Ἁγίου Ἰωάννου Χρυσοστόμου
Ἡ γὰρ τῶν ἁγίων χάρις οὐ διακόπτεται θανάτῳ, οὐκ ἀμβλύνεται τελευτῇ,
οὐ διαλύεται εἰς τὴν γῆν· καὶ μαρτυρεῖ τὰ πράγματα.
Ἁλιεῖς ἦσαν,
καὶ οἱ ἁλιεῖς ἀπέθανον· αἱ δὲ σαγῆναι αὐτῶν ἐργάζονται· καὶ μαρτυρεῖ τὸ πλῆθος τῶν
καθ' ἡμέραν σωζομένων.
Ἀμπελουργοὶ ἦσαν,
καὶ ἀπῆλθον ἐκεῖνοι, καὶ ἡ ἄμπελος τοῖς φύλλοις κομᾷ, καὶ τῷ καρπῷ βρίθεται.
Καὶ γὰρ ἀμπελουργοί, καὶ ἁλιεῖς, καὶ στῦλοι, καὶ ἰατροί, καὶ στρατηγοί,
καὶ διδάσκαλοι.
Στῦλοι μέν,
ὅτι τὸν ὄροφον τῆς πίστεως ἐβάστασαν·
λιμένες δέ,
ὅτι τὰ κύματα τῆς ἀσεβείας κατέστειλαν·
κυβερνῆται δέ,
ὅτι τὴν οἰκουμένην ἀπὸ γῆς εἰς οὐρανὸν ἐχειραγώγησαν·
ποιμένες δέ, ὅτι τοὺς λύκους ἀπήλασαν, καὶ τὰ θρέμματα διέσωσαν·