιλία Η΄).
«εʹ. Οὐ μικρόν τι πρὸς τοῦτο
καὶ τὸ μὴ ὀμνύναι συντελεῖ, καὶ τὸ μὴ ὀργίζεσθαι. Ἀπὸ τοῦ μὴ ὀργίζεσθαι οὐδὲ
ἐχθρὸν ἕξομεν. Ἔκκοψον ἀνθρώπου τὸν ὅρκον, καὶ τὰ πτερὰ περιέκοψας τῆς ὀργῆς,
τὸν θυμὸν ἔσβεσας ἅπαντα.
...Φέρε δὴ λοιπόν, τίνος ἕνεκεν ἐπεισῆλθεν
ὁ ὅρκος, καὶ διὰ τί
συνεχωρήθη εἶναι, εἴπωμεν. Ἄνωθεν τὴν γένεσιν αὐτοῦ διηγούμενοι, καὶ πότε ἐτέχθη,
καὶ πῶς, καὶ παρὰ τίνων... Ἐποίησαν συνθήκας πολλὰς οἱ περὶ τὸν Ἀβραὰμ, καὶ
ἔσφαξαν θύματα, καὶ θυσίας ἀνήνεγκαν, καὶ οὐδέπω ἦν ὅρκος. Πόθεν οὖν ἐπεισῆλθεν ὁ
ὅρκος; Ὅτε τὰ κακὰ ηὐξήθη, ὅτε πάντα ὁμοῦ ἄνω καὶ κάτω γέγονεν, ὅτε πρὸς εἰδωλολατρείαν
ἀπέκλιναν· τότε δή, τότε, ὅτε ἄπιστοι λοιπὸν ἐφαίνοντο, τὸν Θεὸν ἐκάλουν
μάρτυρα, ὥσπερ ἐγγυητὴν διδόντες τῶν λεγομένων ἀξιόχρεων. Τοῦτο γὰρ ὅρκος
ἐστί, τρόπων ἀπιστουμένων ἐγγύη. Ὥστε πρώτη κατηγορία αὕτη
τοῦ ὀμνύοντος, εἰ μὴ πιστεύοιτο χωρὶς ἐγγύου, καὶ ἐγγύου μεγάλου· διὰ γὰρ τὴν
πολλὴν ἀπιστίαν οὐκ ἄνθρωπον ζητοῦσιν ἔγγυον, ἀλλὰ τὸν Θεόν. Δεύτερον, καὶ τοῦ
λαμβάνοντος τὸν ὅρκον τὸ αὐτὸ ἔγκλημα, εἰ ὑπὲρ συναλλαγμάτων διαφερόμενος, τὸν
Θεὸν ἕλκοι πρὸς τὴν ἐγγύην, καὶ λέγοι μὴ ἀφίστασθαι, εἰ μὴ ἐκεῖνον λάβοι. Ὢ τῆς
ὑπερβαλλούσης ἀναισθησίας, ὢ τῆς ὕβρεως! σκώληξ καὶ γῆ καὶ σποδὸς τυγχάνων καὶ
καπνὸς, τὸν Δεσπότην σου ἕλκεις εἰς ἐγγύην, κἀκεῖνον ἀναγκάζεις λαβεῖν» (Χρυσοστόμου Ἰωάννου, Ὑπόμνημα εἰς τὰς Πράξεις τῶν
Ἀποστόλων, Ὁμιλία Θ΄).
«δ΄. Ἄρα περιττὸν ὁ ὅρκος, καὶ τοῦτο μᾶλλον ἀπιστίας, ἢ πίστεως τεκμήριον» (Χρυσοστόμου Ἰωάννου, Ὑπόμνημα εἰς τὴν πρὸς Ἐφεσίους
Ἐπιστολήν, Ὁμιλία Β΄).
«Ὁ ὅρκος οὐκ ἐπὶ τὸ ἐπιορκεῖν·
ἐκεῖνο γὰρ οὐδεὶς δεῖται μαθεῖν, ὅτι ἐκ τοῦ πονηροῦ ἐστι καὶ περιττόν, ἀλλ'
ἐναντίον· τὸ δὲ περιττὸν καὶ τὸ πλέον ὁ ὅρκος ἐστίν. (Χρυσοστόμου
Ἰωάννου, Εἰς τᾶς Καθολικὰς Ἐπιστολάς, Εἰς Ἐπιστολὴν Ἰακώβου, Κεφ. Ε΄).
