Κυριακή 18 Μαρτίου 2012

Ἰωάννου Χρυσοστόμου



Εἰς τὴν προσκύνησιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ,
τῇ μέσῃ ἑβδομάδι τῶν νηστειῶν

αʹ. Ἧκεν ἡμῖν ἐνιαύσιος ἡμέρα, ἡ πανσέβαστος καὶ φωσφόρος τῶν ἁγίων νηστειῶν ἡ μέση ἑβδομάς, τὸν τρισόλβιον καὶ ζωοποιὸν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ σταυρὸν προσκομίζουσα, καὶ τοῦτον προτιθεμένη εἰς προσκύνησιν, καὶ τοὺς προσκυνοῦντας αὐτὸν εἰλικρινεῖ καρδίᾳ καὶ ἁγνοῖς χείλεσιν ἁγιάζουσα, καὶ πρὸς τὸν ἑξῆς τοῦ σταδίου τῶν ἁγίων νηστειῶν δρόμον εὐτονωτέρους καὶ ἀκμαιοτέρους δεικνύουσα.
Σήμερον τοιγαροῦν προσκυνήσιμος ἡμέρα τοῦ τιμίου σταυροῦ καθέστηκε, καὶ δεῦτε, ὦ φίλοι, φόβῳ καὶ πόθῳ τοῦτον περιπτυξώμεθα. Τῆς γὰρ ἐγέρσεως Χριστοῦ τὰς αὐγὰς φωτοβολῶν, πάντας φωτίζει, καὶ ἁγιάζει ταῖς αὐτοῦ χάρισι· διὸ τοῦτον ἀσπασώμεθα ψυχικῶς ἀγαλλόμενοι.
Σήμερον χαρὰ γίνεται ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς, ὅτι ὁ τοῦ Χριστοῦ φαεσφόρος καὶ ζωοποιὸς σταυρὸς τῷ κόσμῳ ἐμφανίζεται, δι' οὗ δαίμονες φυγαδεύονται, καὶ νόσοι δραπετεύουσι, καὶ σκότος ζοφῶδες ἀπελαύνεται, καὶ πάντα τῆς γῆς τὰ πέρατα καταφωτίζεται.


Σήμερον ἡ Χριστοῦ Ἐκκλησία ἄλλος παράδεισος δείκνυται, τὸ πανάγιον ξύλον τοῦ τιμίου σταυροῦ ἐν μέσῳ προθεῖσα, καὶ προπομπὴν τοῦ πάθους Χριστοῦ τὸν σταυρὸν ποιουμένη, καὶ τῆς ἀναστάσεως αὐτοῦ προέγερσιν.
Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον, τὸ φάσκον, Ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες τοῦ Θεοῦ ἡμῶν. Εὐφραίνου τοιγαροῦν καὶ ἀγάλλου, ἡ Χριστοῦ Ἐκκλησία, καὶ προσάγαγε τὰ σὰ τέκνα, τῇ ἐγκρατείᾳ τῶν παθῶν, τῇ νηστείᾳ κεκαθαρμένα, ταῖς τε θεολαμπέσιν ἀρεταῖς ἐξαστράπτοντα, καὶ χόρευε χορείαν τὴν ἀνεκλάλητον. Καθάπερ γὰρ πάλαι ἐν τῇ ἐρήμῳ τὸν χαλκοῦν ὄφιν οἱ δηχθέντες προσβλέποντες ἐρρύοντο θανάτου· οὕτω δὴ καὶ νῦν οἱ τὸ τῆς νηστείας μεσοπορήσαντες στάδιον, τούτῳ προσψαύοντες, τὸν νοητὸν ὄφιν νεκρὸν δεικνύουσι, καὶ αὐτοὶ ἀθανατίζονται, καὶ κοινωνοὶ τῶν παθημάτων τοῦ Χριστοῦ διὰ τῆς ἐγκρατείας δεικνύμενοι, κοινωνοὶ καὶ τῆς ἀναστάσεως αὐτοῦ ἀναδείκνυνται.
Καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ πρὸς τὸ ἑξῆς νεανικῶς εὐδρομοῦντες, ἐπινικίους τῷ Θεῷ προσκομίζουσι. Τροπαιοφόρον γὰρ καὶ νικητικὸν ὅπλον ὁ τοῦ Κυρίου σταυρὸς καθέστηκε· βασιλέων ὅπλον ἀκαταμάχητον, Ἐκκλησίας κέρας, ἐχθρῶν καθαιρέτης, καὶ τῶν πιστῶν σωτηρία. Καὶ μακάριοι ἀληθῶς καὶ τρισμακάριοι οἱ ἁγνοῖς χείλεσι καὶ στόμασι καθαροῖς τοῦτον ἀξιούμενοι περιπτύξασθαι. Ἔργῳ γὰρ ἀληθῶς πληροῦσι τὸ φάσκον τοῦ Κυρίου ῥητόν· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
Καὶ ὅρα πῶς ἀκαταναγκάστως ποιεῖ τὸν λόγον. Οὐδὲ γὰρ εἶπε, Κἂν βούλησθε, κἂν μὴ, τοῦτο δεῖ ὑμᾶς παθεῖν, ἀλλὰ πῶς; Εἰ τις θέλει ὀπίσω μου ἐλθεῖν· οὐ βιάζομαι, οὐκ ἀναγκάζω, ἀλλ' ἕκαστον κύριον τῆς ἑαυτοῦ προαιρέσεως ποιῶ· δι' ὃ καὶ λέγω· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν. Ἐπὶ γὰρ ἀγαθῷ καλῶ, οὐκ ἐπὶ κακῷ καὶ ἐπαχθεῖ, οὐκ ἐπὶ κολάσει καὶ τιμωρίᾳ, ἀλλ' ἐπὶ βασιλείᾳ οὐρανίῳ καὶ ζωῇ οὐρανίῳ. Καὶ γὰρ αὐτὴ τῶν πραγμάτων ἡ φύσις ἱκανὴ ἐφελκύσασθαι. Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, κἂν ἀνὴρ, κἂν γυνὴ, κἂν ἄρχων, κἂν ἀρχόμενος, καὶ θέλει σωθῆναι, ταύτην ἐρχέσθω τὴν ὁδόν.
Τρία δέ ἐστι τὰ λεγόμενα, τὸ ἀπαρνήσασθαι ἑαυτὸν, τὸ ἆραι τὸν σταυρόν, καὶ τὸ ἀκολουθῆσαι.
