Εμφάνιση αναρτήσεων με ετικέτα αγ. Βαρβάρα. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα αγ. Βαρβάρα. Εμφάνιση όλων των αναρτήσεων

Τετάρτη 4 Δεκεμβρίου 2013

ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΒΑΡΒΑΡΑΝ, Αγ. Ιω. Δαμασκηνού

ΑΓΙΟΥ ΙΩΑΝΝΗ ΔΑΜΑΣΚΗΝΟΥ:
 

 
ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΚΑΙ ΕΝΔΟΞΟΝ
 
ΜΑΡΤΥΡΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΒΑΡΒΑΡΑΝ
 
 
 Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου πρεσβυτέρου τοῦ ∆αμασκηνοῦ,ἐγκώμιον εἰς τὴν ἁγίαν καὶ ἔνδοξον τοῦ Χριστοῦ μάρτυρα Βαρβάραν.
αʹ. Ὑπέρκειται  μὲν  ὁμολογουμένως  ἅπασαν ἐγκω  96.784 μίων  σύνθεσιν, τῶν ἁγίων, καὶ τῆς εὐσεβείας καλλινίκων μαρτύρων ἡ δόξα, καὶ χάρις, καὶ εὔκλεια, καὶ τῆς ἐκ ῥητορικῶν λόγων, καὶ σοφιστικῆς τέχνης λαρυγγισμάτων  ἐρανιζομένης ὑπερίδρυται πλάσεως.  Καὶ καταπλαγείησαν,   οἶμαι,  καὶ  ἀποροίησαν  ἂν  πρὸς  τὸ  τῆς  ὑποθέσεως μέγεθος, καὶ οἱ λίαν περὶ τὰς τοιαύτας ἐπιστήμας δεινοὶ, καὶ τὸν ὅλον ἑαυτῶν βίαν περὶ τὰς τοιάσδε τριβὰς, καὶ μελέτας  ἐσχολακότες,  καὶ κατανηλωκότες·  μὴ ὅτι γε οἱ καθ' ἡμᾶς  ἀμαθεῖς  τε  καὶ  ἄπειροι,  καὶ  μηδ'  ἄκρῳ  δακτύλῳ,  τὸ  δὴ  λεγόμενον,   ταύτης γεγευσμένοι τῆς ἐμπειρίας τε καὶ εὐτεχνίας, καὶ λογογραφικῆς  σκέψεως. Ἀλλ' οὐ παρὰ τοῦτο πάντη πρὸς τὴν τοῦ λόγου ἐγχείρησιν οἱονεί πως ἰλιγγιάσαντες, καὶ δειλίᾳ συσχεθέντες, καὶ κατοκνήσαντες, ἡμᾶς γε αὐτοὺς, καὶ τὸ παρὸν φιλήκοον ἀκροατήριον,