«εʹ. Ἐπειδὴ ὅρκῳ βεβαιοῦται
τῶν πραγμάτων τὰ πλεῖστα, τὸ στερρὸν καὶ ἀμετάθετον, ὃ ἐκέκτητο
ὁ προφήτης πρὸς τὰς ἐντολὰς τοῦ Θεοῦ, ὅρκον ἐκάλεσε. Σύνηθες γὰρ τοῦτο τῇ
θείᾳ Γραφῇ· ὡς τὸ, Ὤμοσε Κύριος ὁ Θεὸς τῷ Ἀβραάμ· καὶ, Ὤμοσε Κύριος
τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτὴν, διὰ τὸ βέβαιον τῆς θείας
ἐπαγγελίας· ἐπεὶ ὁ ὅρκος παρὰ πάσης τῆς θείας Γραφῆς ἀπᾴδεται, καὶ παρὰ μὲν τῆς
Παλαιᾶς· Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ· καὶ, Οὐκ
ὀμεῖσθε τὸ ὄνομά μου ἐπ' ἀδίκῳ· καὶ, Ὅρκῳ οὐκ ἐθίσεις τὸ στόμα σου,
δηλαδὴ ἐπὶ τοῖς κοσμικοῖς πράγμασιν· ἔφη γὰρ ὁ Ἐκκλησιαστής· Ἐκτησάμην
χρυσίον, ἀργύριον, ἱματισμόν· ἐποίησά μοι κήπους, ἀμπελῶνας, ὑδραγωγούς· καὶ
ἰδοὺ τὰ πάντα ματαιότης, καὶ προαίρεσις τοῦ πνεύματος. Ὁ ἐπὶ τούτων τὸ ὄνομα
τοῦ Θεοῦ ἐπὶ γλώσσης φέρων, ἐπὶ ματαιότητι λαμβάνει τὸν ὅρκον καὶ ἐπ' ἀδίκῳ.
Καὶ αὖθις ὁ Κύριος· Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως· καὶ ὁ αὐτοῦ μαθητὴς
Ἰάκωβος· Πρὸ πάντων, ἀδελφοὶ, μὴ ὀμνύετε. Ὥσπερ
οὖν ἐστιν ἐντολή, μὴ φονεύσῃς, μὴ ἀδικήσῃς· οὕτω καὶ τό, μὴ ὀμόσῃς»
(Χρυσοστόμου Ἰωάννου, Ἑρμηνεία εἰς τὸν ΡΙΗ΄ Ψαλμόν).
«Ὅρκος δὲ ὅλως ἐκ στόματος μὴ ἐξερχέσθω· Δεσποτικὸν γὰρ τὸ παράγγελμα, ὅτι οὐδὲ κατὰ τῆς
ἰδίας σου κεφαλῆς ἀνέχεταί σε ὀμόσαι λέγων, ὅτι Πᾶν τὸ πλεῖον τοῦ Ναί καὶ τοῦ Οὔ, ἐκ τοῦ πονηροῦ
ἐστι» (Χρυσοστόμου Ἰωάννου, Ταλανισμὸς πρὸς τοὺς
φθείροντας τὰς τοῦ Χριστοῦ παρθένους).
«Ὁρᾷς καὶ τυραννίδα καὶ
παιδοκτονίαν καὶ πατροκτονίαν καὶ πόλεμον ἐμφύλιον καὶ μάχην καὶ σφαγὰς καὶ
αἵματα καὶ μυρίους νεκροὺς ἀφ' ἑνὸς ὅρκου κειμένους; εἶδες ὁποῖον ὅρκος
τῆς ἀπωλείας τὸ βάραθρον κατεσκεύασεν; Ἵν' οὖν μὴ καὶ ἡμεῖς τὰ παραπλήσια
ἐκείνοις πεισώμεθα, ἀποστῶμεν τῆς πονηρᾶς τῶν ὅρκων συνηθείας, ὡς
ἂν τοῦ Θεοῦ τὴν εὔνοιαν ἐντεῦθεν ἐπισπασάμενοι» (Χρυσοστόμου
Ἰωάννου, Ἐκλογαὶ ἀπὸ διαφόρων λόγων, Λόγος ΚΘ΄).
