Εμφάνιση αναρτήσεων με ετικέτα Αγ. Ιωάννου Χρυσοστόμου. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Αγ. Ιωάννου Χρυσοστόμου. Εμφάνιση όλων των αναρτήσεων
Παρασκευή 25 Μαρτίου 2016
Τρίτη 1 Απριλίου 2014
Αγίου Ιωάννου Χρυσοστόμου: ΘΑΥΜΑΤΑ, ΕΡΓΑ και ΠΙΣΤΗ και αναφορά στην αντιμετώπιση του Οικουμενισμού.
Παραθέτουμε
ἕνα μικρὸ τμῆμα ἀπὸ τὴν θαυμάσια ἑρμηνεία
τοῦ ἁγίου Ἰωάννου
τοῦ Χρυσοστόμου στὸ λόγο τοῦ
Κυρίου: «Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς».
Στὸ τμῆμα αὐτὸ
θίγονται τὰ ἑξῆς
θέματα:
Εἶναι δυνατὸν πονηροὶ ἄνθρωποι νὰ πραγματοποιοῦν θαύματα;Ἡ πίστη καὶ ἡ ἐπίτευξη θαυμάτων θὰ ὠφελήσουν σὲ κάτι αὐτὸν ποὺ τὰ ἐπιτελεῖ, χωρὶς ὅμως νὰ ἔχει καὶ ἔργα;Ἡ χάρις ἀποκτᾶται δικαιωματικὰ καὶ ὀφείλεται στὰ καλά μας ἔργα ἢ δίδεται ἀπὸ τὸν Θεὸ γιὰ τὴν ἐξυπηρέτηση τῶν σχεδίων Του;Ἐκεῖνος ποὺ ἔχει ἀγαθὴ διάθεση, ἀκόμα κι ἂν πλανηθεῖ, πῶς ἀντιμετωπίζεται ἀπὸ τὸ Θεό;
Ἄν, σ’ αὐτὴν τὴν ἀνάλυση ποὺ
κάνει ὁ ἱερὸς
Χρυσόστομος, προσθέσουμε καὶ τὴν γνωστὴ
θέση τοῦ Ἁγίου Ἰγνατίου
τοῦ θεοφόρου, «πᾶς ὁ λέγων παρὰ τὰ διατεταγμένα, κἂν ἀξιόπιστος ᾖ, κἂν νηστεύῃ, κἂν παρθενεύῃ, κἂν σημεῖα ποιῆ, κἂν προφητεύῃ, λύκος σοι φαινέσθω, ἐν προβάτου δορᾷ, προβάτων φθορὰν κατεργαζόμενος», κατανοοῦμε γιατί
πρέπει, εἰδικὰ στὶς
μέρες μας -ἡμέρες
τῆς παναιρέσεως τοῦ Οἰκουμενισμοῦ- καὶ γιατί ἔχει
μεγάλη σημασία νὰ
προσφεύγουμε καὶ νὰ βασιζόμαστε στοὺς Ἁγίους
τῆς Ἐκκλησίας μας καὶ μάλιστα στὴν "συμφωνία τῶν Πατέρων" (consensus patrum).
Τὸ
κείμενο καὶ ἡ μετάφραση τοῦ Ἁγίου ἔχει ὡς ἑξῆς:
Ετικέτες
Αγ. Ιωάννου Χρυσοστόμου
Τρίτη 18 Μαρτίου 2014
Δευτέρα 17 Μαρτίου 2014
Τήρηση και υπέρβαση του Νόμου!