Ἀλλ' ἴδωμεν πρότερον, τί ἐστι τὸ ἀπαρνήσασθαι ἑαυτόν. Μάθωμεν τί ἐστιν ἀρνήσασθαι ἕτερον, καὶ τότε εἰσόμεθα τί ἐστι τὸ ἀρνήσασθαι ἑαυτόν. Τί οὖν ἐστι τὸ ἀρνήσασθαι ἕτερον; Ὁ ἀρνούμενος ἕτερον, οἷον ἢ ἀδελφόν, ἢ φίλον, ἢ γείτονα, ἢ ὁντιναοῦν, κἂν μαστιζόμενον ἴδῃ τοῦτον, κἂν δεσμούμενον, κἂν ὁτιοῦν πάσχοντα, οὐ προΐσταται, οὐ βοηθεῖ, οὐκ ἐπικλᾶται, οὐ πάσχει τι πρὸς αὐτόν· ἅπαξ γὰρ αὐτοῦ ἠλλοτρίωται. Οὕτω τοίνυν βούλεται τοῦ σώματος ἀφειδεῖν τοῦ ἡμετέρου ὁ Θεός, ἵνα κἂν μαστίζωσιν ἡμᾶς δι' αὐτόν τινες, κἂν κολάζωσι, κἂν ἐλαύνωσι, κἂν ἄλλο τι ποιῶσι, μὴ φειδώμεθα. Τοῦτο γάρ ἐστιν ἀρνήσασθαι· τουτέστι, μηδὲν ἐχέτω πρὸς ἑαυτόν, ἀλλ' ἐκδιδότω ἑαυτὸν τοῖς κινδύνοις, τοῖς ἀγῶσι, καὶ ὡς ἑτέρου πάσχοντος, οὕτω διακείσθω.
Καὶ οὐκ εἶπεν, ἀρνησάσθω ἑαυτόν, ἀλλ', Ἀπαρνησάσθω, μικρᾷ ταύτῃ προσθήκῃ πολλὴν ἐμφαίνων τὴν ὑπερβολήν. Καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ. Εἶδες πῶς καθώπλισε τὸν ἑπόμενον αὐτῷ στρατιώτην ὁ τῶν οὐρανῶν βασιλεύς; Οὐ θυρεὸν ἔδωκεν, οὐ κράνος, οὐ τόξον, οὐ θώρακα, οὐ κνημῖδα, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλ' ὃ πάντων τούτων ἐστὶν ἰσχυρότερον, τὴν ἀσφάλειαν τὴν ἀπὸ τοῦ σταυροῦ, τὸ σύμβολον τῆς κατὰ τῶν δαιμόνων νίκης. Τοῦτο μάχαιρα, τοῦτο ἀσπίς, τοῦτο θώραξ, τοῦτο κράνος, τοῦτο κνημίς, τοῦτο φρούριον ἀσφαλές, τοῦτο λιμήν, τοῦτο καταφυγή, τοῦτο στέφανος, τοῦτο ἔπαθλον, τοῦτο τῶν ἀγαθῶν ἁπάντων θησαυρός, καὶ τῶν νῦν καὶ τῶν ἐσομένων ποτέ. Καθάπερ γάρ τις ὅπλον ἰσχυρὸν λαβών, καὶ τοῖς αὑτοῦ δίδωσι στρατιώταις, οὕτω καὶ ὁ Χριστός. Ἴδετε, φησί, τὸν ἐμὸν σταυρὸν ὅσα ἤνυσε· ποιήσατε καὶ ὑμεῖς τοιαῦτα, καὶ ἀνύσατε τοιαῦτα ὅσα βούλεσθε.
Καίτοι γε καὶ ἀλλαχοῦ καὶ μείζονα τούτων ἐπηγγείλατο λέγων· Ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Τί δέ ἐστιν αὐτὸ τὸ ρητόν, τὸ, Ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθείτω μοι; Ἆρα ἵνα τὸ ξύλον βαστάζωμεν ἕκαστος; Οὐδαμῶς· ποία γὰρ ἀρετὴ τοῦτο; Ἀλλ' ἵνα πρὸς τοὺς κινδύνους ὦμεν παρατεταγμένοι, τὸ αἷμα ἡμῶν ἐν ταῖς ψυχαῖς περιφέροντες, πρὸς σφαγὴν καὶ θάνατον ἕτοιμοι καθημερινὸν, οὕτως ἅπαντα πράττοντες, ὡς μηδέπω προσδοκᾷν μέχρι τῆς ἑσπέρας τὴν ἡμετέραν διαρκέσαι ζωὴν, ὡς ἀποθανούμενοι πάντως. Ὅπερ καὶ ὁ ἀπόστολος ἔλεγε Παῦλος· Καθ' ἡμέραν ἀποθνήσκω. Οὐχὶ εἷς σοι παρὰ τῆς φύσεως δέδοται θάνατος; Ἔξεστιν, ἂν θέλεις, μυριάκις ἀποθανεῖν ὑπὲρ τοῦ Δεσπότου τοῦ σοῦ.
βʹ. Τοιαύτη γὰρ ἡ χάρις· τὴν παρὰ τοῖς φίλοις πτωχείαν εἰς πολὺν ἐξάγει πλοῦτον, διὰ τὸ φιλόδωρον τοῦ Δεσπότου, οὐ τῇ τῶν πραγμάτων ἐκβάσει μόνον, ἀλλὰ καὶ τῇ προθέσει τῶν ἀγωνιζομένων τοὺς στεφάνους ὁρίζοντος. Τί δέ ἐστιν, Ἀράτω; Οὕτως ἔστω πρόθυμος εἰς τὸ σφαγιασθῆναι καὶ σταυρωθῆναι, φησίν, ὡς ἐκεῖνος ὁ βαστάζων ἐπὶ τῶν ὤμων· οὕτως ἐγγὺς εἶναι νομιζέτω τοῦ θανάτου. Τὸν τοιοῦτον ἅπαντες καταπλήττονται· οὐ γὰρ οὕτω δεδοίκαμεν τοὺς μυρίοις πεφραγμένους ὅπλοις ἀνθρωπίνοις, καὶ ἐπὶ ἀνδρείᾳ τοσαύτῃ τετειχισμένους, ὡς τοῦτον ἐπ' ἐλευθερίᾳ. Οὐδὲν γὰρ οὕτω ποιεῖ θάνατον ἐκφυγεῖν, ὡς τὸ καταφρονεῖν θανάτου.
Ἵνα δὲ μηδεὶς νομίσῃ τοῦτο μόνον ἀρκεῖν, τὸ πρὸς θάνατον ἑτοίμους εἶναι (εἰσὶ γὰρ καὶ λῃσταὶ καὶ γόητες τοιοῦτοι καὶ μιαιφόνοι πάντες), διὰ τοῦτο προσέθηκε· Καὶ ἀκολουθείτω μοι. Οὐ τὸν ἀνδρεῖον ζητῶ, φησί, μόνον, οὐδὲ τὸν ἀκατάπληκτον πρὸς τὴν τελευτὴν τοῦ βίου, ἀλλὰ τὸν ἐπιεικῆ καὶ σώφρονα καὶ μέτριον, καὶ πάσης γέμοντα ἀρετῆς.