«Ὁ δὲ ὅρκος ἔστι μὲν
χαλεπόν, οὐ νομίζεται δὲ εἶναι χαλεπόν. διὰ τοῦτο θρηνῶ καὶ
δέδοικα τὸ ἁμάρτημα· τοῦτο γάρ, τοῦτο τῆς μεθοδείας τοῦ διαβόλου, συγκεκαλυμμένην
εἰσάγειν τὴν ἁμαρτίαν,
καὶ ὥσπερ συνήθει τροφῇ δηλητήριον μιγνύς, οὕτω τῇ προλήψει τῶν
ἀνθρώπων μηχανᾶται ἐγκατακρύψαι τὸν ὅρκον...».
«Δεινὸν ὁ ὅρκος, ἀγαπητέ, δεινὸν καὶ
ἐπιβλαβές· φάρμακον ὀλέθριον, δηλητήριον χαλεπόν, τραῦμα κεκρυμμένον, ἕλκος
ἀφανές, νομὴ συνεσκιασμένη καὶ τὸν ἰὸν ἐπὶ τὴν ψυχὴν ἄγουσα· βέλος σατανικόν,
ἀκόντιον πεπυρωμένον, μάχαιρα δίστομος, ῥομφαία ἠκονημένη, ἁμαρτία ἀσύγγνωστος,
παρανομία ἀπολογίαν οὐκ ἔχουσα, βάραθρον βαθύ, κρημνὸς ἀπότομος, παγὶς ἰσχυρά,
δίκτυον ἐκτεταμένον, δεσμὸς λυθῆναι μὴ δυνάμενος, βρόχος ἀδιεξόδευτος. ἆρα
ἀρκεῖ ταῦτα καὶ πιστεύετε, ὅτι δεινὸν ὁ ὅρκος καὶ πάντων
ἁμαρτημάτων χαλεπώτερον; πείσθητέ μοι, πείσθητε, παρακαλῶ· εἰ δέ τις
ἀπιστεῖ, καὶ τὴν ἀπόδειξιν ἤδη παρέχομαι· ὅπερ γὰρ οὐδεμία ἁμαρτία κέκτηται,
τοῦτο αὕτη ἡ ἁμαρτία ἔχει. τὰς μὲν γὰρ ἄλλας ἐντολὰς μὴ παραβαίνοντες
ἀπαλλαττόμεθα τιμωρίας, τὸν δὲ ὅρκον πολλάκις καὶ φυλάττοντες
καὶ παραβαίνοντες ὁμοίως κολαζόμεθα. τάχα οὐκ ἐνοήσατε τὸ
λεχθέν; οὐκοῦν ἀνάγκη σαφέστερον αὐτὸ πάλιν εἰπεῖν. πολλάκις τις ὤμοσε πρᾶξαι
πρᾶγμα παράνομον καὶ ἐνέπεσεν εἰς βρόχον ἄλυτον· ἀνάγκη γὰρ λοιπὸν ἢ φυλάξαντα
τὸν ὅρκον παρανομεῖν, ἢ μὴ φυλάξαντα τὸν ὅρκον ἐγκλήματι ἐπιορκίας ἁλῶναι· καὶ
γέγονεν ἑκατέρωθεν βαθὺς ὁ κρημνός, ἑκατέρωθεν ὁ θάνατος ἀπαραίτητος καὶ
φυλάττουσι τὴν ἐντολὴν καὶ μὴ φυλάττουσιν. ἆρα ἔστιν ὀλεθριώτερόν τι τοῦ πλημμελήματος
τούτου, ὅταν φυλάττηται καὶ μὴ φυλάττηται;» (Χρυσοστόμου
Ἰωάννου, Κατηχήσεις, Τοῦ αὐτοῦ. Ἐν τῇ προτέρᾳ κατηχήσει διαλεχθεὶς περὶ ὅρκων
ταύτην εἶπεν εἰς τὴν αὐτὴν πάλιν ὑπόθεσιν, δεικνὺς ὅτι οὐ τὸ ἐπιορκεῖν μόνον,
ἀλλὰ καὶ τὸ εὐορκεῖν κόλασιν ἔχει, καὶ ὅτι χρησίμως ὁ Χριστὸς διὰ τριῶν ἡμερῶν
ἀνέστη. Λόγος βʹ.).
