τοῦ ἱεροῦ Χρυσοστόμου
Ἕνας ἀκόμα ὠφελιμότατος λόγος τοῦ χρυσορρήμονος πατρὸς
Ἰωάννου, ποὺ ἀναφέρεται στὸν προφήτη Ἠλία τὴν μνήμη τοῦ ὁποίου ἑορτάσαμε τὴν 20η Ἰουλίου. Τὸν δημοσιεύουμε,
ἀφοῦ παραθέσουμε εἰσαγωγικὰ κάποια ἀποσπάσματα γιὰ ὅσους δὲν ἔχουν τὸ χρόνο ἢ τὴν
ὑπομονὴ νὰ τὸν ἀναγνώσουν ὁλόκληρο.
* Στὴν ἀρχὴ τοῦ λόγου ὁ ἱ. Χρυσόστομος μᾶς διδάσκει ὅτι
«ἡ ραθυμία μᾶς ἐμποδίζει
τιμοῦμε τὸν Θεὸν καὶ τοὺς Ἁγίους, και ἐπίσης μᾶς κρατᾶ μακριὰ ἀπὸ τοὺς ἀγῶνες τῆς Πίστεως.
* Σὲ αὐτὸν ποὺ λέγει «ἁμαρτωλὸς εἰμι, φησί, καὶ
οὐ δύναμαι» συμβουλεύει: Ἑορτάζεται ἡ μνήμη τῶν μαρτύρων, καὶ σὺ ραθυμεῖς; Εἶναι ἀναγκαῖο νὰ
παρευρεθεῖς «καὶ ἰδεῖν τὸν διάβολον ἡττώμενον,
καὶ μάρτυρα νικῶντα, καὶ Θεὸν δοξαζόμενον. Ἐπειδὴ ἁμαρτωλὸς εἶ, διὰ τοῦτο εἴσελθε».
* Ἐξ ἄλλου καὶ
οἱ ἱερεῖς, «οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες ἁμαρτίαις εἰσὶ προσηλωμένοι. Ἀλλ’
οὐκ ἀπογινώσκωμεν τῆς τοῦ Θεοῦ φιλανθρωπίας... ἡμεῖς δὲ ὅσῳ μᾶλλον τῷ ἀξιώματι ὑπερέχομεν,
τοσούτῳ καὶ τῷ ἐγκλήματι ὑποκείμεθα».
* Καὶ ἐξηγεῖ ὅτι, ἐπειδὴ ἀκριβῶς οἱ «διδάσκαλοι αὐτοὶ καὶ
οἱ ἱερεῖς, εἰ μὴ ἡμάρτανον, μηδὲ ὑπέκειντο τοῖς πάθεσι τοῦ βίου, ἀπάνθρωποι ἤμελλον
εἶναι περὶ τοὺς ἄλλους καὶ ἀσύγγνωστοι... διὰ τοῦτο πραγματεύεται ἡ θεία χάρις ἁμαρτήματί
τινι περιπεσεῖν αὐτόν [στὸ κείμενο ὁμιλεῖ γιὰ τὸν ἀποστολο Πέτρο], ἵνα ἐξ ὧν αὐτὸς ἔπαθε,
φιλάνθρωπος γένηται περὶ τοὺς ἄλλους». Καὶ ἐδῶ ὑπενθυμίζει τὴν πτώση τοῦ
ἀπ. Πέτρου: «Ὦ Πέτρε, ...μικρᾶς κόρης ῥῆμα ἀκούσας, εἰς ἄρνησιν ἐχώρησας; ...Πέτρος,
ὁ στῦλος, ὁ πρόβολος, οὐκ ἐβάστασεν ἀπειλὴν κόρης, ἀλλὰ μόνον ἐλάλησε, καὶ ὁ στῦλος
ἐσαλεύθη».