Ἁγίου
Ἰωάννου Χρυσοστόμου
Ἀλλ' ἐκεῖνο, φησὶ, χάριτος μόνον ἦν. Διὰ γὰρ τοῦτο μάλιστα δίκαιος ἂν εἴης θαρρεῖν. Εἰ γὰρ ἔνθα χάρις ἦν μόνη, συνήργησεν, ἔνθα καὶ πόνους ἐπιδείκνυσθε, οὐ πολλῷ μᾶλλον συμπράξει; εἰ ἀργοῦντα ἔσωσεν, οὐ πολλῷ μᾶλλον ἐργαζομένῳ βοηθήσει; Ἀνωτέρω μὲν οὖν ἔλεγον, ὅτι ἀπὸ τῶν ἀδυνάτων καὶ τοῖς δυσκόλοις ὀφείλεις θαρρεῖν· νυνὶ δὲ ἐκεῖνο ἐρῶ, ὅτι ἐὰν νήφωμεν, οὐδὲ δύσκολα ταῦτα ἔσται. Ὅρα γάρ· θάνατος πεπάτηται, διάβολος κατέπεσεν, ὁ νόμος τῆς ἁμαρτίας ἐσβέσθη, τοῦ Πνεύματος ἡ χάρις ἐδόθη, ἡ ζωὴ εἰς ὀλίγον συνεστάλη, τὰ φορτικὰ ἐπιτέτμηται. Καὶ ἵνα μάθῃς ταῦτα καὶ διὰ τῶν ἔργων αὐτῶν, σκόπει πόσοι ὑπερηκόντισαν τὰ προστάγματα τοῦ Χριστοῦ· σὺ δὲ καὶ τὸ μέτρον αὐτὸ δέδοικας; Ποίαν οὖν ἕξεις ἀπολογίαν, ὅταν ἑτέρων ὑπὲρ τὰ σκάμματα πηδώντων, ὀκνῇς πρὸς τὰ νενομισμένα αὐτός; Σοὶ μὲν γὰρ παραινοῦμεν ἐλεημοσύνην διδόναι ἀπὸ τῶν ὄντων, ἕτερος δὲ καὶ τὰ ὄντα ἅπαντα ἀπεδύσατο· σὲ σωφρόνως ζῇν ἀξιοῦμεν μετὰ τῆς γυναικὸς, ἕτερος δὲ οὐδὲ ὡμίλησε γάμῳ· καὶ σὲ μὲν παρακαλοῦμεν μὴ βάσκανον εἶναι, ἕτερον δὲ ἔχομεν καὶ τὴν ψυχὴν ὑπὲρ ἀγάπης ἐπιδιδόντα τὴν ἑαυτοῦ· καὶ σὲ μὲν παρακαλοῦμεν συγγνωμονικὸν εἶναι καὶ μὴ βαρὺν τοῖς ἁμαρτάνουσιν, ἄλλος δὲ ῥαπιζόμενος καὶ τὴν ἑτέραν ἔστρεψε σιαγόνα.
Τί οὖν ἐροῦμεν, εἰπέ μοι; τί δὲ ἀπολογησόμεθα, μηδὲ ταῦτα ποιοῦντες, ἑτέρων τοσοῦτον ὑπερβαινόντων ἡμᾶς; οὐκ ἂν δὲ ὑπερέβησαν, εἰ μὴ πολλὴ τοῦ πράγματος ἦν ἡ εὐκολία. Τίς γὰρ τήκεται, ὁ φθονῶν τοῖς ἑτέρων ἀγαθοῖς ἢ ὁ συνηδόμενος καὶ χαίρων; τίς ὑποπτεύει πάντα καὶ τρέμει διηνεκῶς, ὁ σώφρων, ἢ ὁ μοιχεύων; τίς ἐν ἐλπίσιν εὐφραίνεται χρησταῖς, ὁ ἁρπάζων ἢ ὁ ἐλεῶν καὶ τῶν ἑαυτοῦ μεταδιδοὺς τῷ δεομένῳ; Ταῦτ' οὖν ἐννοοῦντες, μὴ ναρκῶμεν πρὸς τοὺς ὑπὲρ τῆς ἀρετῆς δρόμους, ἀλλὰ μετὰ προθυμίας ἁπάσης ἀποδυσάμενοι πρὸς τὰ καλὰ ταῦτα παλαίσματα, ὀλίγον κάμωμεν χρόνον, ἵνα τοὺς διηνεκεῖς καὶ ἀμαράντους λάβωμεν στεφάνους· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.(Ἁγίου Ἰωάννου Χρυσοστόμου, Ὑπόμνημα εἰς τὸ Κατὰ Ματθαῖον Εὐαγγέλιον, Ὁμιλ. ΛΘ΄, Ἔργα 10, Πατερικαὶ Ἐκδόσεις “Γρηγόριος ὁ Παλαμᾶς”).