«Ὅρκος ἐν τῷ στόματί σου μὴ
αὐλιζέσθω· ὁ γὰρ ὀμνύων οὐ σωθήσεται, κἂν δοκῇ πᾶσαν ἐντολὴν ποιεῖν» (Θεοδώρου Στουδίτου, Ἐπιστολὴ 459, Ἰουλιανῷ βεστήτωρι).
«Ἐπειδὴ καὶ εὐαγγελικόν ἐστι
τοῦ Κυρίου ῥητὸν εἶναι ἡμῶν τὸ Ναί, ναί, καὶ τὸ Οὔ, οὔ. Μέχρι τούτου οἱ ἐν
Χριστῷ βεβαιούτωσαν ἑαυτῶν τοὺς λόγους, καὶ μή, περαιτέρω βαίνοντες, εἰς ὅρκους
καταφεύγωμεν· ὥστε καὶ φθαρτῶν χάριν χρημάτων ὀμνύναι τὸν Θεόν, μάλιστα Μωσέως
νομοθετοῦντος· «Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ». Εἰ γὰρ ὅλως
ἄξιος τυγχάνει τις ὀνομάσαι τὸν Θεόν, ἀξιόπιστός ἐστι καὶ χωρὶς ὅρκου
πιστευθῆναι· ὁ γὰρ πρὸς τὸ μεῖζον ἱκανὸς γενόμενος πολλῷ πλέον πρὸς τὸ ἔλαττον
γένοιτ' ἂν ἱκανός. Εἰ δὲ μή ἐστιν ἀξιόπιστος χωρὶς ὅρκου πιστευθῆναι, οὐκ ἔστιν
ἄρα ἄξιος οὐδὲ ὀνομάσαι τὸ ὄνομα Κυρίου, οὐκ ἔστι πιστὸς ἐν λόγῳ. Πῶς γὰρ ὅλως
τούτῳ μαρτυρήσει ὁ Θεὸς ὀμνύοντι, μὴ ἔχοντι πίστιν, εἰς ἣν ὁ Κύριος ἐπιβλέπει;
...Ἴσως δέ τις ἐπὶ τούτοις
εὐλόγως ἀντιθήσει λέγων· Εἰ ὁ ὅρκος ἀπὸ ἀνθρώπων κεκώλυται, καὶ ἐν τῷ μὴ
ὀμνύναι τις μιμεῖται τὸ Θεῖον, πῶς αὐτὸς ὁ Θεὸς ὀμνύναι
λέγεται ἐν ταῖς θείαις Γραφαῖς;
Καὶ γὰρ καὶ τῷ Ἀβραὰμ ὤμοσεν, ὥσπερ καὶ Μωσῆς μαρτυρεῖ, καὶ ἐν Ὕμνοις δὲ
γέγραπται· «Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ
τὴν τάξιν Μελχισεδέκ». Δόξει γὰρ ἢ ταῦτα μάχεσθαι τοῖς προλεχθεῖσιν, ἢ ἐκ
τούτων ἐπιτρίβεσθαι τοὺς ἀνθρώπους εἰς ὅρκους. Ἀλλ' οὐκ ἔστιν οὕτω· μὴ ταῦτά
τις νομιζέτω. Θεὸς γὰρ κατ' οὐδενὸς ὀμνύει. Πῶς γάρ, αὐτὸς Κύριος καὶ ποιητὴς
τῶν ἁπάντων ὑπάρχων; Ἀλλ' εἰ χρὴ τἀληθῆ λέγειν, ὁ λόγος ὅρκος αὐτοῦ ἐστι,
πληροφορῶν τοὺς ἀκούοντας, καὶ πίστιν ἑκάστῳ παρέχων, ὅτι ὃ ἐπηγγείλατο καὶ
λαλεῖ, πάντως καὶ γενήσεται. Οὐ γὰρ ὡς ἄνθρωπος ὀμνύει Θεός, ἀλλ' ἡμῖν
ὁ λόγος αὐτοῦ ἀντὶ ὅρκου πρὸς
ἀλήθειαν γίνεται.