Εἶδες σταυροῦ διακονίαν οὐκ ἐπὶ τοῦ Δεσπότου μόνου, ἀλλὰ καὶ ἐπὶ τῶν δούλων τοσαῦτα ἰσχύουσαν; Τοῦτο Πέτρον κορυφαῖον εἰργάσατο· τοῦτο Παῦλον τοσοῦτον ἐποίησε. Διὸ καὶ ἔλεγε· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ κίνδυνος, ἢ μάχαιρα; Τοῦτο καὶ τοὺς νηστεύοντας οὐχὶ βρωμάτων μόνον, ἀλλὰ καὶ παθῶν ἀνδρείους ἀπειργάσατο. Περιφράσσωμεν ἑαυτούς, ἀγαπητοὶ, τῇ δυνάμει τοῦ σταυροῦ, καὶ καθωπλισμένοι πρὸς τὸ ἑξῆς, προθυμότεροι τῇ νηστείᾳ προσβῶμεν, καὶ πάντων τῶν τοῦ βίου τερπνῶν καταφρονήσωμεν. Καὶ γὰρ πλοῦτος, καὶ δόξα, καὶ δυναστεία, καὶ ἔρως, καὶ ὅσα τοιαῦτα, διὰ τοῦτο ἡδέα, διότι φιλοψυχοῦμεν, καὶ τῇ παρούσῃ προσηλώθημεν ζωῇ. Ταύτης δὲ καταφρονηθείσης, οὐδεὶς ἐκείνων ἡμῖν λόγος. Καλὴ γὰρ ἡ παροῦσα ζωὴ, καλὴ καὶ ἡδεῖα· δῶρον γάρ ἐστι Θεοῦ· ἀλλ' ὅταν ἡ μέλλουσα φανῇ, τότε καταφρονεῖται δικαίως αὐτή.
Μὴ τοίνυν αἰσχυνθῶμεν τοῖς σεμνοῖς τῆς σωτηρίας ἡμῶν συμβόλοις, μηδὲ τὸ μέγα κεφάλαιον τῶν ἀγαθῶν, δι' οὗ ζῶμεν καὶ ἐσμέν, ἀποκρουσώμεθα, τρυφῇ ἑαυτοὺς ἐκδόντες καὶ κραιπάλῃ καὶ γαστριμαργίᾳ, ἀλλ' ὡς στέφανον περιφέρωμεν τὸν σταυρὸν τοῦ Χριστοῦ, τουτέστι τῶν παθῶν τὴν νέκρωσιν. Καὶ γὰρ πάντα δι' αὐτοῦ τελεῖται τὰ καθ' ἡμᾶς· κἂν ἀναγεννηθῆναι δέῃ, σταυρὸς παραγίνεται· κἂν τραφῆναι τὴν μυστικὴν ἐκείνην τροφήν, κἂν χειροτονηθῆναι, κἂν ὁτιοῦν ἕτερον ποιῆσαι, πανταχοῦ τὸ σύμβολον ἡμῖν τοῦ σταυροῦ παρίσταται. Διὰ τοῦτο καὶ ἐπὶ οἰκίας, καὶ ἐπὶ τῶν τοίχων, καὶ ἐπὶ τῶν θυρίδων, καὶ ἐπὶ τῶν μετώπων, καὶ ἐπὶ τῆς διανοίας μετὰ πολλῆς ἐπιγράφομεν αὐτὸν τῆς σπουδῆς. Τῆς γὰρ ὑπὲρ ἡμῶν σωτηρίας καὶ τῆς ἐλευθερίας τῆς κοινῆς, καὶ τῆς ἐπιεικείας τοῦ Δεσπότου τοῦτό ἐστι σημεῖον.
Διὰ τοῦτο σφραγὶς κέκληται, ὅτι πάσας τοῦ Θεοῦ τὰς παρακαταθήκας, ὅσας ἂν λάβωμεν, τούτῳ, καθάπερ τινὶ σημάντρῳ βασιλικῷ καὶ δακτυλίῳ, σφραγίζομεν, καὶ προσελθεῖν οὐδὲν οὐκέτι τολμᾷ πονηρόν. Ἂν προστασίαν δήμου τινὶ παρακατάθωμεν, κἂν πρὸς τὸ τῆς ἱερωσύνης ἀγάγωμεν ἀξίωμα, μετὰ τὸ μυρία ἐπεύξασθαι, καὶ καλέσαι τοῦ Πνεύματος τὴν χάριν ἐλθοῦσαν, τούτῳ σφραγίζομεν, ὥσπερ ἐναποκλείοντες ἐν ἀσφαλεῖ ταμιείῳ τὴν δοθεῖσαν δωρεάν. Οὕτω καὶ ἐν ταῖς ἱερουργίαις παραλαμβάνεται. Ὁ γὰρ σταυρὸς τοῦ Χριστοῦ μάχαιρά ἐστι καὶ ξύλον, ἐν ᾧ σφαγεὶς ὁ Χριστὸς ὑπὸ τῶν θεοκτόνων Ἰουδαίων ἔλυσε τὰ ἔργα τοῦ διαβόλου, καὶ αὐτὸν τὸν διάβολον κατέβαλε, τὰς ἡμῶν ἁμαρτίας προσηλώσας ἐν αὐτῷ. Τούτου χάριν ἐν ταῖς ἱερουργίαις παραλαμβάνεται, οἵα τις ρομφαία καὶ μάστιξ βασιλικὴ, βασανίζουσα καὶ ἀποδιώκουσα πᾶσαν δαιμονικὴν ἔλευσιν, καὶ σατανικὴν ἐπιφοράν. Διὰ τοῦτο οἱ θεῖοι ἱερομύσται, ὥσπερ τινὲς δορυφόροι, προθέντες τὴν βασιλικὴν μάστιγα, διὰ ταύτης ἀποδιώκουσι πᾶσαν ἀντίδικον καὶ ἀντίπαλον φάλαγγα, τὰς θείας καὶ βασιλικὰς δωρεὰς τοῖς μυσταγωγοῖς ἀπονέμοντες, καὶ σὺν αὐτοῖς τὸν βασιλέα Χριστὸν γεραίροντες.
γʹ. Ὅταν τοίνυν σφραγίζῃ, ἐννόει τοῦ σταυροῦ πᾶσαν τὴν ὑπόθεσιν, καὶ σβέσεις θυμὸν, καὶ πάντα τὰ λοιπὰ πάθη. Ὅταν σφραγίζῃ, πολλῆς ἔμπλησον τὸ μέτωπον παρρησίας, τὸ στῆθος, τὰ ὄμματα, καὶ πᾶν μέλος παράστησον θυσίαν εὐάρεστον τῷ Θεῷ. Τοῦτο γὰρ ἡ λογικὴ λατρεία. Τοῦτο τὸ σημεῖον καὶ ἐπὶ τῶν προγόνων ἡμῶν θύρας ἀνέῳξε κεκλεισμένας, τοῦτο δηλητήρια ἔσβεσε φάρμακα, τοῦτο κωνείου δύναμιν ἐξέλυσε, τοῦτο θηρίων ἰοβόλων δήγματα ἰάσατο. Εἰ γὰρ ᾅδου πύλας ἀνέῳξε, καὶ οὐρανῶν ἁψῖδας ἀνεπέτασε, καὶ παραδείσου εἴσοδον ἀνεκαίνισε, καὶ τοῦ διαβόλου τὰ νεῦρα ἐξέκοψε, τί θαυμαστὸν εἰ φαρμάκων δηλητηρίων περιγίνεται; Τοῦτο τοίνυν ἐγκόλαψον τῇ διανοίᾳ τῇ σῇ, καὶ τὴν σωτηρίαν περίπτυξαι τῶν ἡμετέρων ψυχῶν.
