Ἀνθρωπιστικὸς
Οἰκουμενισμός
Ἁγίου ΙΟΥΣΤΙΝΟΥ ΠΟΠΟΒΙΤΣ
«...Ὁ θεόπνευστος φορεὺς τῆς ἀποστολικῆς
καὶ ἁγιοπατερικῆς καθολικῆς Παραδόσεως τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ὁ ἅγιος
Ἰωάννης ὁ Δαμασκηνός, εὐαγγελίζεται ἐκ τῆς καρδίας ὅλων τῶν ἁγίων Πατέρων, ὅλων
τῶν ἁγίων Ἀποστόλων, ὅλων τῶν ἁγίων Συνόδων τῆς Ἐκκλησίας τὴν ἑξῆς θεανθρωπίνην
ἀλήθειαν:
«Οὐκ ἔστι τύπος ὁ ἄρτος καὶ ὁ οἶνος τοῦ Σώματος καὶ Αἵματος τοῦ
Χριστοῦ (μὴ γένοιτο), ἀλλ' αὐτὸ τὸ Σῶμα τοῦ Κυρίου τεθεωμένον... Δι' αὐτοῦ
καθαιρόμενοι ἑνούμεθα τῷ Σώματι Κυρίου καὶ τῷ Πνεύματι Αὐτοῦ, καὶ γινόμεθα Σῶμα
Χριστοῦ (= ἡ Ἐκκλησία)... Μετάληψις
δὲ λέγεται· δι' αὐτῆς γὰρ τῆς Ἰησοῦ θεότητος μεταλαμβάνομεν. Κοινωνία
δὲ λέγεταί τε καί ἐστιν ἀληθῶς, διὰ τὸ κοινωνεῖν ἡμᾶς δι' αὐτῆς τῷ Χριστῷ καὶ
μετέχειν Αὐτοῦ της σαρκὸς τὲ καὶ τῆς θεότητος. κοινωνεῖν δὲ καὶ ἑνούσθαι
ἀλλήλοις δι' αὐτῆς. ἐπεὶ γὰρ ἐξ ἑνὸς ἄρτου μεταλαμβάνομεν, οἱ πάντες ἓν Σῶμα
Χριστοῦ καὶ ἓν Αἷμα, καὶ ἀλλήλων μέλη γινόμεθα, σύσσωμοι Χριστοῦ χρηματίζοντες.
Πάσῃ δυνάμει τοίνυν φυλαξώμεθα μὴ λαμβάνειν μετάληψιν αἱρετικῶν
μήτε διδόναι. «Μὴ δῶτε γὰρ τὰ ἅγια τοῖς κυσίν,
ὁ Κύριός φησι, μηδὲ ρίπτετε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων» (Ματθ.
7, 6), ἵνα μὴ μέτοχοι τῆς κακοδοξίας
καὶ τῆς αὐτῶν γενώμεθα κατακρίσεως. Εἰ γὰρ πάντως ἕνωσίς ἐστι πρὸς Χριστὸν καὶ
πρὸς ἀλλήλους, πάντως καὶ πᾶσι τοῖς συμμεταλαμβάνουσιν
ἡμῖν κατὰ προαίρεσιν ἑνούμεθα.
Ἐκ προαιρέσεως γὰρ ἡ ἕνωσις αὐτὴ γίνεται, οὐ χωρὶς τῆς ἡμῶν γνώμης. Πάντες γὰρ
ἓν σῶμα ἐσμεν, ὅτι ἐκ τοῦ ἑνὸς ἄρτου μεταλαμβάνομεν, καθώς φησιν ὁ θεῖος
Ἀπόστολος» (Ἁγ. Ἰω. Δαμασκηνοῦ)1.
Ὁ ἀτρόμητος ὁμολογητὴς τῶν θεανθρωπίνων
ὀρθοδόξων ἀληθειῶν ἀναγγέλλει εἰς ὅλους τους ἀνθρώπους ὅλων τῶν κόσμων:
«Τὸ γὰρ κοινωνεῖν παρὰ αἱρετικοῦ
ἢ προφανῶς διαβεβλημένου κατὰ τὸν βίον ἀλλοτριᾶ Θεοῦ
καὶ προσοικειοῖ τῷ Διαβόλῳ»2. Κατὰ
τὸν ἴδιον ὁ ἄρτος τῶν αἱρετικῶν δὲν εἶναι «σῶμα Χριστοῦ» (Ἁγ. Θεοδώρου
τοῦ Στουδίτου)3. Διὰ τοῦτο, «Ὡς οὖν ὁ θεῖος ἄρτος ὑπὸ τῶν Ὀρθοδόξων μετεχόμενος,
πάντας τοὺς μετόχους ἓν σῶμα ἀποτελεῖ. Οὕτω δὴ καὶ ὁ αἱρετικός (ἄρτος) κοινωνοὺς τοὺς
οὕτω αὐτοῦ μετέχοντας ἀλλήλων ἀπεργαζόμενος, ἓν σῶμα ἀντίθετον Χριστῷ παρίστησι» (Ἁγ. Θεοδώρου
τοῦ Στουδίτου)4.
Ἐπὶ πλέον, «Ἡ παρὰ τῶν αἱρετικῶν κοινωνία οὐ κοινὸς
ἄρτος ἀλλὰ φάρμακον (= δηλητήριον), οὐ σῶμα βλάπτον, ἀλλὰ ψυχὴν μελαῖνον καὶ
σκοτίζον» (Ἁγ. Θεοδώρου τοῦ Στουδίτου)5.
(Ἀπὸ τὸ βιβλίον ΟΡΘΟΔΟΞΟΣ
ΕΚΚΛΗΣΙΑ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΣΜΟΣ).
________________________________
1. Ιωάννου Δαμασκηνού, Εκδ. Ορθ. πίστεως 4, 13,
PG 94, c. 1149. 1152. 1153. Πρεβ. Α' Κορ. 10, 17.
2. Θεοδώρου Στουδίτου, PG 99, c. 1668C.
3. Αυτόθι, c. 1597Α.
4. Αυτόθι, c. 1480CD.
5. Αυτόθι, c. 1189C