Η ΒΛΑΣΦΗΜΗ ΚΑΙ ΣΚΟΠΙΜΗ ΕΝΑΝΤΙΩΣΗ ΤΟΥ κ. ΖΗΖΙΟΥΛΑ
ΣΤΟΝ ΑΓΙΟ ΣΥΜΕΩΝ
ΕΧΕΙ
ΤΙΣ ΠΡΟΫΠΟΘΕΣΕΙΣ Ο κ. ΖΗΖΙΟΥΛΑΣ
ΓΙΑ
ΝΕΕΣ-ΠΡΩΤΟΤΥΠΕΣ ΘΕΟΛΟΓΙΚΕΣ ΣΥΝΘΕΣΕΙΣ;
Η ΘΕΟΛΟΓΙΑ ΤΟΥ ΑΓ. ΣΥΜΕΩΝ
ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ ΕΙΝΑΙ ΚΑΤΑΔΙΚΑΣΤΙΚΗ ΤΩΝ ΑΙΡΕΤΙΚΩΝ ΘΕΣΕΩΝ
ΠΕΡΙ ΠΡΩΤΟΥ ΚΑΙ ΑΡΙΘΜΗΣΕΩΣ ΣΤΗΝ ΑΓΙΑ ΤΡΙΑΔΑ ΤΟΥ ΜΗΤΡΟΠ. ΠΕΡΓΑΜΟΥ Κ.ΙΩ. ΖΗΖΙΟΥΛΑ
Παραθέτουμε ἐδῶ τὰ ἀποσπάσματα
τοῦ κειμένου τοῦ Ἁγίου Συμεὼν (τῶν ὁποίων παραθέσαμε τὴν μετάφραση στὸ ὁμότιτλο
ἄρθρο καὶ στὸ τέλος ἐπαναλαμβάνουμε τὶς θέσεις τοῦ κ. Ζηζιούλα.
Τό
περί Θεοῦ
λέγειν ἤ φθέγγεσθαι καί τά κατ᾿ αὐτόν ἐρευνᾶν
καί τά ἀνέκφορα ποιεῖν ἔκφορα
καί τά πᾶσιν ἀκατάληπτα ὡς
καταληπτά ὑπεμφαίνειν
τολμηρᾶς ἄν εἴη
καί αὐθαδοῦς ψυχῆς ἔνδειγμα.
Καί
τοῦτο πάσχουσιν οὐχ ὅσοι ἀφ᾿ ἑαυτῶν τι
λέγειν τολμῶσι
μόνον περί Θεοῦ, ἀλλά καί ὅσοι
τά πρός αἱρετικούς
πάλαι λαληθέντα παρά τῶν
θεσπεσίων θεολόγων καί γραφῇ
παραδοθέντα ἀποστηθίζουσί
τε καί πολυπραγμονοῦσιν,
οὐχ ἵνα πνευματικήν τινά ὠφέλειαν καρπώσωνται, ἀλλ᾿ ἵνα θαυμάζωνται παρά τῶν ἀκουόντων
ἐν πότοις καί συνεδρίοις καί
θεολόγοι ἐπιφημίζωνται...
Οἷα δέ φασι τῶν
θείων κατατολμῶντες!
Κατά τοῦτο, φησί, μόνον μείζων ὁ Πατήρ τοῦ Υἱοῦ,
καθ᾿ ὅ αἴτιός
ἐστι τῆς ὑπάρξεως
τοῦ Υἱοῦ.
Καί ἡ ἀνθυποφορά· μείζονα τοῦ Υἱοῦ τόν Πατέρα πῶς φῄς; Ὅτι
δή, φησί, μείζων ὁ
Πατήρ τοῦ Υἱοῦ -
λέγω δέ ἀντί
τοῦ πρῶτος-· ἐκ τοῦ Πατρός γάρ. Ταῦτα τῆς
καινῆς κενοφωνίας αὐτῶν
καί ἀσυνέτου θεολογίας, τήν αἰτίαν δι᾿ ἥν ταῦτα
πρός τῶν θεολόγων ἐλέχθησαν πρός αἱρετικούς ἀγνοούντων·
τήν γάρ δύναμιν τῶν
γεγραμμένων νοῆσαι
μή ἱκανῶς ἔχοντες,
κενεμβατοῦσιν
καί ἅ λέγουσιν ὡς βέβαια καί ἀληθῆ καί οὕτως ἔχοντα διαβεβαιοῦνται...
