Στιχηρὰ τοῦ Ὁσίου
Πάτερ θεόφρον Τιμόθεε, δι' ἐγκρατείας
πολλῆς, καὶ συντόνου δεήσεως, τῶν παθῶν σκιρτήματα, παντελῶς ἐξηφάνισας, καὶ
ἀπαθείας χάριν δεξάμενος, δοχεῖον ὤφθης τοῦ θείου Πνεύματος· ὅθεν τὰ πνεύματα,
ἀπελαύνεις πάντοτε τὰ πονηρά, ζῶν καὶ μετὰ θάνατον, θεομακάριστε.
Θεοτοκίον
Ὅλος ὁ βίος
μου ἄσωτος, ἡ δὲ ψυχὴ ἀσελγής, καὶ τὸ σῶμα παμμίαρον, καὶ ὁ νοῦς ἀκάθαρτος, καὶ
τὰ ἔργα παμβέβηλα, καὶ ὅλος ὄντως εἰμὶ ὑπεύθυνος, τῆς καταδίκης καὶ κατακρίσεως,
ποῦ νῦν πορεύσομαι, καὶ πρὸς τίνα φεύξομαι, εἰμὴ πρὸς σὲ; Δέσποινα σπλαγχνίσθητι
καὶ δεῦρο σῶσόν με.
21 Φεβρουαρίου Συναξαριστής.
Τιμοθέου ἐν Συμβόλοις, Εὐσταθίου Πατριάρχου, τῶν Ἁγίων Βερουλίου, Σεκουνδίνου, Σιρικίου, Φελισίου, Σερβούλου, Σατουρνίνου, Φορτουνάτου καὶ τῶν σὺν αὐτοὶς Μαρτυρησάντων, Μαξιμιανοὺ Ἀρχιεπισκόπου, Ἀνδρέου καὶ Ἀνατολίου, Ἰωάννη Πατριάρχου, Ζαχαρίου Πατριάρχου, Γεωργίου Ἐπισκόπου.
Ὁ Ὅσιος Τιμόθεος ὁ ἐν Συμβόλοις

Ἡ ἀναφορὰ τῶν Συναξαριστῶν στὴ διατύπωση «ἐν τοὶς Συμβόλοις» ἴσως φανερώνει τὸν τόπο τοῦ ἐνταφιασμοῦ τοῦ ἱεροῦ λειψάνου