Σάββατο 30 Νοεμβρίου 2013

«Ἰησοῦ, υἱὲ Δαβίδ, ἐλέησόν με» - «Ἡ πίστις σου σέσωκέ σε»


1 ΔΕΚΕΜΒΡΙΟΥ 2013

Κυριακῆς ΙΔ´ Λουκᾶ

Εὐαγγέλιον

(Λουκ. ιη´ 35-43)



Τ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ ἐγγίζειν τὸν Ἰησοῦν εἰς Ἱεριχὼ τυφλός τις ...ἐβόησε, λέγων· ᾽Ιησοῦ, υἱὲ Δαυΐδ, ἐλέησόν με... Σταθεὶς δὲ ᾽Ιησοῦς ...ἐπηρώτησεν αὐτόν, λέγων· Τί σοι θέλεις ποιήσω; δὲ εἶπε, Κύριε, ἵνα ἀναβλέψω. Καὶ ᾽Ιησοῦς εἶπεν αὐτῷ, ᾽Ανάβλεψον· πίστις σου σέσωκέ σε. Καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν΄ καὶ πᾶς λαὸς ἰδὼν, ἔδωκεν αἶνον τῷ Θεῷ.


«Ἰησοῦ, υἱὲ Δαβίδ, ἐλέησόν με»
Ἁγίου Κυρίλλου Ἀλεξανδρείας, Ἐξήγησις εἰς τὸ Κατὰ Λουκὰν Εὐαγγέλιον
Προσῆλθε μὲν οὗτος ὡς Θεῷ τῷ πάντα ἰσχύοντι· ὀνομάζει δὲ αὐτὸν υἱὸν Δαβίδ· τεθραμμένος γὰρ ἐν Ἰουδαϊσμῷ, καὶ αὐθιγενὴς ὑπάρχων, οὐκ ἠγνόησε τὰ διά γε τοῦ νόμου καὶ τῶν ἁγίων προφητῶν περὶ αὐτοῦ προηγορευμένα, καὶ ὡς ἐκ γένους ὑπῆρχε τοῦ Δαβὶδ τὸ κατὰ σάρκα. Οὐκοῦν ὡς ἤδη πεπιστευκὼς ὅτι Θεὸς ὢν ὁ Λόγος, ὑπέμεινεν ἑκὼν τὴν κατὰ σάρκα γέννησιν, τὴν ἀπό γε, φημί, τῆς ἁγίας Παρθένου, πρόσεισιν ὡς Θεῷ, λέγων· «Ἐλέησόν μου, υἱὲ Δαβίδ»· Ὅτι γὰρ οὕτω διατεθεὶς προσεκόμισε τὴν ἱκετηρίαν, ἐπιμαρτυρήσει λέγων αὐτῷ ὁ Χριστός· «Ἡ πίστις σου σέσωκέ σε».
Θαυμαζέτωσαν αὐτοῦ τὴν ἔνστασιν τῆς ὁμολογίας· τινὲς μὲν γὰρ ἐπετίμων ὁμολογοῦντι τὴν πίστιν· ὁ δὲ οὐκ ἀνίει, οὐδ' ἐνεποδίζετο ἡ παρρησία διὰ τῶν κωλυόντων.
Οἶδεν ἡ πίστις πρὸς πάντα μάχεσθαι καὶ πάντα νικᾷν· διὸ ἐπετίμων, ὁ δὲ πιστὸς οὐχ ὑπεστέλλετο, ἀλλ' ἠκολούθει τῷ Δεσπότῃ, εἰδὼς ὅτι καλὴ ἡ ὑπὲρ εὐσεβείας ἀναίδεια· εἰ γὰρ ὑπὲρ χρημάτων ἀναιδεῖς πολλοί, ὑπὲρ σωτηρίας ψυχῆς οὐ χρὴ τὴν καλὴν ἀναίδειαν ἐνδύσασθαι; Ἵστησι τὸν Κύριον ἡ φωνὴ τοῦ μετὰ πίστεως ἐπικαλουμένου· καὶ τετίμηται εἰκότως παρὰ Χριστοῦ ὁ τυφλός· κέκληται γὰρ παρ' αὐτοῦ, καὶ ἐγγὺς γενέσθαι προστέτακται, ἵν' ὁ ἐγγίσας αὐτῷ τῇ πίστει πρότερον, πλησιάσῃ καὶ τῷ σώματι· καὶ ἡμᾶς οὖν ἡ πίστις παρίστησι καὶ ἐγγὺς ἀποφέρει Χριστοῦ, ὥστε καὶ λόγων ἀξιωθῆναι τῶν παρ' αὐτοῦ.


«Ἡ πίστις σου σέσωκέ σε»
(Μ. Ἀθανασίου, Πρὸς Ἀντίοχον ἄρχοντα, περὶ πλείστων καὶ ἀναγκαίων ζητημάτων)
Ἐρώτ. ριαʹ. Πῶς καί τινες αἱρετικοὶ ποιοῦσι πολλάκις σημεῖα;
Ἀπόκ. Τοῦτο ἡμᾶς οὐκ ὀφείλει ξενίζειν. Ἠκούσαμεν γὰρ τοῦ Κυρίου λέγοντος· ὅτι πολλοὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐροῦσι· «Κύριε, οὐκ ἐν τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμενκαὶ ἐρεῖ αὐτοῖς· «Ἀμὴν λέγω ὑμῖν, οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ, ἐργάται τῆς ἀνομίας». Πολλάκις γὰρ οὐχ πολιτεία τοῦ θαυματουργοῦντός ἐστιν τὴν ἴασιν ἐργαζομένη, ἀλλ' πρὸς αὐτὸν πίστις τοῦ προσερχομένου ἀνθρώπου. Γέγραπται γάρ· « πίστις σου σέσωκέ σε». Πλὴν δεῖ καὶ τοῦτο γινώσκειν, ὅτι πολλάκις τινὲς κακόπιστοι καμάτους πολλοὺς δι' ἀσκήσεως τῷ Θεῷ προσήγαγον, καὶ τὴν ἀντιμισθίαν αὐτῶν ἔλαβον ἐν τῷ νῦν αἰῶνι ἐκ Θεοῦ, τὸ τῶν ἰαμάτων καὶ προρρήσεων χάρισμα· ἵνα ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἀκούσωσιν· Ἀπελάβετε τὰ ἀγαθὰ ὑμῶν καὶ τοὺς καμάτους ὑμῶν· νῦν δὲ λοιπὸν οὐδὲν ὑμῖν κεχρεώστηται.


"Ἀνδρέα Ἀπόστολε, τῷ Χριστῷ ἀδιστάκτῳ πόθῳ θερμῶς ἠκολούθησας".