Πρός
οὓς ...εἴπωμεν ὧδε...
Τίς ἐδίδαξε, τίς ἐνενόησε μέτρα καί βαθμούς, πρῶτον καί δεύτερον, μεῖζον καί ἔλαττον
ἐν αὐτῇ;
Τίς τοῖς ἀθεάτοις καί ἀγνώστοις
καί πάντῃ ἀνερμηνεύτοις καί ἀκατανοήτοις ταῦτα ἐξέθετο; Τά γάρ ἀεί ἡνωμένα
καί ἀεί ὡσαύτως ὄντα,
ἀλλήλων πρῶτα εἶναι
οὐ δύνανται...
Ὑπόνοιαν
γάρ παρέχεις ὅτι οὐκ ἦν ὁ Υἱός πρό τοῦ γεννηθῆναι, καί θέλων ἐγεννήθη ἤ μή
θέλων, καί θέλοντος τοῦ Πατρός ἤ μή θέλοντος, καί ἔγνω ὅτι ἐγεννήθη καί πῶς ἤ
οὐδαμῶς. Ὁρᾷς εἰς ὅσας ἀτοπίας, ἵνα μή λέγω βλασφημίας, ἐκ τῶν τοιούτων
ἐμπίπτομεν συζητήσεων.
Τά γάρ
ἀεί, ὥσπερ εἴρηται, ἡνωμένα καί ἀεί ὡσαύτως ὄντα ἀλλήλων αἴτια εἶναι οὐ
δύνανται. Μή δή ἐννοήσῃς προϋπάρξαι ποτέ τοῦ Υἱοῦ τόν Πατέρα καί οὔτε πρῶτον
οὔτε μείζονα καλέσεις αὐτόν τοῦ Υἱοῦ· τό γάρ προϋπάρξαν πρῶτον ἄν κληθήσεται
τοῦ ἐξ αὐτοῦ γεννηθέντος ἤ προελθόντος ἤ ποιηθέντος, ὁ δέ μήτε προών, μήτε ποτέ
γεγονώς ἤ γενόμενος πρῶτος τοῦ συναϊδίου καί συνανάρχου Υἱοῦ, ἀλλ᾿ ὅλος ὤν ἐν
ὅλῳ τῷ ὁμοτίμῳ Υἱῷ, ὡς καί ὁ Υἱός ἐν ὅλῳ τῷ ὁμοουσίῳ Πατρί, πῶς πρῶτος τοῦ
συναϊδίου κληθήσεται;.
Αἴτιον γάρ τοῦ γεννωμένου υἱοῦ τόν πατέρα εἶναι ἐπί τῆς σωματικῆς γεννήσεως
λέγομεν· ἐπί δέ τῆς θείας καί ἀνυπάρκτου ὑπάρξεως καί ἀγεννήτου
γεννήσεως καί ἀνυποστάτου ὑποστάσεως καί ὑπερουσίου οὐσιώσεως, ἤ τί ἕτερον εἴπω οὐκ οἶδα, ὁ πρῶτον λέγων ἀνάγκη καί δεύτερον ὀνομάσαι καί
τρίτον, ὅπερ ἐν τῇ παναγίᾳ Τριάδι ἔμφασιν ὅλως οὐκ ἔχει λέγεσθαι. Τό γάρ μετρεῖν τά ἀμέτρητα καί
τά ἄρρητα λέγειν ...ἐπισφαλές ὑπάρχει καί ἐπικίνδυνον. Τοιγαροῦν καί ἐπί τῆς ἀρρήτου καί θείας τοῦ Θεοῦ Λόγου γεννήσεως αἴτιον μέν τοῦ Υἱοῦ λέγομεν τόν Πατέρα, ὡς νοῦν λόγου καί πηγήν ρῥεύματος καί ρίζαν τῶν κλάδων αὐτῆς, πρῶτον δέ οὐδαμῶς, ἵνα μή τόν ἀριθμόν πλεονάσωμεν, εἰς τρεῖς θεούς τήν ἀδιαίρετον καί
μίαν θεότητα διαιροῦντες. Οὔτε γάρ πρῶτον, οὔτε δεύτερον, οὔτε τρίτον, οὐ μεῖζον, οὐκ ἔλασσον, ἔστιν ἐννοῆσαι ἤ εἰπεῖν ἐν τῇ ἀδιαιρέτῳ καί ἀσυγχύτῳ Τριάδι· ἄφθεγκτα γάρ πάντῃ καί ἄρρητα καί ἀκατανόητα τά
τῆς θείας καί ὑπερουσίου
φύσεως καί ἀνθρωπίνῳ νοΐ ἀκατάληπτα.
