«Εἴ τις χριστιανὸς διὰ
τὸ ὄνομα τοῦ Χριστοῦ καὶ τὴν εἰς τὸν
Θεὸν πίστιν καὶ ἀγάπην κατακριθῇ ὑπὸ ἀσεβῶν εἰς λοῦδον ἢ θηρία ἢ μέταλλον,
μὴ παρίδητε αὐτόν, ἀλλ' ἐκ τοῦ κόπου καὶ ἐκ τοῦ ἱδρῶτος ὑμῶν πέμψατε αὐτῷ εἰς
διατροφὴν αὐτοῦ καὶ εἰς μισθαποδοσίαν τῶν στρατιωτῶν, ἵνα ἐλαφρυνθῇ καὶ
ἐπιμελείας τύχῃ, ἵν' ὅσον τὸ ἐφ' ὑμῖν μὴ θλίβηται ὁ μακάριος ἀδελφὸς ὑμῶν. Ὁ
γὰρ διὰ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ καταδικαζόμενος, οὗτος μάρτυς ἅγιος, ἀδελφὸς
τοῦ Κυρίου, υἱὸς τοῦ Ὑψίστου, δοχεῖον τοῦ ἁγίου Πνεύματος, δι' οὗ καὶ τὸν
φωτισμὸν τῆς δόξης τοῦ εὐαγγελίου ἔλαβεν ἕκαστος τῶν πιστῶν ἐν τῷ καταξιωθῆναι
τοῦ ἀφθάρτου στεφάνου καὶ τῆς μαρτυρίας τῶν παθημάτων αὐτοῦ καὶ τῆς κοινωνίας
τοῦ αἵματος αὐτοῦ, συμμορφωθῆναι τῷ θανάτῳ τοῦ Χριστοῦ εἰς υἱοθεσίαν.
Τούτου οὖν ἕνεκεν ἅπαντες οἱ πιστοὶ διὰ τοῦ ἐπισκόπου ὑμῶν
ἐκ τῶν ὑπαρχόντων ὑμῶν καὶ ἐκ τοῦ κόπου διακονήσατε τοῖς ἁγίοις· εἰ δὲ οὐκ ἔχει
τις, νηστεύσας τὸ τῆς ἡμέρας καὶ μερίσας τοῦτο ἐκταξάτω τοῖς ὁσίοις· εἰ δέ τις
ἐν περιουσίᾳ ὑπάρχει, καὶ πλεῖόν τι κατὰ ἀναλογίαν τῆς δυνάμεως αὐτοῦ
διακονείτω αὐτοῖς. Εἰ δὲ καὶ οἷός τέ ἐστιν ἅπαντα τὸν βίον ἑαυτοῦ ἀποδόμενος
ῥύσασθαι αὐτοὺς ἐκ τοῦ δεσμωτηρίου, μακάριος ἔσται καὶ φίλος τοῦ Χριστοῦ.
Εἰ γὰρ ὁ τὰ ὑπάρχοντα πτωχοῖς δοὺς τέλειος μετὰ τὴν περὶ
τῶν θείων γνῶσιν, πολλῷ μᾶλλον ὁ ὑπὲρ μαρτύρων· ὁ γὰρ τοιοῦτος, ἄξιος Θεοῦ
ὑπάρξας, πληρώσει τὸ θέλημα αὐτοῦ, χορηγήσας
ἐκείνοις, οἵτινες αὐτὸν ὡμολόγησαν ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε
Ἰσραήλ, περὶ ὧν ὁ Κύριος ἀπεφήνατο λέγων· «Ὃς ἂν ὁμολογήσῃ
ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου
τοῦ ἐν οὐρανοῖς». Καὶ εἰ τοιοῦτοί εἰσιν, ὡς καὶ ὑπὸ Χριστοῦ ἐπὶ
τοῦ Πατρὸς αὐτοὺς μαρτυρεῖσθαι, ὑμεῖς οὐκ ὀφείλετε ἐπαισχυνθῆναι ἀπιέναι πρὸς
αὐτοὺς ἐν ταῖς φυλακαῖς· τοῦτο γὰρ ποιησάντων ὑμῶν, μαρτύριον ὑμῖν λογισθήσεται, ὅτι ἐκείνοις μὲν πείρᾳ τὸ μαρτύριον
ὑπῆρξεν, ὑμῖν δὲ τέως προθυμίᾳ, ὡς
κοινωνοῖς τῆς ἀθλήσεως αὐτῶν».
ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ
ΚΛΗΜΕΝΤΟΣ
Η Εκκλησια, στον δεύτερο Κανών της 6ης Οικουμενικης Συνόδου,έχει αποβάλλει τις Αποστολικες Διαταγές για την ασφάλεια των πιστών!Ο Ιερος Χρυσόστομος δεν τις χρησιμοποιούσε!!Λοιπον, μην τις διαφημίζουμε!!!
ΑπάντησηΔιαγραφή