Ἁγίου Ἰωάννου Χρυσοστόμου, Ὑπόμνημα εἰς τὴν
πρὸς Ἐφεσίους, λόγ. α΄.
ΤΑ ΕΠΙΓΕΙΑ, ΤΑ ΕΠΟΥΡΑΝΙΑ,
Η ΟΜΟΛΟΓΙΑ
«Οἱ τὰ σαρκικὰ ἔχοντες,
τῶν πνευματικῶν
ἀκοῦσαι οὐκ ἠδύναντο»
«Ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ.
Οὐδὲν
σαρκικὸν ἐνταῦθα. Διὰ τοῦτο πάντα ἐξεῖλεν ἐκεῖνα εἰπών, Θλῖψιν ἕξετε ἐν τῷ
κόσμῳ, πρὸς ταῦτα ἡμᾶς ἀγαγών.
Ὥσπερ
γὰρ οἱ τὰ σαρκικὰ ἔχοντες, τῶν πνευματικῶν ἀκοῦσαι οὐκ ἠδύναντο· οὕτως οἱ τῶν
πνευματικῶν τυγχάνοντες, οὐ δύνανται αὐτῶν ἐπιτυγχάνειν, ἂν μὴ πρότερον τῶν
σαρκικῶν ἀποστῶσι.
Τί
ἐστιν, Εὐλογία πνευματικὴ ἐν τοῖς ἐπουρανίοις; Οὐκ ἐν τῇ γῇ, φησί, καθάπερ παρὰ
Ἰουδαίοις, Τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· Εἰς γῆν ρέουσαν μέλι καὶ γάλα...
Ἐνταῦθα
δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ τί; Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει, καὶ ἐγὼ
καὶ ὁ Πατὴρ ἐλευσόμεθα πρὸς αὐτὸν, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ὁ ἀκούων μου
τοὺς λόγους τούτους, καὶ ποιῶν αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις
ᾠκοδόμησε τὴν οἰκίαν αὑτοῦ ἐπὶ τὴν πέτραν, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ ἦλθον οἱ
ποταμοί, καὶ προσέρρηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ
τὴν πέτραν. Ἡ δὲ πέτρα ποία ἐστίν, ἀλλ' ἢ τὰ οὐράνια πράγματα, τὰ πάσης
μεταβολῆς ἀνώτερα;
Ὅστις γὰρ ἂν ὁμολογήσῃ με,
φησίν, ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου
τοῦ ἐν τοῖς οὐρανοῖς· καί, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν
Θεὸν ὄψονται· καὶ πάλιν, Μακάριοί ἐστε οἱ δεδιωγμένοι ἕνεκεν
δικαιοσύνης, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Ὁρᾷς
πανταχοῦ τοὺς οὐρανούς, οὐδαμοῦ γῆν, οὐδὲ τὰ ἐν τῇ γῇ; Καὶ πάλιν, Ἡμῶν τὸ
πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν·
καὶ πάλιν, Μὴ τὰ ἐπίγεια φρονοῦντες, ἀλλὰ τὰ ἐν τοῖς οὐρανοῖς».