* Στὴν
συνέχεια ὁμιλεῖ γιὰ τὴν ἀνηθικότητα καὶ τὴν «οἰκουμενιστικὴ» εἰδωλολατρία ποὺ ἐπικρατοῦσε
στὴν ἐποχὴ τοῦ προφήτη Ἠλία, ὁ ὁποῖος ζητᾶ ἀπὸ τὸν Θεὸ γιὰ τιμωρία τῶν ἀνθρώπων
νὰ κλείσει ὁ οὐρανὸς καὶ νὰ μὴν βρέχει. Καὶ ἐνῶ αὐτὸ προκαλοῦσε τὸν θάνατο ζώων
καὶ μικρῶν παιδιῶν, ὁ Ἠλίας μένει ἀσυγκίνητος! Ὁ ἱερὸς Χρυσόστομος δὲν διστάζει
νὰ τὸν χαρακτηρίσει «ἀπάνθρωπο»! Κι ὁ
Θεὸς βοηθεῖ τῶν Ἠλία νὰ γίνει «φιλανθρωπότερος», μὲ τὸ νὰ ἐπιτρέψει
νὰ «πάθει» κι αὐτός. Νὰ δείξει δειλία
καὶ φόβο (ὅπως κι ὁ Πέτρος ποὺ ἀρνήθηκε
τὸν Χριστὸ μπροστὰ στὴν παιδίσκη) καὶ νὰ φοβηθεῖ μιὰ ἀνήθικη γυναίκα, τὴν Ἰεζάβελ,
καὶ νὰ φεύγει 40 ἡμέρες, φοβούμενος γιὰ τὴν ζωή του, ὥστε νὰ κατανοήσει τὶς
πτωτικὴ ἀνθρώπινη κατάσταση! Κατὰ τὸν ἴδιο τρόπο ὁ Θεός, ἐπέτρεψε ὄχι ἄγγελοι, ἀλλὰ ἁμαρτωλοὶ ἄνθρωποι νὰ
ὑπηρετοῦν τοὺς συνανθρώπους τους, γιὰ νὰ δείχνουν κατανόηση πρὸς συναμαρτωλούς
συναθρώπους!
«Πάντες γὰρ προέκοπτον ἐπὶ τὸ κακόν· οἰκουμενικὸν ἦν ναυάγιον, οὐχ ὑδάτων,
ἀλλὰ ἀσελγείας· σωφροσύνη ἐκποδών, καὶ ἀκολασία ἐπομπεύετο· ἀρετὴ ἐδιώκετο, καὶ
κακία ἐνηβρύνετο… Οἰκουμενικὸν ναυάγιον κατεῖχε πᾶσαν τὴν οἰκουμένην, οὐ δι’ ὕδατος,
ἀλλ’ δι’ ἀβροχίας· ὁ οὐρανὸς ἐδέδετο, καὶ λοιπὸν ἐπείχετο, καὶ τὴν φύσιν ὅλην
μετέβαλλε. Πάντα οὖν ἀπέθανε θεηλάτῳ ὀργῇ καὶ ἀπώλετο· οὐκ ἔμελε δὲ τῷ Ἡλίᾳ περὶ
οὐδενός· ἐμέθυε γὰρ τῷ ζήλῳ. ...οὐδὲ ἐκάμπτετο, ἀλλὰ ἀπονοίᾳ τινὶ κεχρημένος οὕτως
ἐβάδιζε τὴν ὁδόν, ἀσπλαγχνίαν περιβεβλημένος... Τί ἀπονενόησαι, Ἠλίᾳ; Τί τοσαύτην
ἐνεδύσω ἀπανθρωπίαν; Ἔκδεξαι ὀλίγον, καὶ ἐλεγχθήσῃ καὶ αὐτὸς ὑπὸ ἁμαρτιῶν ὤν...
Μετ’ οὐ πολὺ καὶ αὐτὸς ἐλεγχθήσῃ ὑπὸ ἁμαρτιῶν ὤν, καὶ φιλανθρωπίας τυχὼν παρὰ
τοῦ Δεσπότου σου, ἵνα φιλανθρωπότερος γένῃ περὶ τοὺς συνδούλους σου... Διὰ τοῦτο
οὐκ ἐγένετο ἄγγελος ἱερεύς, ἀλλ’ ἄνθρωπος ἐξ ἀνθρώπου, ἵνα μὴ παρὰ ἀναμαρτήτου ἀναιρῶνται
οἱ ἁμαρτάνοντες. Εἰ γὰρ ἄγγελος ἦν μὴ ἁμαρτάνων ὁ ἱερεύς, τοὺς ἁμαρτάνοντας
παραχρῆμα ἂν ἐκόλαζεν, ἀλλὰ διὰ τοῦτο ἄνθρωπος γέγονεν, ἵνα συγγινώσκῃ τῷ ὁμοιοπαθεῖ,
ὑπόμνησιν λαμβάνων ἐκ τῶν ἰδίων παθῶν τοῖς ὁμοφύλοις.
* Ἀλλ’ Ἀβραμιαία τις γενομένη ἡ γυνὴ εἰσελθοῦσα ἐποίησε κατὰ τὸ ῥῆμα
τοῦ προφήτου, καὶ ἦν ἰδεῖν τοῦ Ἀβραὰμ μᾶλλον τὴν χήραν φιλοξενεστέραν. Ἐκεῖνος
μὲν γὰρ εὔπορος ὤν, ἐξένισεν ἀγγέλους· αὕτη δὲ ἐκ λιμοῦ προσδοκῶσα θάνατον, ἐξένισε
τὸν προφήτην.