Ἀνθρώποις δὲ λαλῶν ὀμνύναι λέγεται, καὶ τοῦτο ἀνθρωπικώτερον λαλούντων τῶν
ἁγίων· ἵνα ἀφ' ὧν αὐτοὶ λέγοντες ἀξιοῦσιν, ἀπὸ τούτων αὐτοὶ πιστεύσωσι τῷ
λαλοῦντι Θεῷ. Ὡς γὰρ ἀνθρώπων τὸν λόγον ὅρκος βεβαιοῖ, οὕτως ἃ
λαλεῖ ὁ Θεὸς ἀνθ' ὅρκου λογιζέσθω διὰ τὸ βέβαιον καὶ ἀμετάθετον τῆς
βουλῆς αὐτοῦ. Μαρτυρεῖ δὲ τῷ λεγομένῳ καὶ αὐτὸς ὁ γεγραμμένος ὅρκος· «Ὤμοσε»
γὰρ «Κύριος, καὶ οὐ μεταμεληθήσεται», ὡς τοῦ ἀμεταμελήτου καὶ πάντως ἐσομένου
κατὰ τὴν ἐπαγγελίαν ὅρκου τυγχάνοντος. Τοῦτο δὲ καὶ αὐτὸς ὁ Θεὸς ἐν τῇ Γενέσει
σημαίνει λέγων· «Κατ'
ἐμαυτοῦ ὤμοσα». Τοῦτο δὲ οὐχ ὅρκος ἐστίν.
Οὐδὲ γὰρ κατά τινος ὤμοσεν, ὅπερ ἴδιόν ἐστιν ὅρκου· ἀλλὰ καθ' ἑαυτοῦ, ὅπερ τὴν
τοῦ ὅρκου ὑπόνοιαν ἐκφεύγει, καὶ ἐν ᾧ σημαίνει τὸ βέβαιον τῆς ἐπαγγελίας, καὶ
τὸ χρῆναι πάντως πιστεῦσαι τὸν ἀκούοντα. Ἔστω δὲ καὶ ὁ ὑμνῳδὸς μάρτυς τῶν
λεγομένων, ἀναμιμνήσκων τὸν Θεόν, ψάλλων καὶ λέγων· «Ποῦ εἰσι τὰ ἐλέη σου τὰ
ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαβὶδ ἐν τῇ ἀληθείᾳ σου;». Οὐ γὰρ κατὰ τῆς ἀληθείας
ὀμνύει Θεός· ἀλλ' ἅπερ ἀληθεύων λαλεῖ ὡς ὅρκος ἐστὶ τοῖς ἀνθρώποις πρὸς πίστιν.
Οὔτε οὖν
Θεὸς κατὰ τοὺς ἀνθρώπους ὀμνύει, οὔτε ἡμᾶς ἐκ τούτων εἰς ὅρκους ἐπιτρίβεσθαι
χρή· ἀλλὰ τοιαῦτα λέγωμεν καὶ πράττωμεν, ὡς μὴ ὅρκου δεῖσθαι τοὺς
ἀκούοντας, ἀλλ' ἀφ' ἑαυτῶν ἔχειν τὰ λεγόμενα τῆς ἀληθείας τὴν μαρτυρίαν. Ἐν
τούτῳ γὰρ ὄντως μιμησόμεθα τὸ Θεῖον» (Μ. Ἀθανασίου,
Εἰς τὸ Πάθος τοῦ Κυρίου καὶ εἰς τὸν Σταυρόν).
«Οὐκ ἦλθον καταλῦσαι τὸν
νόμον, ἀλλὰ πληρῶσαι, ὁ τῇ μὲν ἀναιρέσει τῆς ὀργῆς συνεξαλείψας τὸν φόνον, τῷ
δὲ ἀφανισμῷ τῆς ἐπιθυμίας συνεξελὼν τῆς μοιχείας τὸ ἄγος, οὗτος ἐκβάλλει τοῦ βίου καὶ τὴν ἐκ τῆς ἐπιορκίας κατάραν τῇ ἀπαγορεύσει
τοῦ ὅρκου πεδήσας ἐν ἀπραξίᾳ
τὸ δρέπανον· οὐ γάρ ἐστι δυνατὸν ὅρκου γενέσθαι παράβασιν μὴ ὄντος ὅρκου. διό
φησιν Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις· οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ κυρίῳ
τοὺς ὅρκους σου. ἐγὼ δὲ λέγω σοι, φησί, μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος
ἐστὶ τοῦ θεοῦ, μήτε ἐν Ἱεροσολύμοις, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως, μήτε
ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι ποιῆσαι τρίχα λευκὴν ἢ μέλαιναν. ἔστω
δὲ ὑμῶν ὁ λόγος τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ διαβόλου
ἐστίν» (Γρηγορίου Νύσσης, Ἐξήγησις τοῦ Ἄσματος
Ἀσμάτων, Λόγος δʹ).
