26 ΟΚΤΩΒΡΙΟΥ 2013
ΑΠΟ ΤΟΝ ΟΡΘΡΟΝ ΤΗΣ ΕΟΡΤΗΣ
τοῦ ῾Αγ. Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου
καὶ ᾽Ανάμνησις τοῦ γεγονότος σεισμοῦ (740 μ.Χ.)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε
ἀπὸ τῶν ἀνθρώπων΄ἐπιβαλοῦσι γὰρ ἐφ' ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
ΑΠΟ ΤΗΝ ΥΜΝΟΛΟΓΙΑΝ
Εἰς τὰ ὑπερκόσμια σκηνώματα, τὸ πνεῦμά σου Δημήτριε
Μάρτυς σοφέ,
Χριστὸς ὁ Θεὸς προσήκατο ἀμώμητον, σὺ γὰρ τῆς Τριάδος γέγονας
ὑπέρμαχος,
ἐν τῷ
σταδίῳ ἀνδρείως ἐναθλήσας ὡς ἀδάμας
στεῤῥός, λογχευθεὶς δὲ τὴν πλευράν, τὴν ἀκήρατόν σου πανσεβάσμιε,
μιμούμενος τὸν ἐπὶ ξύλου
τανυσθέντα, εἰς
σωτηρίαν παντὸς τοῦ κόσμου, τῶν
θαυμάτων εἴληφας
τὴν ἐνέργειαν, ἀνθρώποις
παρέχων τὰς ἰάσεις ἀφθόνως.
Διό σου σήμερον,
τὴν κοίμησιν
ἑορτάζοντες,
ἐπαξίως
δοξάζομεν, τὸν σὲ δοξάσαντα
Κύριον.
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν,
ῥῦσαι ἡμᾶς τῆς φοβερᾶς τοῦ σεισμοῦ ἀπειλῆς, Χριστὲ ὁ Θεὸς ἡμῶν,
καὶ κατάπεμψον
ἡμῖν,
πλούσια τὰ ἐλέη σου, πρεσβείαις
τῆς Θεοτόκου,
μόνε
Φιλάνθρωπε.
Δεῦρο Μάρτυς Χριστοῦ πρὸς ἡμᾶς,
σοῦ δεομένους,
συμπαθοῦς ἐπισκέψεως. καὶ ῥῦσαι
κεκακωμένους, τυραννικαῖς ἀπειλαῖς,
καὶ δεινὴ μανία τῆς αἱρέσεως, ὑφ' ἧς ὡς αἰχμάλωτοι, καὶ γυμνοὶ
διωκόμεθα, τόπον ἐκ τόπου, συνεχῶς
διαμείβοντες, καὶ
πλανώμενοι, ἐν
σπηλαίοις καὶ ὄρεσιν. Οἴκτειρον οὖν
πανεύφημε, καὶ δὸς ἡμῖν ἄνεσιν, παῦσον τὴν ζάλην καὶ σβέσον,
τὴν καθ' ἡμῶν ἀγανάκτησιν,
Θεὸν ἱκετεύων, τὸν παρέχοντα
τῷ κόσμῳ
τὸ μέγα ἔλεος.
Ἂν διερωτηθεῖ κάποιος, γιὰ ποιά αἵρεση ὁμιλεῖ ἐδῶ τὸ τελευταῖο τροπάριο,
εἶναι γνωστὸ ἀπὸ σχετικὲς ἀναφορὲς τοῦ π. Θεοδώρου Ζήση καὶ τοῦ π. Εὐθυμίου
Τρικαμηνᾶ, ὅτι τὸ τροπάριο "δεῦρο Μάρτυς Χριστοῦ" εἶχε γράψει ὁ ἅγιος Θεόδωρος ὁ Στουδίτης, ὅταν
εὑρίσκετο φυλακισμένος στὴν Θεσσαλονίκη.
Στὴ φυλακὴ ἀπευθύνεται πρὸς τὸν ἅγιο
Δημήτριο, ποὺ προηγήθηκε αὐτοῦ τῆς φυλακίσεως, καὶ τὸν παρακαλεῖ νὰ τοὺς ἀπαλλάξει
ἀπὸ τὶς διώξεις (“Θεὸν ἱκετεύων”) ποὺ ὑφίσταντο, ἐξαιτίας ὄχι μιᾶς καταδικασμένης
ἀπὸ Σύνοδο αἱρέσεως, ἀλλὰ ἀπὸ τὴν αἵρεση τοῦ μοιχειανισμοῦ, διὰ τὴν ὁποίαν εἶχε
προχωρήσει σὲ ἀποτείχιση ὁ Ἅγιος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.