«Λέγουσι γὰρ καὶ οἱ θεῖοι καὶ
ἱεροὶ κανόνες, "εἴ τις ἀκοινωνήτῳ, κἂν ἐν οἴκῳ συνεύξηται, ἀφοριζέσθω· καὶ ἀλλαχοῦ, ὁ ἀκοινωνήτοις κοινωνῶν, ἀκοινώνητος ἔσται, ὡς συγχέων τὸν κανόνα τῆς
Ἐκκλησίας, καὶ πάλιν· ὁ
αἱρετικὸν δεχόμενος, τοῖς αὐτοῦ
ἐγκλήμασιν ὑπόκειται"».
Σήμερα ὡς γνωστὸν ἑορτάζει ἡ Ἐκκλησία μας τὴν «Μνήμη τῶν ἁγίων εἴκοσιν ἓξ ὁσιομαρτύρων Ζωγραφιτῶν, τῶν ἐλεγξάντων τοὺς Λατινόφρονας Μιχαὴλ τὸν βασιλέα Παλαιολόγον Η' καὶ τὸν πατριάρχην Ἰωάννην τὸν Βέκκον» καὶ διὰ τοῦτο «ἄνωθεν τοῦ πύργου πυρὶ τελειωθέντων».
Δημοσιεύουμε, λοιπόν, τὴν ἐπιστολή τους πρὸς τὸν Αὐτοκράτορα Μιχαήλ, μιὰ ἐπιστολὴ ποὺ κατοχυρώνει θεολογικότατα τὴν Διακοπὴ Μνημοσύνου καὶ τὴν Ἀποτείχιση ἀπὸ τοὺς αἱρετικούς, ὡς ὑποχρέωση γιὰ ὅσους θέλουν νὰ κάνουν ὑπακοὴ στὴν Ἐκκλησία, δηλαδὴ στὸ Χριστό! Ὅσοι παραμένουν θεληματικὰ «τυφλοὶ τά τ᾽ ὦτα τόν τε νοῦν τά τ᾽ ὄμματα», ἂς συνεχίσουν τὶς φιλοσοφικο-θεολογικὲς ἀναζητήσεις, τὸν χαρτοπόλεμο καὶ τὶς «ἀχρικαιρικές» δικαιολογίες πρὸς κρυφὴ ἱκανοποίηση τῶν Οἰκουμενιστῶν, ἕως ὅτου τὸ μεγαλύτερο μέρος τῶν πιστῶν ἀλλοτριωθεῖ καὶ ἀφομοιωθεῖ ἀπὸ τὰ οἰκουμενιστικὰ κηρύγματα καὶ θεάματα!
Ἐπιστολὴ ἀποσταλεῖσα
παρὰ τῶν Ἁγιορειτῶν πάντων πρὸς τὸν Βασιλέα Μιχαὴλ τὸν Παλαιολόγον ὁμολογητική,
σπεύδοντα τοῦτον ὅση δύναμις ἑνῶσαι τοὺς Ἰταλοὺς παραλόγως μεθ᾿ ἡμῶν, μένοντας
ἐκείνους ἀδιορθώτους πάντων τῶν σφῶν αἱρέσεων, καὶ ἀμεταβλήτους· ἔλεγε δὲ ᾧδέ
πως.
Τὸ Α΄ μέρος τῆς ἀξιοθαύμαστης, ὁμολογιακῆς αὐτῆς ἐπιστολῆς ἀκολουθεῖ.
Οὗτοι, δέσποτα ἅγιε, τὰ κυριώτερα τῆς
πίστεως οὐκ ἀπαράτρωτα εἴασαν οὐδ᾿ ἀμώμητα· διὰ τοῦτο μὴ ὅτι καὶ ἀποκόπτονται
τοῦ πανταχόθεν ἴσου τε καλοῦ ὡραιομόρφου σώματος τοῦ Χριστοῦ, ἀλλὰ καὶ τῷ
σατανᾷ παραδίδονται. Καὶ φησὶν ὁ ἀπόστολος, ἐπισφραγίζων πᾶσαν τὴν εὐαγγελικήν,
καὶ ἀποστολικὴν διδασκαλίαν· οὐ τοσοῦτον σχεδὸν πρὸς τοὺς ἐν ἑνὶ τότε
ἑτεροδιδασκαλοῦντας Γαλάτας, ὅσον εἰς τοὺς ἀρτίως μυριοετεροδιδασκαλοῦντας
Ἰταλούς· καὶ πᾶσαν μικροῦ δεῖν παράδοσιν εὐαγγελικήν, ἀποστολικήν, κανονικήν,
καὶ πατρικὴν ἀνατρέποντας· «εἴ τις εὐαγγελίζεται ὑμᾶς, παρ᾿ ὃ παρελάβετε, κἂν
ἡμεῖς, ἢ ἄγγελος ἐξ οὐρανοῦ, ἀνάθεμα ἔστω». Ἀλλὰ καὶ ἡ ἁγία καὶ Οἰκουμενικὴ
ἕκτη Σύνοδος ἡ ἐν τῷ Τρούλλῳ, τὰς πρὸ αὐτῆς Πνεύματι θείῳ ἐξασφαλίζουσα, ἐν τῷ
πρώτῳ τῶν αὐτῆς θείων καὶ ἱερῶν κανόνων τάδε φησί: «Εἰ δέ τις τῶν ἁπάντων μὴ τὰ προειρημένα
τῆς εὐσεβείας δόγματα κρατοῖ τε καὶ ἀσπάζοιτο, καὶ οὕτω δοξάζοι τε
καὶ κηρύττοι, ἀλλ᾿ ἐξ ἐναντίας ἰέναι τούτων ἐπιχειροῖ, ἔστω ἀνάθεμα». Κατὰ τὸν ἤδη ἐκτεθέντα ὅρον ὑπὸ τῶν προδηλωθέντων μακαρίων πατέρων, καὶ τοῦ
χριστιανικοῦ καταλόγου ὡς ἀλλότριος ἐξωθείσθω καὶ ἐκπιπτέτω. Ἡμεῖς γὰρ οὔτε
προστιθέναι τι, οὔτε μὴν ἀφαιρεῖν κατὰ τὰ προορισθέντα παντελῶς διεγνώκαμεν· ἢ
κατ᾿ ὁντιναοῦν δεδυνήμεθα λόγον· καὶ ταῦτα μὲ ὁ κανών.