«2. Δέδια δὲ καθ' ἑκάστην
ὑπόθεσιν λέξεως, † ὡς ταύτην τὴν † ὑπόθεσιν ποιοῦμαι, παρακινούσης με τῆς
ἀληθείας τὰς ἐν αὐτῇ τῇ λέξει θεωρίας ὑποφαίνειν, διὰ τὸ μὴ πολὺ πλάτος
περιποιήσασθαι τῇ συντάξει τῆς διηγήσεως. τοῦ γὰρ κυρίου φήσαντος τῷ Δαυίδ «ἐκ
καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου» καὶ ὅτι «ὤμοσε κύριος τῷ
Δαυὶδ καὶ οὐ μεταμεληθήσεται» δῆλον ὡς ἡ τοῦ θεοῦ ἀμετάθετός ἐστιν ἐπαγγελία.
καὶ πρῶτον μὲν ὅτι ὅρκος παρὰ θεῷ τί ἐστιν ἀλλ' ἢ τό «κατ'
ἐμαυτοῦ ὤμοσα λέγει κύριος»; «οὐ γὰρ κατὰ μείζονος ἔχει ὅρκον ὁ θεός»· ἀλλὰ οὐδὲ ὄμνυσι τὸ
θεῖον, εἰς παράστασιν δὲ βεβαιώσεως ὁ λόγος ἔχει τὴν δύναμιν.
μεθ' ὅρκου γὰρ ὤμοσε κύριος τῷ Δαυὶδ ἐκ καρποῦ τῆς κοιλίας θήσειν ἐπὶ τὸν
θρόνον αὐτοῦ».
«Ὤμοσε Κύριος, καὶ οὐ
μεταμεληθήσεται. Ὁ ὅρκος τοῦ Θεοῦ ὁ λόγος αὐτοῦ ἐστι,
πληροφορῶν τοὺς ἀκούοντας, καὶ πίστιν ἑκάστῳ παρέχων, ὅτι ὃ ἐπήγγελται καὶ
λαλεῖ, πάντως γενήσεται. Οὐ γὰρ ὡς ἄνθρωπος ὀμνύει Θεός· ἀλλ' ἡμῖν ὁ λόγος αὐτοῦ
ἀντὶ ὅρκου πρὸς ἀλήθειαν γίνεται, ὡς τοῦ ἀμεταμελήτου παντὸς
ἐσομένου, κατὰ τὴν ἐπαγγελίαν ὅρκου τυγχάνοντος» (Μ.
Ἀθανασίου, Ἑρμηνεία εἰς τὸν ΡΘ’ Ψαλμόν).
«ΙΖʹ. Τοῦ γὰρ νόμον τὰ τέλη τῶν
ἁμαρτημάτων κωλύοντος, ἡμεῖς καὶ τὰς αἰτίας, ὡς πράξεις σχεδόν, ἐγκαλούμεθα. Οὐ
μοιχεύσεις, φησὶν ὁ νόμος· σὺ δέ, οὐδὲ ἐπιθυμήσεις, ἐκ περιέργου θέας καὶ φιλοπόνου
φλέγων τὸ πάθος. Οὐ φονεύσεις, ἐκεῖνος· σὺ δέ, οὐδὲ ἀντιπλήξεις, ἀλλὰ καὶ
σεαυτὸν ἐμπαρέξεις τῷ παίοντι. Ὅσον ταῦτα ἐκείνων φιλοσοφώτερα! Οὐκ ἐπιορκήσεις,
ἐκεῖνος· σὺ δέ, οὐδὲ ὁμῇ τὴν ἀρχήν, οὐ μικρὸν, οὐ μεῖζον, ὡς τοῦ ὅρκου τὴν ἐπιορκίαν
τίκτοντος» (Γρηγορίου Θεολόγου, Εἰς τὸ Ἅγιον
Πάσχα Λόγος ΜΕ΄).