Οὗτος γὰρ ὁ σταυρὸς τὴν οἰκουμένην ἔσωσε, τὴν πλάνην ἀπήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώπους ἀγγέλους εἰργάσατο. Διὰ τοῦτον οἱ δαίμονες οὐκ ἔτι φοβεροὶ, ἀλλ' εὐκαταφρόνητοι, οὐδὲ ὁ θάνατος θάνατος, ἀλλ' ὕπνος καὶ ἐγρηγόρησις. Διὰ τοῦτον τὰ τῆς σαρκὸς πάθη τὰ πολεμοῦντα τοὺς νηστεύοντας, ἀπομαραίνονται. Ἂν τοίνυν εἴποι σοί τις τῶν Ἰουδαίων· Τὸν ἐσταυρωμένον προσκυνεῖς; εἰπὲ φαιδρᾷ καὶ μεγάλῃ τῇ φωνῇ, καὶ γεγηθότι τῷ προσώπῳ· Ναὶ, καὶ προσκυνῶ, καὶ οὐ παύσομαι προσκυνῶν· κἂν γελάσῃ, δάκρυσον ὅτι μαίνεται, καὶ οὐ συνιεῖ τί φθέγγεται· καὶ τῷ Δεσπότῃ Χριστῷ εὐχαρίστησον, ὅτι τοιαῦτα ἡμᾶς εὐεργέτησεν, ἃ μηδὲ μαθεῖν δύναταί τις χωρὶς τῆς ἄνωθεν ἀποκαλύψεως. Διὰ τοῦτο καὶ οὗτος γελᾷ, ὅτι Ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος.
Ἀλλὰ τί φησιν ὁ φρενόληπτος καὶ ἀγνώμων καὶ ἀπειθὴς Ἰουδαῖος; Εἰ οὖν Θεός ἐστιν ὁ Χριστὸς, ὥς φατε, καὶ Θεοῦ Υἱός, καὶ ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐλήλυθε, διὰ τί τοιούτῳ θανάτῳ ἀσχήμῳ ἐσταύρωται; Πρὸς ὃν ἐροῦμεν ὀλίγα τῶν προφητῶν ἐκλεξάμενοι· Ἔδει τὸν Χριστὸν σταυρωθῆναι, ὦ παράνομε καὶ ἀγνώμων Ἰουδαῖε, ὅτι ὁ νόμος καὶ οἱ προφῆται οὕτως ἐκήρυξαν, σώζεσθαι τὴν ἀνθρωπότητα διὰ Χριστοῦ. Πρῶτος γὰρ Μωϋσῆς λέγει, Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσητε τῇ ζωῇ ὑμῶν. Καὶ ὁ Ἡσαΐας· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Καὶ ὁ Ἱερεμίας, Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ. Καί, Ἔδωκαν τὴν τιμὴν αὐτοῦ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος.
Καὶ ὅτι Θεός ἐστιν ὁ σταυρωθεὶς Χριστὸς, ἄκουσον τοῦ Ἔσδρα λέγοντος· Εὐλογητὸς Κύριος ὁ ἐκπετάσας τὰς χεῖρας αὐτοῦ, καὶ σώσας τὴν Ἱερουσαλὴμ κατέναντι τῶν ὀφθαλμῶν ἡμῶν. Καὶ ὅτι οἱ ὄφεις ἀπέκτεινον τὸν λαόν, ὄφιν κελεύσει Θεοῦ κρεμάσας Μωϋσῆς ἐπὶ ξύλου, ἔλεγε· Τούτῳ προσέχετε, καὶ οὐ μὴ ἀποθάνητε. Καὶ πάλιν Ἱερεμίας λέγει, ὡς ἐκ προσώπου τῶν σταυρωσάντων αὐτόν· Δεῦτε καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων. Καὶ πάλιν ὁ Χριστὸς διὰ τοῦ αὐτοῦ προφήτου, Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων. Καὶ πάλιν ὁ Δαυῒδ ὡς ἐκ προσώπου τοῦ Χριστοῦ· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, καὶ διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τῶν ἱματισμῶν μου ἔβαλον κλῆρον. Καὶ πάλιν, Διεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀγαθῇ, ἀλλ' ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν.
Ὅτι δὲ σεβάσμιος καὶ προσκυνητὸς ὁ τοῦ Χριστοῦ σταυρὸς καὶ ὁ τύπος αὐτοῦ, καὶ τοῦτο οἱ προφῆται διδάσκουσι· Δαυῒδ μὲν γὰρ λέγων· Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου· καὶ πάλιν· Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθόν, καὶ εἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν. Καὶ ὁ Θεὸς δὲ διὰ Ἰεζεκιὴλ τοῦ προφήτου λέγει· Δὸς τὴν σημείωσιν ἐπὶ τὰ μέτωπα τῶν καταστεναζόντων καὶ κατοδυνωμένων ἐν πάσαις ἀνομίαις· καὶ διέλθετε, καὶ κόπτετε, καὶ μὴ ἐλεήσητε· πρεσβύτερον καὶ νεανίσκον, καὶ γυναῖκας καὶ νήπια θηλάζοντα ἐξαλείψατε· ἐπὶ δὲ τοὺς ἔχοντας τὸ σημεῖόν μου μὴ ἐγγίσητε. Καὶ ὁ Σολομὼν λέγει, Εὐλογεῖτε ξύλον, δι' οὗ γίνεται δικαιοσύνη. Καὶ ὁ Ἡσαΐας, πόθεν ἦν, καὶ ποῖα τὰ ξύλα τοῦ σταυροῦ, λέγει· Ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ, ἅμα δοξάσαι τὸν τόπον τὸν ἅγιον. Καὶ Μωϋσῆς δὲ ξύλον βαλὼν εἰς Μερράν, τὰ πικρὰ ὕδατα ἐγλύκανεν εἰς τύπον τοῦ σταυροῦ τοῦ Χριστοῦ τοῦ γλυκάναντος ἐκ τῆς πικρίας τῶν δαιμόνων τὸν κόσμον. Καὶ ἡ ῥάβδος Μωϋσέως ἡ σχίσασα τὴν πέτραν, εἰς τύπον ἦν τοῦ σταυροῦ τοῦ Χριστοῦ, τοῦ σχίσαντος τὰς καρδίας τῶν ἀνθρώπων, καὶ ἐμβαλόντος τὴν χάριν τοῦ ἁγίου Πνεύματος ἐν αὐτοῖς.
