Πέμπτη 11 Ιουνίου 2015

Για ΟΣΟΥΣ αναφέρονται επιλεκτικά σε κάποιες από τις Επιστολές του Γέροντος Φιλοθέου και αρνούνται την συστράτευση κατά της Παναιρέσεως του Οικουμενισμού, ασχέτως Ημερολογίου

Περι ημερολογίου Επιστολές - 25/11/1944 


  ΑΓΙΟΣ ΦΙΛΟΘΕΟΣ ΖΕΡΒΑΚΟΣ:
ΠΑΛΑΙΟΗΜΕΡΟΛΟΓΙΤΑΙ, ΟΙ ΧΡΟΝΟΛΑΤΡΑΙ!

«Τυφλός τυφλόν εάν οδηγή, αμφότεροι εις βόθυνον πεσούνται»

Πηγή: http://www.impantokratoros.gr/37C68F33.el.aspx


25-11-1944
...Μα και άγιος να ήσο, έπρεπε να εστοχάζεσο, ότι ο Χριστός, που ήτο αγιώτερος από εσέ, συνανεστρέφετο με τελώνας και αμαρτωλούς, εδίδασκε τους ανθρώπους να αγαπούν τους εχθρούς των και εκείνους όπου τους μισούν και αδικούν, και εν τω Σταυρώ προσηλωμένος ηύχετο υπέρ των σταυρωτών του.
Οι παλαιοημερολογίται, οι λατρεύοντες το πα­λαιόν ημερολόγιον ως Θεόν, οι χρονολάτραι, καταφρονούν την εντολήν της αγάπης και τας [άλλας] εντολάς του Κυρίου, χάριν του ημερολογίου, διότι φαντάζονται ότι το ημερολόγιον θα τους σώση. Αλλ’ ο Χριστός μας δεν εδίδαξε ημερολόγια. και εάν πιστεύης εις τον Χριστόν, ως Υιόν Θεού και Θεόν, πιστεύης εις το Ιερόν Ευαγγέλιον, διάβασέ το από την αρχήν έως το τέλος και θα ίδης ότι ούτε μίαν λέξιν ούτε μίαν συλλαβήν λέγει για ημερολόγια. και εις τους Αποστόλους, που τους έστειλε εις τον κόσμον, δεν τους είπε. υπάγετε να κηρύξετε εις τον κόσμον το ημερολόγιον και όποιος πιστεύση το ημερολόγιον θα σωθή. όχι, άπαγε της βλασφημίας! Τους είπε, να κηρύξουν το Ευαγγέλιον και όποιος

«Εμοί δε δακρύειν επέρχεται...»! (Αγίου Ιωάννου του Χρυσοστόμου)