Ετικέτες
Αγ. Ιωάννου Χρυσοστόμου
Πέμπτη 18 Οκτωβρίου 2012
Τα επίγεια, τα Επουράνια και η Ομολογία
Ἁγίου Ἰωάννου Χρυσοστόμου, Ὑπόμνημα εἰς τὴν
πρὸς Ἐφεσίους, λόγ. α΄.
ΤΑ ΕΠΙΓΕΙΑ, ΤΑ ΕΠΟΥΡΑΝΙΑ,
Η ΟΜΟΛΟΓΙΑ
«Οἱ τὰ σαρκικὰ ἔχοντες,
τῶν πνευματικῶν
ἀκοῦσαι οὐκ ἠδύναντο»
«Ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ.
Οὐδὲν
σαρκικὸν ἐνταῦθα. Διὰ τοῦτο πάντα ἐξεῖλεν ἐκεῖνα εἰπών, Θλῖψιν ἕξετε ἐν τῷ
κόσμῳ, πρὸς ταῦτα ἡμᾶς ἀγαγών.
Ὥσπερ
γὰρ οἱ τὰ σαρκικὰ ἔχοντες, τῶν πνευματικῶν ἀκοῦσαι οὐκ ἠδύναντο· οὕτως οἱ τῶν
πνευματικῶν τυγχάνοντες, οὐ δύνανται αὐτῶν ἐπιτυγχάνειν, ἂν μὴ πρότερον τῶν
σαρκικῶν ἀποστῶσι.
Τί
ἐστιν, Εὐλογία πνευματικὴ ἐν τοῖς ἐπουρανίοις; Οὐκ ἐν τῇ γῇ, φησί, καθάπερ παρὰ
Ἰουδαίοις, Τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· Εἰς γῆν ρέουσαν μέλι καὶ γάλα...
Ἐνταῦθα
δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ τί; Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει, καὶ ἐγὼ
καὶ ὁ Πατὴρ ἐλευσόμεθα πρὸς αὐτὸν, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ὁ ἀκούων μου
τοὺς λόγους τούτους, καὶ ποιῶν αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις
ᾠκοδόμησε τὴν οἰκίαν αὑτοῦ ἐπὶ τὴν πέτραν, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ ἦλθον οἱ
ποταμοί, καὶ προσέρρηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ
τὴν πέτραν. Ἡ δὲ πέτρα ποία ἐστίν, ἀλλ' ἢ τὰ οὐράνια πράγματα, τὰ πάσης
μεταβολῆς ἀνώτερα;
Ὅστις γὰρ ἂν ὁμολογήσῃ με,
φησίν, ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου
τοῦ ἐν τοῖς οὐρανοῖς· καί, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν
Θεὸν ὄψονται· καὶ πάλιν, Μακάριοί ἐστε οἱ δεδιωγμένοι ἕνεκεν
δικαιοσύνης, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Ὁρᾷς
πανταχοῦ τοὺς οὐρανούς, οὐδαμοῦ γῆν, οὐδὲ τὰ ἐν τῇ γῇ; Καὶ πάλιν, Ἡμῶν τὸ
πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν·
καὶ πάλιν, Μὴ τὰ ἐπίγεια φρονοῦντες, ἀλλὰ τὰ ἐν τοῖς οὐρανοῖς».
Ετικέτες
Αγ. Ιωάννου Χρυσοστόμου,
Επουράνια,
Ομολογία
Εγγραφή σε:
Αναρτήσεις (Atom)




