δʹ. Καὶ αὕτη ἐστὶν ὄντως ἡ ὁδὸς τῆς ζωῆς, καὶ πάντες οἱ κρατοῦντες αὐτὴν ζῶσιν· οἱ δὲ καταλιπόντες αὐτὴν θάνατον καὶ κόλασιν ἀτελεύτητον ἕξουσιν. Ὁ νόμος γὰρ καὶ οἱ προφῆται κηρύττουσι τὴν ἁγίαν Τριάδα· καὶ ἀληθῶς οὗτός ἐστιν ὁ κηρυχθεὶς ὑπὸ τῶν προφητῶν καὶ τοῦ νόμου, ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου Ἰησοῦς Χριστὸς Κύριος, καὶ οὐκ ἔστιν ἄλλος, εἰ μὴ ὁ γεννηθεὶς ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐκ τῆς Παρθένου καὶ θεοτόκου Μαρίας ἐπὶ Καίσαρος Αὐγούστου. Καὶ ὁ μὴ δεχόμενος αὐτὸν, καὶ μὴ πιστεύων εἰς αὐτόν, ἀποστάτης ἐστὶ τοῦ Θεοῦ, καὶ ἀνάθεμα αὐτῷ.
Διὰ τοῦτο καὶ ὁ Ἡσαΐας περὶ ὑμῶν τῶν πλανηθέντων βοᾷ λέγων, Αἰχμάλωτος ὁ λαός μου ἐγενήθη διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον. Ἐξ οὗ τε γὰρ ἦλθεν ὁ Χριστός, κατελύθη ἡ δύναμις τοῦ σταυροῦ ὑμῶν τῶν Ἰουδαίων, καὶ ἡ ἱερωσύνη ἠφάνισται, καὶ ὑπὸ τῶν Ρωμαίων διεσκορπίσθητε. Φησὶ γὰρ Ἡσαΐας περὶ τῶν σταυρωσάντων τὸν Χριστὸν, Διὰ τὰς ἁμαρτίας ἡμῶν ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ὁ Θεὸς ἀφ' ἡμῶν, καὶ οἱ κατάλοιποι ἡμῶν ἐν ἁμαρτίαις. Εἰ γὰρ μὴ ἦν αὐτὸς ὁ Χριστὸς ὁ γεννηθεὶς ἐκ Μαρίας, ὁ ἐκλεκτὸς τοῦ Θεοῦ, καὶ Υἱὸς ἀληθινὸς αὐτοῦ, ὁ κηρυχθεὶς ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, εἶχεν ἂν δοξασθῆναι τὸ ἔθνος ὑμῶν τῶν Ἰουδαίων, καὶ ὑψωθῆναι καὶ βασιλεῦσαι, ὡς τὸν ἀντίθεον καὶ πλάνον ἀποκτεῖναν.
Ἀλλ' ἐξ οὗ τε ὁ σταυρὸς, καὶ ἐσταυρώθη ἐν αὐτῷ ὑπὸ τῶν πατέρων ὑμῶν ὁ Χριστός, ἀπὸ τότε ἕως τῆς σήμερον εἰς ἀπώλειαν καὶ εἰς ἀτιμίαν ἐστί, καὶ χείρω ὠργίσθη ὑμῖν ὁ Θεὸς ὑπὲρ τὴν αἰχμαλωσίαν τὴν ἐν Βαβυλῶνι. Ἐκεῖ γὰρ μεθ' ἑξήκοντα ἔτη ὁ Θεὸς ἠλέησε καὶ ἀνεκαλέσατο ὑμᾶς· ἐνταῦθα δὲ τελείως ἀπώσατο· καὶ ἠλήθευσεν ὁ πατὴρ ὑμῶν καὶ προφήτης καὶ πατριάρχης Ἰακὼβ, καὶ πάντα τὰ νόμιμα ὑμῶν κατέπεσε, καὶ τῆς χώρας ὑμῶν τῆς Ἰουδαίας ἐξηλάθητε, καὶ κατὰ τόπους διεσκορπίσθητε, καὶ ἐστὲ εἰς ἐξουθενισμόν, καὶ εἰς κατάγελων εἰς πᾶσαν τὴν οἰκουμένην ἀπὸ ἑῴας ἕως ἐσχάτου τῆς γῆς. Τὰ δὲ ἡμέτερα τῶν Χριστιανῶν καθ' ἑκάστην ἡμέραν ἀνθεῖ, καὶ αὔξει, καὶ κρατύνεται, καὶ εἰς πᾶσαν τὴν οἰκουμένην τὸ κήρυγμα τῆς εὐσεβοῦς ἡμῶν πίστεως διέδραμε, καὶ βασιλεύει Χριστὸς ἐν ἡμῖν, καὶ τὸν τίμιον καὶ ζωοποιὸν αὐτοῦ σταυρὸν προσκυνοῦμεν, καὶ ὡς θησαυρὸν πολυτίμητον κατέχομεν.
Καὶ γὰρ ὄντως παντὸς στεφάνου βασιλικοῦ λαμπρότερός τε καὶ σεμνότερος ὁ τοῦ Κυρίου σταυρός· καὶ τί λέγω, στεφάνου βασιλικοῦ; αὐτῶν τῶν ἡλιακῶν ἀκτίνων φαιδρότερος. Καὶ τὸ μὲν παλαιὸν, βίου πονηροῦ καὶ διεφθαρμένων πράξεων καταδίκη τὸ πρᾶγμα ἦν· νῦν δὲ δωρεᾶς θείας σύμβολον, εὐγενείας πνευματικῆς σημεῖον, θησαυρὸς ἀσύλητος, ἀναφαίρετος δωρεά, ὑπόθεσις ἁγιασμοῦ. Τοῦτον καὶ ἐπὶ κλίνης καὶ ἐπὶ τραπέζης προφέρομεν, καὶ πανταχοῦ οὗπερ ἂν ὦμεν. Καθάπερ γὰρ πολλοὶ τῶν στρατιωτῶν, χωρὶς ὅπλων οὔτε ἀριστοποιοῦνται, οὔτε καθεύδουσιν· οὕτω καὶ νῦν ἀντὶ μαχαίρας ἐπὶ κλίνης κρεμάσωμεν, ἀντὶ μοχλοῦ ἐπὶ θύρας διαγράψωμεν, ἀντὶ τείχους τῇ οἰκίᾳ πάσῃ περιβάλωμεν· τὰ ἔσω καὶ τὰ ἔξω τούτῳ περιφράξωμεν. Τοῦτο γὰρ θάνατον κατέλυσεν, οὐρανοὺς ἀνέῳξε, γῆν ἐκάθηρε, τὴν φύσιν τὴν ἡμετέραν ἐπὶ τὸν θρόνον ἀνήγαγε τὸν βασιλικὸν, τὴν τυραννίδα τοῦ διαβόλου κατέλυσε. Τοῦτο τὸ εἶδος διπλοῦν· τὸ μὲν ἐξ ὕλης ἢ χρυσοῦ ἢ μαργαριτῶν ἢ λίθων τιμίων, ὃ καὶ ἀφαιρεῖται πολλάκις ὑπὸ βαρβάρων ἢ κλεπτῶν· τὸ δὲ ἄϋλον· οὐ γὰρ ἐξ ὕλης αὐτοῦ ἡ ὑπόστασις, ἀλλ' ἀπὸ πίστεως ἡ οὐσία, ἀπὸ διαθέσεως τοῦ ποιοῦντος ἡ ὕλη. Τοῦτο καθεύδοντας τηρεῖ, τοῦτο ἐγρηγορότας ἀσφαλίζεται, τοῦτο κινδυνεύοντας διασώζει· διὰ τούτου πόλεμος καταλύεται, καὶ εἰρήνη συνίσταται,
Ὑμνῶ σου τοιγαροῦν τὸ μακρόθυμον καὶ ἀνεξίκακον τῆς περὶ ἐμὲ οἰκονομίας μυστήριον, Κύριε· προσκυνῶ τὸν τίμιον καὶ ζωοποιόν σου σταυρὸν, Δέσποτα· περιπτύσσομαι τὰ πάθη, φιλῶ τοὺς ἥλους, καὶ τὰς διατρήσεις τῶν μελῶν ἀσπάζομαι· τόν τε κάλαμον καὶ τὴν λόγχην καὶ τὸν σπόγγον ὑπεράγαμαι· ὡς βασίλειον διάδημα, τὸν ἀκανθῶν περιτίθεμαι στέφανον, καὶ ὡς διαυγέσι λίθοις, τοῖς ἐμπτυσμοῖς ἐγκαλλωπίζομαι, ὡς λαμπροτάτῳ κόσμῳ τοῖς ραπισμοῖς ἐνσεμνύνομαι. Καὶ σὲ ὁμολογῶ ἀληθινὸν Θεὸν τὸν ἕνα τῆς ἁγίας Τριάδος Χριστὸν Ἰησοῦν, τὸν ὑπὲρ ἐμοῦ τὸ πάθος καταδεξάμενον, εἰληθέντα τε ἐν σινδόνι, καὶ ὑπὸ τῶν παρανόμων Ἰουδαίων μυκτηρισθέντα, τέλος ταφέντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Σοῦ γάρ ἐστιν ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
(Χρυσοστόμου Ἰω., Εἰς τὴν προσκύνησιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, τῇ μέσῃ ἑβδομάδι τῶν νηστειῶν, TLG, Vol 52, pg 835, ln 31t–pg 840, ln 77).