* Ἔθος τῇ πλάνῃ τῇ ἀληθείᾳ τὰ ἴδια προσάπτειν.
* Ἤκουσε ταῦτα Ἰεζάβελ ἡ γυνὴ τοῦ Ἀχαὰβ τὰ γεγενημένα, καὶ πέμπει
πρὸς τὸν Ἠλίαν λέγουσα· «Τάδε ποιησάτωσάν μοι οἱ θεοί, καὶ τάδε προσθείησάν
μοι, εἰ μὴ αὔριον θήσω τὴν ψυχὴν σου ὡς τὴν ψυχὴν ἑνὸς αὐτῶν»· καὶ ἀκούσας Ἠλίας
ἔφυγε... Ὤ δειλίας ὑπερβολή! λόγον πόρνης ἤκουσας, καὶ ἔφυγες, καὶ μία γυνὴ αἰχμάλωτον
ἀπάγει; Αἱ δύο ἀκροπόλεις ὑπὸ γυναικὸς ἠλέγχθησαν· Πέτρος κόρην ἐφοβήθη, καὶ οὗτος
τὴν Ἰεζάβελ· τοῖς αὐτοῖς περιέπεσον ἁμαρτήμασι. Καὶ ἔφυγεν Ἠλίας ὁδὸν ἡμερῶν
τεσσαράκοντα... Ποῦ Ἠλίας ὁ τοσοῦτος καὶ τηλικοῦτος; Σκοπὸς γάρ μοι δεῖξαι, ὅτι
ἁμαρτίᾳ ὑπέπεσε· λέγω τὴν ἁμαρτίαν οὐ κατηγορῶν τοῦ δικαίου, ἀλλ’ ὑπόθεσιν
σωτηρίας πραγματευόμενος, ἳν’ ὅταν ἴδῃς ἐκείνους ἁμαρτήσαντας, μὴ ἀπογνόντας δὲ
ἑαυτῶν, ἀλλὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τυχόντας, σὺ ἐὰν ἁμαρτήσῃς, περισσοτέραν
ἐλπίζῃς τὴν σωτηρίαν.
* Ὅτε ὁ Θεὸς ἐνήργει, καὶ βασιλεῖς ἔπιπτον καὶ ἄρχοντες καὶ δῆμοι· ὅτε
Θεὸς ἀπέστη, καὶ γυνὴ φοβερὰ ἐπέστη... Ἤλεγξε τοίνυν αὐτόν, ὅτι οὐ διὰ τοῦτο ἔφυγεν,
ἀλλὰ διὰ τὸν τῆς γυναικὸς φόβον ἀνεχόμενος· καὶ μία γυνὴ τὸν τοιοῦτον καὶ
τηλικοῦτον ἄνδρα δραπέτην καὶ φυγάδα ἐποίησεν, ἵνα μάθῃς, Ἠλία, ὅταν τι παράδοξον
ποιῇς, μὴ σαυτῷ ἐπιγράφειν, ἀλλὰ τῇ τοῦ Θεοῦ δυνάμει. Εἶδες πῶς ὅτε ἀπέστη ἡ χάρις,
ἠλέγχθη ἡ φύσις; «Ἔφυγεν Ἠλίας ὁδὸν ἡμερῶν τεσσαράκοντα». Ὤ φόβου ἐπίτασις! Ὤ
δειλίας ὑπερβολή!
* Εἶδες πῶς συνεχώρησεν ὁ Θεὸς μικρῷ ἁμαρτήματι περιπεσεῖν τοὺς στύλους
ἐκείνους, τοὺς προβόλους, τοὺς πύργους; Ἵνα μὴ τῷ ἑαυτῶν ἀναμαρτήτῳ πάντας ἀπὸ
τῆς ἐκκλησίας ἐκκόψωσιν· ἵνα ὅταν ἴδωσί τινα ἁμαρτήσαντα, καὶ θέλωσιν ἀσπλαγχνίαν
ἐνδείξασθαι εἰς αὐτόν, ἀναμνησθῶσι τῆς ἑαυτῶν ἁμαρτίας, καὶ τῆς αὐτῆς αὐτῷ
μεταδώσωσι φιλανθρωπίας, ἧς καὶ αὐτοὶ τετυχήκασι παρὰ τοῦ Δεσπότου.