“Πνεῦμα,
φησίν, ὁ Θεός” καί πάλιν· “Τό δέ πνεῦμα ὁ Κύριός ἐστιν”. Εἰ οὖν πνεῦμα ὁ Θεός
καί τό πνεῦμα ὁ Κύριός ἐστι, ποῦ ἡ πατρότης ἐνταῦθα καί ἡ υἱότης, ἵνα καί
πρῶτον καί μεῖζόν μοι ἐν τῇ θείᾳ καί ἀκαταλήπτῳ φύσει, ὦ σύ, καινέ θεολόγε,
διδῷς καί λέγῃς καί ἀριθμῇς.
Ἰωάννης
"Ἐν ἀρχῇ ἦν ὁ Λόγος" ἔφη θεολογῶν, καί οὐχ ὁ Πατήρ. Σύ δέ, καί τούτου
βαθύτερα ὑπό τῆς αὐτοσοφίας, Ἰησοῦ, μυσταγωγηθείς, δίδως ἡμῖν καί τῷ κόσμῳ
παντί τό πρῶτον ἐν τῷ Πατρί, ἵνα καί δεύτερον τούτου τόν Υἱόν ἀποδείξῃς καί
τρίτον αὖθις τό Πνεῦμα τό Ἅγιον, κηρύσσων ἡμῖν ὡς ἄλλος τις θεολόγος τοῦ πρώην
βαθύτερός τε καί τῷ Υἱῷ τοῦ Θεοῦ οἰκειότερος ἕτερον εὐαγγέλιον; Τῆς βλασφημίας!
Πῶς, εἰπέ, ὁ τήν τριθεΐαν ἡμῖν δογματίζων ὑπούλως, οὐκ εἶπεν ἡ θεολόγος φωνή, ὁ
ἐπιστήθιος τοῦ Χριστοῦ· "Ἐν ἀρχῇ ἦν ὁ Πατήρ", ἀλλ᾿ "Ἐν ἀρχῇ ἦν ὁ
Λόγος";.
Λέγει γάρ· "Ἐγώ καί ὁ Πατήρ ἕν
ἐσμεν" καί προέταξεν ἑαυτόν τοῦ Πατρός. Τί τοῦτο; Ἵνα δείξῃ τό ἐν πᾶσιν
ἰσότιμον καί ὁμόδοξον ἑαυτοῦ μετά τοῦ Πατρός καί ὅτι οὔτε "Πατήρ πρῶτος,
κἄν αἴτιος τοῦ Υἱοῦ, οὔτε δεύτερος ὁ Υἱός, κἄν ἐκ τοῦ Πατρός, οὔτε τρίτον τό
Πνεῦμα τό Ἅγιον, κἄν ἐκ τοῦ Πατρός ἐκπορεύηται. Εἰ γάρ ἕν ἐξ ἀρχῆς ἡ Τριάς καί
τοῦτο καλεῖται κατά τάς ὑποστάσεις Τριάς, ἄρα τό ἕν οὔτε ἑαυτοῦ πρῶτον δύναται
εἶναι, οὔτε τῶν σύν αὐτῷ ὑποστάσεων· οὐδέ γάρ προϋπέστη τοῦ ἑτέρου τό ἕτερον,
ἵνα τό προϋποστάν πρῶτον τοῦ ἐξ αὐτοῦ λάμψαντος γένηται. Μία γάρ θεότης ἡ μία
Τριάς καί
τοῦτο διά τά πρόσωπα, ὥσπερ εἴρηται, καί τάς ὑποστάσεις καλεῖται.