«Ἐμοὶ δὲ δακρύειν ἐπέρχεται, ὅταν ἀκούσω ἀπὸ τῆς ἡμετέρας Ἐκκλησίας τινὰς λέγοντας, μὴ εἰρῆσθαι ταῦτα ἐν ταῖς θείαις Γραφαῖς...
Ἀκούσατε, πάντες οἱ τοῖς αἱρετικοῖς συνεσθίοντες, ὀδυνηρὰν ἀπόφασιν· ὅτι τοῦ Χριστοῦ ἐχθροί ἐστε... Μὴ παραδέχεσθε αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν
(Ὁ Κύριος) ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, καὶ πάντα ᾠκονόμησε πρὸς σωτηρίαν τοῦ γένους ἡμῶν, καὶ πάντα ὑπέδειξε ποιῶν καὶ διδάσκων. Εἶτα θέλων διδάξαι, ἵνα οἱ μέλλοντες προΐστασθαι τῶν Ἐκκλησιῶν, οὕτως ἐκδιώκωσι τοὺς αἱρετικούς, ἐποίησεν φραγέλλιον ἐκ σχοινίων, καὶ εἰσελθὼν πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, καὶ ἀπώσατο, καὶ ἐξεδίωξε, λέγων· Ὁ οἶκός μου, οἶκος προσευχῆς ἐστιν· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. Ἀκούσατε οἱ προϊστάμενοι τῶν Ἐκκλησιῶν. Ὑμῖν γὰρ ὑπέδειξε τὸ καλόν, ἵνα ἐξακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ, προσέχοντες πανταχόθεν ἀκριβῶς, καὶ τοὺς λύκους ἐκδιώκοντες, καὶ τὴν ποίμνην φυλάττοντες.
Ἀλλὰ πολὺ τὸ διάφορον ὁρῶ τῶν τότε ποιμένων παρὰ τῶν νῦν. Ἐκεῖνοι πολεμισταὶ, οὗτοι φυγάδες· ἐκεῖνοι βιβλίων καλλωπισταὶ καὶ δογμάτων, οὗτοι ἱματίων... Οὗτοι ὡς μισθωτοὶ ἀφιεῖσι τὰ πρόβατα, καὶ φεύγουσιν· ἐκεῖνοι τὴν ψυχὴν αὐτῶν ἔθηκαν ὑπὲρ τῶν προβάτων, μιμησάμενοι τὸν ποιμένα τὸν καλόν. Ὢ τῶν μακαρίων αὐτῶν ἀνδρῶν, ὧν τὰ ὀνόματα ἐν βιβλίῳ ζωῆς· οὓς ἔφριξαν δαίμονες, καὶ ἐτρόμαξαν αἱρετικοί· καὶ Ἐφράγη στόμα λαλούντων ἄδικα. Φθέγξομαι τοίνυν κἀγὼ παραπλήσια τῷ Δαυῒδ, ὃς ἀποδυρόμενος ἔλεγε· Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε;
Εἴπω κἀγὼ ἐν δάκρυσι· Ποῦ ἐστιν ὁ μακάριος χορὸς ἐκεῖνος τῶν ἐπισκόπων καὶ διδασκάλων, οἵτινες ἔλαμψαν ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες;... Ὢ βαθείας αἰσχύνης· ὢ τῆς κακῆς εὐπορίας! ὢ πικρᾶς φιλαργυρίας! ὢ τῆς ἀπληρώτου γαστρός! Λοιπὸν ἐκεῖθεν σκάνδαλα, ψιθυρισμοί, ὀνείδη, λοιδορισμοἰ, θόρυβοι...
Τρυφῶντες, μεθύοντες, καὶ μετεωριζόμενοι βούλεσθε νικᾷν τὰς αἱρέσεις; Ἀλλ' οὐαὶ ὑμῖν, οἱ τρυφῶντες καὶ μετεωριζόμενοι, ἐν χρυσῷ καὶ ἱματίοις ποικίλοις καλλωπιζόμενοι· πῶς ἄλλοις δείξετε τὴν καλὴν πτωχείαν τοῦ Χριστοῦ, τοῦ δι' ἡμᾶς πτωχεύσαντος, τοῦ ἐντειλαμένου τοῖς μαθηταῖς αὐτοῦ μὴ ἔχειν χαλκὸν ἐν ταῖς ζώναις.
ζʹ. Ἀνανήψατε οὖν λοιπὸν, κηρύξατε τὸν λόγον, ἀποῤῥίψατε πᾶσαν βιωτικὴν μέριμναν, βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε· Βλέπετε τοὺς κύνας. Πάλιν τὸ βλέπετε λέγω, καὶ λέγων οὐ παύομαι. Βλέπετε τοὺς κλέπτας, βλέπετε ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον. Ἀγρυπνεῖτε καὶ νήφετε, οἱ τὸ δεσποτικὸν χάρισμα καταπιστευθέντες, καὶ γρηγορεῖτε, καὶ τὴν ὥραν τῆς φοβερᾶς παρουσίας τοῦ Δεσπότου τηρεῖτε, ὅταν ἔρχηται συνᾶραι λόγον μεθ' ὑμῶν, οἷς ἐπίστευσε τὰ τάλαντα. Ταῦτα τοίνυν κατὰ νοῦν ἔχοντες, ὦ ἀγαπητοὶ, Ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ὡς λέγει ὁ Ἀπόστολος, μὴ ἀναγκαστικῶς, ἀλλ' ἑκουσίως, μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως, μηδὲ ὡς κατακυριεύοντες τοῦ κλήρου, ἀλλὰ τύποι γενόμενοι τοῦ ποιμνίου».

Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου, Λόγος περὶ ψευδοπροφητῶν, καὶ ψευδοδιδασκάλων, καὶ ἀθέων αἱρετικῶν, καὶ περὶ σημείων τῆς συντελείας τοῦ αἰῶνος τούτου. Ἐῤῥήθη δὲ μέλλοντος αὐτοῦ ἐκδημεῖν ἀπὸ τοῦ σώματος.