Κυριακή Σταυροπροσκυνήσεως



Ομιλία Αγίου Γερμανού Α΄

Πατριάρχου Κων/πόλεως

...Από τότε που ο Χριστός εταπείνωσε τον εαυτόν του και έγινε υπήκοος στoν Θεόν Πατέρα «μέχρι θανάτου, θανάτου δε σταυρού», τότε μετετράπη ο Σταυρός σε ξύλον υπακοής και φωτίζει την διάνοιά μας, αρωματίζει το στόμα, στηρίζει την καρδία μας, και μεταδίδει τον καρπόν της αιωνίου ζωής. Αναιρείται έτσι ο καρπός της παρακοής από τον καρπόν της υπακοής. Εκεί συμβαίνει απομάκρυνσις από τον Θεόν, και εξορία από το ξύλον της ζωής και το «επιστρέψεις εις γην, εξ ης ελήφθης». Εδώ πραγματοποιείται οικείωσις με τον Θεόν και η υπόσχεσις: «όταν υψωθώ, πάντας ελκύσω προς εμαυτόν». Η πολυπόθητος όντως αυτή υπόσχεσις! Εκεί προηγήθη η ηδονή και ηκολούθησε η οδύνη. Αντιθέτως, εδώ την οδύνην, το εκούσιον Πάθος και την πικράν γεύση της χολής ακολουθεί η κατοικία των ευφραινομένων πρωτοτόκων στους ουρανούς, κατάπαυσις και άχραντος ηδονή. Εκεί επραγματοποιήθη κατάβασις από το ύψος στην κοιλάδα του κλαυθμώνος. Η φύσις εξέπεσε τόσο που δεν εσταμάτησε παρά μόνον αφού εστάθη και ανεκόπη η ορμή της επάνω στην αρραγή πέτρα του Χριστού και στο ξύλον του Σταυρού, σε αυτά τα δύο τόσο στερεά και ακράδαντα στηρίγματα...
Η κατά Χριστόν οδό, την οποίαν ο ίδιος ως άνθρωπος εχάραξε, ...οδεύει τον τραχύν ανήφορο του Σταυρού, ταλαιπωρεί τα πόδια με την συνεχή ορθοστασία στην προσευχή, τα χέρια εντέλλεται να υψώνωνται ικετευτικώς όλην την ημέρα προς τον Θεόν, και το στόμα πάλι το καταξηραίνει με την νηστεία. Όλες αυτές οι φαινομενικές οδύνες έχουν γράψει το βιβλίο του Σταυρού. Όποιος δεν αναλαμβάνει στα χέρια του το βιβλίον αυτό και δεν ακολουθεί οπίσω από τον διδάσκαλο, και διδάσκαλος βεβαίως είναι ο Χριστός, τότε ως ράθυμος και οκνηρός μαθητής, θα διαγραφή από τον χορόν των υπολοίπων μαθητών.
Όταν λοιπόν έτσι συμμορφωθούμε με το φρόνημα του Σταυρού, τότε κανένα εμπόδιο δεν θα μας παρουσιάση η φλογίνη ρομφαία, αλλά θα ημπορέσωμε να εισέλθωμε στο αρχαίον ενδιαίτημα των προπατόρων μας, τον Παράδεισον. Εκεί θα συλλέξωμε τα καταλληλότερα για την περίσταση, και αφού πλέξωμε στέφανον εγκωμίων, θα καταστέψωμε με αυτόν τον Τίμιον Σταυρόν. Ούτως ευρισκόμεθα κάποτε σε χώραν μακάρων και κατοικούσαμε τον θεοφύτευτον Παράδεισο, τόπον ατελευτήτου τρυφής... Και μόνον εμένα από όλα τα κτίσματά του με έπλασε «κατ’ εικόνα» του, μου έδωσε την μοναδικήν αυτήν δυνατότητα γνώσεως της εν μιά Θεότητι μοναρχικής Τριάδος των προσώπων. Ιδικό μου ενδιαίτημα γίνεται ο Παράδεισος. Στα αμέτρητα αγαθά του Παραδείσου καθίσταμαι εγώ κύριος και δεσπότης.
Μου δίδεται λύχνος λαμπρός, για να βλέπω και να προστατεύω όλα αυτά τα καλά πράγματα, και παραλλήλως λαμβάνω την εντολή να επαγρυπνώ για την φύλαξη όλων αυτών των αγαθών. Εγώ όμως δεν γνωρίζω τι έπαθα και ενύσταξα στη φύλαξη των αγαθών. Τότε ο σκοτεινόμορφος Σατάν βλέπει με βλέμμα φθονερό τα αγαθά μου και με πλησιάζει πλήρης υποκρισίας, με το προσωπείον κάποιου από τους πολύ οικείους μου. Με πλησιάζει με ημερότητα, ...και αφού μου κατέστρεψε κάθε θεόσδοτον δωρεά, με συνέλαβε και απεμακρύνθη γελώντας με αναίδεια για την αφέλειά μου...
