Εμφάνιση αναρτήσεων με ετικέτα Απόδοση Υψώσεως Τιμίου Σταυρού. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Απόδοση Υψώσεως Τιμίου Σταυρού. Εμφάνιση όλων των αναρτήσεων

Σάββατο 21 Σεπτεμβρίου 2013

Απόδοση Υψώσεως Τιμίου Σταυρού





Ἀπὸ τὸν Ἀπόστολο

«Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ᾿ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. Οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν εἰ μὴ ᾿Ιησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον. Καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβω καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς, καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾿ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ᾿ ἐν δυνάμει Θεοῦ».



Ἀπὸ τὸ Εὐαγγέλιον

«...ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι͵ ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Ἔλεγον οὖν αὐτῷ͵ Σὺ τίς εἶ; εἶπεν αὐτοῖς ὁ Ἰησοῦς͵ Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν; πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ΄ ὁ πέμψας με ἀληθής ἐστιν͵ κἀγὼ ἃ ἤκουσα παρ΄ αὐτοῦ ταῦτα λαλῶ εἰς τὸν κόσμον. Οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. Εἶπεν οὖν [αὐτοῖς] ὁ Ἰησοῦς͵ Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου͵ τότε γνώσεσθε ὅτι ἐγώ εἰμι͵ καὶ ἀπ΄ ἐμαυτοῦ ποιῶ οὐδέν͵ ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατὴρ ταῦτα λαλῶ. Καὶ ὁ πέμψας με μετ΄ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον͵ ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν».