21
ΜΑΪΟΥ 2014
Ἀπόδοσις τῆς Μεσοπεντηκοστῆς καὶ
Μνήμη τῶν Ἁγίων Κωνσταντίνου καὶ Ἑλένης
Ἀπὸ τὸν Ὄρθρο
Ὁ πάντων ἐπιστάμενος, τῶν καρδιῶν λογισμοὺς ἐν μέσῳ ἀνέκραζε τοῦ ἱεροῦ ἑστηκώς, τοῖς ψεύσταις λέγων ἀλήθειαν, Τὶ ζητεῖτε πιάσαι, ἐμὲ τὸν ζωοδότην, ἑορτῆς μεσαζούσης, ἐκβοῶν παῤῥησίᾳ, Μὴ τὴν κατ' ὄψιν κρίσιν κρίνετε παράνομοι.
Νέος γέγονας, Δαυΐδ τοῖς τρόποις, γέρας
ἄνωθεν, εἰσδεδεγμένος, τῆς βασιλείας τῇ κορυφῇ σου τὸ ἔλαιον, σὲ γὰρ τῷ Πνεύματι
ἔχρισεν ἔνδοξε, Ὁ ὑπερούσιος Λόγος καὶ Κύριος, ὅθεν ἔλαβες, καὶ σκῆπτρον Σοφὲ
βασίλειον, αἰτούμενος ἡμῖν τὸ μέγα ἔλεος.
Ἑλκόμενος ἐπὶ σταυροῦ, ὁ Ποιητὴς τοῦ ἡλίου
καὶ κτίσεως, σὲ ὡς ἀστέρα φαεινόν, ἐξ οὐρανοῦ δι' ἀστέρων ἐφειλκύσατο, ᾧ καὶ κράτος
πρῶτος τὸ βασίλειον ἐπέθηκε, διό σε ἀνευφημοῦμεν, Κωνσταντῖνε Βασιλεῦ εὐσεβέστατε,
σὺν Ἑλένῃ μητρὶ τῇ θεόφρονι.
Ἀπὸ τὸ Εὐαγγέλιον τῆς ἑορτῆς
Εἶπεν ὁ Κύριος ὁ εἰσερχόμενος
διὰ τῆς θύρας ποιμήν
ἐστι τῶν προβάτων.
Τούτῳ ὁ θυρωρὸς
ἀνοίγει, καὶ τὰ
πρόβατα τῆς φωνῆς
αὐτοῦ ἀκούει
καὶ τὰ ἴδια πρόβατα
καλεῖ κατ' ὄνομα καὶ ἐξάγει
αὐτά. Καὶ ὅταν
τὰ ἴδια πρόβατα
ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται
καὶ τὰ
πρόβατα αὐτῷ ἀκολουθεῖ,
ὅτι οἴδασι τὴν
φωνὴν αὐτοῦ. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν,
ἀλλὰ φεύξονται ἀπ'
αὐτοῦ΄ ὅτι οὐκ
οἴδασι τῶν
ἀλλοτρίων τὴν φωνήν.
Τοῦ εὐσεβοῦς Κωνσταντίνου ἡ μνήμη, ὡς μύρον
ἐκκενούμενον σήμερον ἀνέτειλε, Χριστὸν γὰρ ποθήσας, εἰδώλων κατεφρόνησε, ναὸν ἐγείρας
ἐπὶ γῆς, τῷ σταυρωθέντι δι' ἡμᾶς, ἐν οὐρανοῖς δὲ ἀπέλαβε, τὸν τῆς ἐλπίδος στέφανον.
Φωτὶ ἐλλαμφθεῖσα θεαρχικῷ, σκότος ἀγνωσίας
καταλέλοιπας ἀληθῶς, θεόφρον Ἑλένη καὶ γνησίως, τῷ Βασιλεῖ τῶν αἰώνων ἐδούλευσας.
Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα, Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.
Ὁ φύσει ζωοποιός, καὶ ἐκ Παρθένου γεννηθεὶς Κύριος, πᾶσι πιστοῖς δεδώρηται, τὴν ἀθανασίαν ὡς εὔσπλαγχνος.
Μὴ τὴν κατ' ὄψιν
κρίσιν κρίνετε
Ἰουδαῖοι,
διδάσκων ἔλεγεν
ὁ Δεσπότης,
ὡς ἐπέστη τῷ
ἱερῷ, καθὼς
γέγραπται, μεσούσης
τῆς νομικῆς
ἑορτῆς.
Φωτισθέντες ἀδελφοί, τῇ Ἀναστάσει τοῦ Σωτῆρος Χριστοῦ, καὶ φθάσαντες τὸ μέσον τῆς ἑορτῆς τῆς δεσποτικῆς, γνησίως φυλάξωμεν τὰς ἐντολὰς τοῦ Θεοῦ, ἵνα ἄξιοι γενώμεθα, καὶ τὴν Ἀνάληψιν ἑορτάσαι, καὶ τῆς παρουσίας τυχεῖν τοῦ ἁγίου Πνεύματος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.