Εἰπέ οὖν μοι, ὦ οὗτος, ὁ τά τῆς θείας
φύσεως μή φειδόμενος ἐρευνᾶν· πιστεύεις ὅτι ἐστί Θεός τρισυπόστατος, ἄναρχος, ἄκτιστος, ἀκατάληπτος, ἀνεξιχνίαστος...;
τί καί αὐτός οὐ σιωπῇ καί φόβῳ τόν δημιουργόν προσκυνεῖς..., ἀλλά τήν ἀκατάληπτον αὐτοῦ φύσιν τολμηρᾷ καί αὐθάδει περιεργάζῃ ψυχῇ; Οὐ φρίττεις μή
που σκηπτός ἄνωθεν
κατελθών παρανάλωμά σε ποιήσει πυρός;.
Τί
γάρ ἀκαθαρτότερον, εἰπέ μοι, τοῦ
μετά οἰήσεως καί ὑπερηφανίας διδάσκειν ἐπιχειροῦντος
τά τοῦ Πνεύματος ἄνευ Πνεύματος; Τί μιαρώτερον τοῦ μή
μετανοήσαντος διά μόνης δέ τῆς ψευδωνύμου γνώσεως καί τῆς ἔξω σοφίας βουλομένου
θεολογεῖν και περί τῶν ὄντων καί ἀεί ὡσαύτως ὄντων τολμηρῶς διαλέγεσθαι;
...οὐ
διά ταπεινώσεως καί χριστομιμήτου πολιτείας πρός ὕψος πνευματικῆς γνώσεως
ἀνελθεῖν ἠβουλήθη, ἀλλά διά ὑπερηφανίας καί ἐπάρσεως· οἱονεί πλίνθους τῆς
ψευδωνύμου γνώσεως ἄλλοθεν ἄλλους συλλέξας καί δι᾿ ἐπιμόνου μελέτης ἐξοπτήσας
αὐτούς, διά φιλοδοξίας τε καί ἀνθρωπαρεσκείας μετά οἰήσεως οἰκοδομήσας αὐτούς,
πύργον θεολογίας καί πνευματικῆς γνώσεως κτήσασθαι προσεδόκησε.
Ἀλλά
γάρ εἰπέ μοι, πᾶς τις ὁ περί Θεοῦ
και τῶν θείων μή διδάσκεσθαι, ἀλλά διδάσκειν ἐπιχειρῶν,
εἰ ἐκ τοῦ ᾅδου
πρῶτον ἀνῆλθες.... Ἀνελθών
δέ ὀδωδώς καί βρύων φθοράν, ...φράσον οὖν ἡμῖν
πῶς ...φθορᾶς ἀπηλλάγης καί ποίοις
πτεροῖς πετασθείς ὑψώθης πρός οὐρανούς...
Δεῖξον ἡμῖν ταῦτα καί δίδαξον ὑπέρ τῶν τοιούτων ἡμᾶς καί τότε δεξόμεθά σε περί
Θεοῦ μετρίως πως καί μετά φόβου καί τρόμου λέγοντα. Εἰ δέ χωρίς τῶν εἰρημένων
τούτων ὡς μαινόμενον καί ἔκφρονα καί δαιμονῶντά σε ἀποστραφησόμεθα.
Μή
λόγοις μόνοις ἐξαπατᾶσθαι καί πάντα ἄνθρωπον πιστεύειν πνευματικόν ἑαυτόν εἶναι
λέγοντα, ἀλλά ἀπό τοῦ βίου καί τῶν πράξεων αὐτοῦ πρότερον βεβαιουμένους, καί
μάλιστα ἐάν ταῖς τοῦ Κυρίου καί τῶν ἀποστόλων καί τῶν ἁγίων πατέρων
διδασκαλίαις συνᾴδωσιν οἱ λόγοι αὐτοῦ καί αἱ πράξεις· ...εἰ δ᾿ οὖν,
ἀλλ᾿ εἰ καί νεκρούς ἀνιστᾷ, κἄν μυρία ἄλλα θαύματα ἐπιδείκνυται, ὡς
δαίμονα αὐτόν ἀποστρέφεσθαι καί μισεῖν, καί μάλιστα ὅταν νουθετούμενον μή
καταδεχόμενον ὁρῶμεν μεταθεῖναι τό ἴδιον φρόνημα, ἀλλ᾿ ἔτι ἐμμένοντα τῇ
πεπλανημένῃ γνώσει αὐτοῦ καί εἰς οὐρανούς οἰόμενον τό πολίτευμα καί τήν
διαγωγήν ἔχειν.