Ἐνθεωρεῖται δὲ καὶ τοῦτο σαφῶς ὡς τὸ ἐξ ἐναντίας
ἰέναι τῶν τῆς εὐσεβείας δογμάτων,
τοῖς πατράσιν ἔδοξεν εἶναι οὐκ ἄλλο, ἢ τὸ προστιθέναι τούτοις,
ἢ ὑφαιρεῖν.
Πῶς
γοῦν ἐρεῖ τις τοὺς
ταῦτα τολμῶντας, καὶ ἐπ᾿ ἐκκλησίας κυροῦντας, καὶ δημοσίᾳ
καὶ ἐν ἀγορᾷ,
καὶ ταῖς
ἁπανταχοῦ αὐτῶν πόλεσι, διατόρῳ γλώττῃ διδάσκοντας, μὴ τῷ αὐτῷ ἀναθέματι ὑποκεῖσθαι τῷ
κανονικῷ.
Εἰ δὲ χρὴ διὰ βραχέων καὶ ἐξ ἑτέρων
θείων καὶ ἱερῶν κανόνων τὰ αὐτὰ κατὰ τὸ ἡμῖν ἐγχωροῦν τηρῆσαι· φησὶ γὰρ καὶ ἡ
τῆς ἑνώσεως θεία καὶ ἱερὰ σύνοδος, ὑστάτη μὲν πασῶν οὖσα, καὶ τὰς πρὸ αὐτῆς
Πνεύματι θείῳ ἐπικυροῦσα· ἑπομένη κἂν τούτῳ ταῖς προηγησαμέναις: «ἅπαντα
τὰ παρὰ τὴν
ἐκκλησιαστικὴν παράδοσιν καὶ διδασκαλίαν καὶ ὑποτύπωσιν τῶν μακαρίων καὶ
ἀοιδίμων πατέρων καινοτομηθέντα καὶ πραχθέντα, καὶ μετὰ τοῦτο πραχθησόμενα, ἀνάθεμα».
Καὶ ὅτι τοῖς ἐν καταφρονήσει τιθεμένοις τοὺς ἱεροὺς καὶ θείους κανόνας τῶν ἁγίων ἡμῶν
πατέρων, οἱ τὴν Ἐκκλησίαν ὑπερείδουσιν, καὶ ὅλην τὴν χριστιανικὴν πολιτείαν
κοσμοῦντες, πρὸς θείαν ὁδηγοῦσιν εὐλάβειαν, ἀνάθεμα».
Καὶ πῶς ἂν εἰ πάντας τοὺς κατὰ
τούτων ἄντικρυς ἀποφαινομένους θείους κανόνας ἐκθῆναι θελήσομεν, τὴν ὁρμὴν τοῦ
λόγου κατασχεῖν δυνησόμεθα; Εἰ γὰρ πρὸς ἓν ἕκαστον τῶν παρὰ τοὺς θείους θεσμοὺς
αὐτοῖς τελουμένων, ἀντιπαραθῶμεν θείους καὶ ἱεροὺς κανόνας, οἳ καὶ καθαιροῦσι,
καὶ ἀφορίζουσιν, ἔστιν οἷς καὶ ἀναθεματίζουσιν αὐτούς, διὰ τὴν τῶν θείων
παραδόσεων ἀθέτησιν, καὶ πέρα τοῦ μέτρου χεθῆναι ὁ ἰδιώτης ἡμῶν καὶ ἄγροικος
λόγος οὗτος ἐκβιασθήσεται.
Ἐμπεριέχεται δὲ καὶ τῷ ΙΕ´ κανόνι τῆς ἁγίας καὶ μεγάλης τῆς πρώτης καὶ δευτέρας
ἐπονομασθείσης, ὅτι οὐ μόνον ἀνευθύνους εἶναι, ἀλλὰ καὶ ἐπαινετέους τοὺς ἀποσχίζοντας ἑαυτοὺς καὶ πρὸ συνοδικῆς καταδίκης, ἀπὸ τῶν δημοσίᾳ
διδασκόντων αἱρετικὰ διδάγματα, καὶ ὄντων προφανῶς αἱρετικῶν. Οὐ γὰρ ἀπέσχισαν
ἑαυτοὺς ἀπὸ ἐπισκόπων, ἀλλ᾿ ἀπὸ ψευδοεπισκόπων, καὶ ψευδοδιδασκάλων, καὶ τὸ
παρὰ τούτων γεγονός, ἐπαίνου ἄξιον, καὶ προσῆκον ὀρθοδόξοις