Παρασκευή 20 Σεπτεμβρίου 2013

"καὶ έσεσθε μισούμενοι υπό πάντων διά το όνομά μου" (Ἰησούς Χριστός)




20 ΣΕΠΤΕΜΒΡΙΟΥ 2013
                                      

Του Αγίου Μεγαλομάρτυρος Ευστα­­θίου
καί της συνοδείας αυτού


         "ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα"

ΑΠΟ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Χαίροις ὑπομονῆς ἀῤῥαγοῦς, πύργος ἀκλόνητος καὶ ἔπαλξις ἄσειστος· ἡ πέτρα τῆς καρτερίας, ὁ του Ἰὼβ μιμητής, καὶ εἰκὼν ἐν πᾶσιν ἀπαράμιλλος· ἀνδρείως ὑπέστης γάρ, τὴν τοῦ πλούτου ἀφαίρεσιν, καὶ ὁμοζύγου, καὶ υἱῶν σου τὴν στέρησιν, ὥσπερ ἄσαρκος, Ἀθλοφόρε Εὐστάθιε· ὅθεν ὁ μεγαλόδωρος, σὲ αὖθις ἀνύψωσε, καὶ τοὺς φιλτάτους οἰκείους, σώους σοι Μάρτυς ἀπέδωκε· μεθ' ὧν καὶ ἀθλήσας, τῆς ἀφθάρτου βασιλείας, σὰ κατηξίωσαι.



Ο ΑΠΟΣΤΟΛΟΣ
δελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι βῆμα Θεοῦ.



ΤΟ ΕΥΑΓΓΕΛΙΟΝ

Εἶπεν ὁ Κύριος τοῖς ἑαὐτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσιν γὰρ ἐφ' ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·  ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον.  θέτε οὖν εἰς τὰς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι·  ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν.  παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν,  καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου·  καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται·  ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.