Αυτό είναι η απαρχή των συμφορών μου. Αρχίζουν τα πάθη μου να θεριεύουν το ένα μετά το άλλο. Προηγείται η ήττα της γαστρός μου από την ηδονήν του καρπού, και ακολουθεί η εμπάθεια των υπογαστρίων... Σ’ αυτό το πάθος όταν περιέπεσε ο Προφήτης και βασιλεύς Δαβίδ... Και ο γενναίος Σαμψών έλαβε πείρα των εμπαιγμάτων της σαρκός, όταν ετυφλώθη στους οφθαλμούς του από την μαινάδα Δαλιδά, και περιπαιζόμενος αλυσοδέθη από τους αλλοφύλους. Διότι έτσι γνωρίζει να αμείβη τους εραστάς της η εμπαθής ηδονή. Κατ’ αυτόν τον τρόπο και εγώ που έχω περιβληθή με αγγελικήν τιμή «παρασυνεβλήθην τοις κτήνεσι τοις ανοήτοις»... Διότι, ως λογικόν πρόβατο, δεν ήκουσα την φωνήν του ποιμένος μου που με έβοσκε «εν τόπω χλόης» και ουδέποτε μου εστέρησε κάτι. Και τώρα είμαι απόκληρος της φυσικής μου πατρίδος και εξόριστος της ανεκφράστου μακαριότητος.
Παρατήρησε όμως με πόσες δωρεές με γεμίζει το ξηρόν ξύλο του Σταυρού. Μου χαρίζει την ζωήν αντί για τον θάνατον. Με ενδύει με φωτεινήν στολή για να καλύψη την γυμνότητά μου. Αντί για την παλαιάν κατάρα, πηγάζει κάθε ευλογία στην ζωή μου. Με καθιστά σύντροφον των ουρανίων αγγέλων, αντί της καταδίκης της επιστροφής μου στην γη, και τέλος σβήνει την πυρκαγιά των ηδυπαθειών που άναψε εντός μου η βρώσις του χλωρού ξύλου...
Προτύπωσις Του Εσταυρωμένου Χριστού ήταν και ο άψυχος εκείνος όφις των Ισραηλιτών, που ήταν χάλκινος και δεν είχε θανατηφόρο δηλητήριο. Πράγματι· ο Δεσπότης μου Χριστός, ο οποίος έγινε άνθρωπος κατά αλήθειαν και ανέλαβε την ανθρωπίνην φύση που είχε προσβάλει ο πονηρός όφις, ήταν αμέτοχος από το δηλητήριον της αμαρτίας και τελείως ελεύθερος. Και σε όλους εμάς που είχαμε κακοποιηθεί από τoν αρχέκακον όφι, και έχουμε αναθέσει όλες μας τις ελπίδες σ’ Αυτόν που εκρεμάσθη στο Σταυρόν, χαρίζει την ζωήν και την αθανασίαν...
Επιτρέψτε μου οι παρόντες να μεταχειρισθώ και με άλλον τρόπο το νόημα της σταυρικής θυσίας. Συναντώ λοιπόν σε πολλά σημεία της Γραφής να αποκαλούνται οι Ιουδαίοι όφεις και γεννήματα εχιδνών», ακριβώς για να υποδηλωθή η εκδικητική τους μανία κατά των ευεργετών τους. Επειδή είχε προορισθή κατά θείαν βούληση να ανατείλη ο Κύριος από την οφιώδη φυλή των Ιουδαίων, τελείως αμέτοχος από το δηλητήριον της αμαρτίας και να γίνη πηγή αιωνίου ζωής διά του θανάτου Αυτού, μάλιστα δε θανάτου σταυρικού, σε όσους πιστεύουν σε Αυτόν, γι’ αυτόν ακριβώς τον λόγο είχε προορισθή η ανάρτησις του χαλκίνου όφεως επάνω στο ξύλον εκείνο. Σύρονται λοιπόν πάλι μέσα στην έρημο πλήθος δηλητηριωδών όφεων, που με τα δήγματά τους πλήττουν τους οδοιπόρους και τους θανατώνουν. Αυτοί είναι όσοι ταλαιπωρούν αυτούς που πορεύονται στον δρόμον του Χριστού, και τους εμποδίζουνν να προσέλθουν στον Δεσπότην Χριστό για να εύρουν σωτηρίαν αιώνιον. Αυτά όσον αφορά τους Ιουδαίους. Ακολούθως αναφέρεται σ’ εκείνους που θέτουν εμπόδια στην πνευματικήν πρόοδο των αγωνιζομένων. «Φύλαξόν με, Κύριε, εκ χειρός αμαρτωλού, από ανθρώπων αδίκων εξελού με, οίτινες διελογίζοντο του υποσκελίσαι τα διαβήματά μου». Σε αυτούς τους ανθρωπομόρφους όφεις απευθυνόμενος ο Χριστός έλεγε: «Όταν υψώσητε τον Υιόν του ανθρώπου, τότε γνώσεσθε ότι εγώ ειμί». Διότι κρεμάμενος νεκρός επάνω στον Σταυρόν, εζωοποίησε αυτούς που είχαν πληγεί από το κεντρί του θανάτου.
Αυτά που ελέχθησαν αφορούν την δογματικήν πλευρά του θέματος. Ας αναφερθούμε όμως και στην ηθικήν πλευρά. Όταν ο αρχηγός της ζωής μας Χριστός, ο πλούσιος σε έλεος, κατεδέχθη την εκούσιον πτωχεία και ετελείωσε όλο το μυστήριον της οικονομίας, πολλές μυριάδες των κακοτρόπων Ιουδαίων, αφού έμεσαν το δηλητήριον της κακίας και εγκατέλειψαν τις πονηρίες και τις δολιότητες, επέλεξαν δε την ευθείαν οδό, ανήλθαν σε υψηλήν και ενάρετον πολιτεία, και ανύψωσαν σε όμοιον ζήλο ένα πολύ μεγάλο μέρος των ομογενών τους. Έχω τον Παύλο που συνηγορεί στον λόγον μου. Διότι και αυτός κάποτε ήταν όφις και γέννημα εχιδνών κατά των μαθητών του Χριστού, και τους εβασάνιζε και τους εθανάτωνε, και είχε νύκτα και ημέρα τα μάτια του ανοικτά, επιβουλευόμενος ανύστακτα τους Χριστολάτρες. Κάποτε όμως ετυφλώθησαν οι οφθαλμοί του, επειδή δεν έβλεπαν σωστά αλλά διεστραμμένα, και με τον τρόπον αυτόν εκένωσε το δηλητήριον της βλασφημίας, εξεδύθη την στολήν των Φαρισαίων και ενεδύθη διά του βαπτίσματος τον Χριστόν. Και καθώς έπεφταν οι λεπίδες των οφθαλμών του, ομοίαζαν με τα λέπια του όφεως. Δέχεται έτσι μέσα του όλον τον Χριστό και ανυψώνεται στην κατά Χριστόν πολιτείαν. Έτσι ανυψώνεται στον σταυρό, νεκρώνει τα μέλη, παύει πλέον να ζη, μεταδίδει τον ζήλο σ’ εκείνους που θεωρεί σάρκα ιδικήν του, δηλαδή στους ομογενείς του και, ενώ είναι νεκρωμένοι από την αμαρτίαν, τους εμπνέει την ζωήν την αθάνατον...
Πριν γίνη όμως αυτό, όλοι οι Προφήτες και οι δίκαιοι έχυναν δάκρυα συμπαθείας για τους προπάτορές μας... Και όλοι μαζί συνέβαλλαν με τον Δαβίδ, προκρίνοντας αυτόν ως χοράρχη, σεβασμιώτερον για το βασιλικόν του αξίωμα, αλλά και εξ αιτίας της θεοπατορίας που του είχε προαναγγελθή: «Ο ποιμαίνων τον Ισραήλ πρόσχες, ο οδηγών ωσεί πρόβατον τον Ιωσήφ. Ο καθήμενος επί των Χερουβίμ εμφάνηθι». Είναι προφανής και εδώ η ομοίωσις με τον Ιωσήφ. Εκεί Αίγυπτος σκοτεινή, εδώ Άδης ο ζοφερώτατος. Φαραώ εκεί, ο τύραννος του Ισραήλ. Εδώ Σατάν, ο ακοίμητος εχθρός ολοκλήρου του ανθρωπίνου πληρώματος. Εταλαιπωρούντο εκεί οι Ισραηλίτες συλλέγοντας άχυρα για την κατασκευήν των πηλίνων πλίνθων, εδώ χάριν του ερυθρού πηλού της σαρκός, πικρός ιδρώτας των φιλοσάρκων, γι’ αυτήν όλος ο κόπος των φιλοκόσμων. Εδώ ο βαρύς και αμείλικτος επιστάτης της ζωής μας, ο ακοίμητος και τερατώδης μυρμηκολέων, ο οποίος μας εκβιάζει προς τα έργα του σκότους, άλλοτε αρπάζοντας και «ωρυόμενος και ζητών τίνα καταπίη», και άλλοτε κλέπτοντας τον σίτο των αρετών. Προσπαθεί με κάθε τρόπο να μας πείση ότι το μόνο που αξίζει είναι να συνάγωμε άχυρα. Άχυρο είναι η αμαρτία, επειδή χρησιμεύει σαν προσάναμμα του ασβέστου πυρός.
Γι’ αυτούς τους λόγους ο Κύριος, επειδή παρακολουθούσε την κακοποίηση της φύσεώς μας, επείγετο από την έμφυτο φιλανθρωπίαν του να πραγματοποιήση την προαιώνιον βουλήν, όπως προεγνώρισεν ο Ησαϊας, ο οποίος συγχαίροντας με όλον τον κατάλογον των Προφητών, ανέκραζε με την γλυκυτάτην του φωνήν εκ μέρους του Σωτήρος αυτό που είχε αφώνως ακούσει: «Νυν αναστήσομαι, νυν δοξασθήσομαι, νυν σωθήσομαι». Αυτά τα λόγια προμηνύουν την ανύψωση στον Σταυρόν, και την δόξαν με την οποίαν εδοξάσθη ο Μονογενής από τον Πατέρα επάνω στoν Σταυρόν αυτόν. Εγείρεται από τoν θρόνον του, κατέρχεται στην γην αμεταβάτως. Ενδύεται ως στολήν την φύσιν του πεπλανημένου προβάτου, από τα πάναγνα αίματα της Παρθένου, ώστε ο λύκος να επιτεθή και σ’ αυτόν ως συνήθως, ξεγελασμένος από την ομοιότητα, και έτσι να συντριβούν τα δόντια του όντως αμαρτωλού, από την ορμήν με την οποίαν επέπεσε κατά του αναμαρτήτου...
Πείθεσθε σ’ αυτόν που σας καθοδηγεί στην τραχείαν οδό και υπακούετε, και τιμήσατε το θυσιαστήριόν του μη προσφέροντας τίποτε από αυτά που γλυκαίνουν την αίσθηση και παραλύουν προς ηδυπάθειαν. Διότι χαρακτηριστικόν του Σταυρού είναι η οδύνη, όχι η ηδονή. Η γεύσις της χολής, όχι του μέλιτος... Ο Σταυρός είναι το σύμβολον της ταπεινώσεως και τρόπαιον της προς Θεόν ευσεβείας. Μετά δε την Ανάστασιν, έπαθλον της εμπίκρου διαγωγής και τραχείας διαβιώσεως είναι η βρώσις του μέλιτος, και η απόλαυσις της αφθόρου ηδονής. Έτσι λοιπόν ο Σταυρός είναι υπόθεσις ανδρείας και καυχήσεως, όχι εντροπής... Διότι ήλθε να τονώση την παράλυσιν αυτήν, η οποία αρχίζοντας από μίαν φιλήδονο γυναίκα μετεδόθη στον άνδρα, και εξεθήλυνε τον αρρενωπό χαρακτήρα του και το μικρό προζύμι, η μία πλευρά δηλαδή, εζύμωσε και εξωμοίωσε με τον εαυτόν της όλην την ανδρικήν ζύμη και της μετέδωσε την ιδικήν της μαλθακότητα... Τι κοινόν μεταξύ χολής και ηδονής; Τι κοινόν μεταξύ του οίνου που ευφραίνει την σαρκίνην καρδία και της περιπαικτικής προσφοράς του όξους που τόσον ενοχλεί την αίσθησιν; Εκείνα ανήκουν στον παλαιόν Αδάμ και είναι εις βάρος μας, ενώ αυτά στο νέον και είναι προς όφελός μας. Εκείνα είναι του Αδάμ που έπεσε, αυτά του Χριστού που μας έσωσε...
Αυτό λοιπόν το ξύλον έχοντας ως πηδάλιο να το προσκυνής, από το οποίο κυβερνώμενος, ω άνθρωπε, δεν θα φοβηθής τα κύματα της πολυταράχου θαλάσσης του βίου τούτου. Επειδή δεν σου επιτρέπει να είσαι βαρυφορτωμένος, αλλά σε διδάσκει να ταξιδεύης ελαφρός και ετοιμοπόλεμος, τρέφοντας το σώμα όσο το δυνατόν λιτότερα. Έτσι, και αν πνεύσουν σαν ενάντιοι άνεμοι τα πνεύματα της πονηρίας, και εγείρουν σφοδράν την τρικυμίαν των πειρασμών κατά του σκάφους της ψυχής, συ θα μείνης αμετακίνητα στερεωμένος στoν Σταυρόν, αφού θα έχης σταθεροποιηθή από τον αναλλοίωτον φόβον του Θεού του Εσταυρωμένου. Με τον τρόπον αυτόν θα ξεπεράσης την εναέριον απειλήν, θα αποφύγης τoν καταποντισμόν από τους επιτιθεμένους θηριώδεις και ανημέρους πειρατάς, τους δαίμονες, και θα προσορμισθής στoν ακύμαντο λιμένα της Βασιλείας, όπου θα λάβης αμύθητα κέρδη από την διάθεση των εμπορευμάτων σου.

http://orthodox-watch.blogspot.com/2012/03/blog-post_6199.html