«Φεύγετε οὖν τῆς
κοινωνίας αὐτῶν. Οὗτοι ψευδόχριστοι και ψευδαπόστολοι, δι' οὓς
ψυγήσεται ἡ τῶν πολλῶν ἀγάπη· ὁ δὲ ὑπομείνας εἰς τέλος σωθήσεται»!
ΔΙΔΑΧΑΙ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ
Constitutiones Apostolorum
(fort. compilatore Juliano Ariano): Book 6, chapter 12, line 93
«Τοὺς μετανοοῦντας προσδέχεσθε, τοῦτο γὰρ θέλημα
τοῦ Θεοῦ ἐν Χριστῷ· …τοὺς ἀθέους αἱρεσιώτας ἀμετανοήτως ἔχοντας διαστείλαντες ἀφορίσατε
ἀπὸ τῶν πιστῶν καὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ ἐκκηρύκτους ποιήσατε, καὶ
παραγγείλατε τοῖς πιστοῖς παντοίως αὐτῶν ἀπέχεσθαι καὶ μήτε
λόγῳ μήτε προσευχαῖς κοινωνεῖν αὐτοῖς. Οὗτοι γάρ εἰσιν ἀντίδικοι καὶ
ἐπίβουλοι τῆς Ἐκκλησίας, οἱ διαφθείροντες τὸ ποίμνιον καὶ μολύνοντες τὴν
κληρονομίαν, οἱ δοξόσοφοι καὶ παμπόνηροι … Οὗτοί εἰσιν, περὶ ὧν ὁ Κύριος πικρῶς
καὶ ἀποτόμως ἀπεφήνατο λέγων, ὅτι εἰσὶν ψευδόχριστοι καὶ ψευδοδιδάσκαλοι…, οἱ
Θεὸν τὸν ἐπὶ πάντων βλασφημοῦντες καὶ τὸν Υἱὸν αὐτοῦ καταπατοῦντες καὶ τὴν διδασκαλίαν τοῦ Πνεύματος διαπτύοντες, οἱ
τοὺς θείους λόγους ἀρνούμενοι ἢ μεθ' ὑποκρίσεως προσποιούμενοι δέχεσθαι, ἐφ'
ὕβρει Θεοῦ καὶ ἀπάτῃ τῶν προσιόντων αὐτοῖς, οἱ τὰς ἱερὰς γραφὰς ἐνυβρίζοντες...
Φεύγετε οὖν
τῆς κοινωνίας αὐτῶν καὶ τῆς πρὸς αὐτοὺς εἰρήνης ἀλλότριοι τυγχάνετε· περὶ αὐτῶν
γὰρ ὁ προφήτης ἀπεφήνατο, λέγων, ὅτι “Οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν, λέγει
Κύριος”. Οὗτοι γάρ εἰσιν οἱ κρύφιοι λύκοι, οἱ ἐνεοὶ