Ἡ
διδασκομένη ἀπὸ τὸν κ. Ζηζιούλα «Νέα» αἵρεση περὶ «Πρώτου» στὴν Ἁγία Τριάδα καὶ κατ’ ἀναλογίαν περὶ «Πρώτου» στὴν
Ἐκκλησία, (ποὺ στοχεύει στὴν ἀνάδειξη τοῦ Πάπα
ὡς Πρώτου τῶν Πρώτων) εἶναι
συνοπτικὰ ἡ ἑξῆς:
«Ὁ
πρῶτος λοιπὸν αὐτομάτως γεννᾷ τὴν Ἱεραρχία... Στὴν Ἁγία Τριάδα ἔχουμε μία διαβάθμιση, δὲν ἔχουμε αὐτόματη συνύπαρξη, ἀλλὰ ἔχουμε ὕπαρξη ἡ ὁποία
μεταφέρεται ἀπὸ τὸν ἕναν στὸν ἄλλον. Ἐὰν
βάλουμε τὰ πρόσωπα νὰ ἐμφανίζονται ἔτσι ταυτόχρονα, τότε καταργοῦμε τὴν ἔννοια
τῆς αἰτιότητος...
»Ὁ
πρῶτος ἔχει τὴν τιμὴ καὶ προηγεῖται μόνο γιατὶ ἐλεύθερα τὸν ἀποδέχονται οἱ μετ’
αὐτόν. Τὸ πρότυπο τῆς εὐχαριστιακῆς ἱεραρχίας εἶναι ἡ Ἁγία Τριάδα, στὴν ὁποία
σαφῶς καὶ ὑπάρχει ἱεραρχία (βλ. «ὁ Πατήρ μου μείζων μού ἐστι»), ἀλλὰ ἡ
προσωπικὴ ἱεράρχηση (ποτὲ π.χ. δὲν μποροῦμε
νὰ βάλουμε πρῶτο τὸ Ἅγιο Πνεῦμα ἢ τρίτον τὸν Υἱό), δὲν συνεπάγεται μείωση
τῆς οὐσίας, δηλαδὴ ὀντολογικὴ ἱεράρχηση: τὰ τρία πρόσωπα εἶναι ἴσα καὶ
ταυτίζονται κατὰ τὴν οὐσία. Ἡ ἱεράρχηση στὸ προσωπικὸ ἐπίπεδο (ὁ Πατὴρ αἴτιος,
ὁ Υἱὸς αἰτιατόν, τὸ Πνεῦμα αἰτιατὸν διὰ
τοῦ αἰτιατοῦ) δεν αἴρει τὴ βασικὴ καὶ κατ’ οὐσίαν ἰσότητα τῶν Τριαδικῶν
προσώπων». [σ.σ.: Ἐδῶ
ἀκριβῶς συναντᾶμαι τὴν θεολογία τοῦ filioque καί, ἑπομένως, ὅλη ἡ εὐχαριστιακή
θεολογία, ἡ ὁποία ἀποτελεῖ ἐφαρμογὴ τῆς προσωπικῆς ἱεράρχισης, εἶναι ἐφαρμογὴ
τῆς αἱρέσεως τοῦ filioque. Διότι στὴν πατερικὴ διδασκαλία αἴτιο εἶναι καὶ τὸ
τρίτο πρόσωπο τῆς Ἁγ. Τριάδος. Κύριος αἴτιος τῆς υἱοθεσίας μας (στὴν ἐνσάρκωση)
εἶναι ὁ Κύριος, αἴτιος τῆς ἀληθείας (Πεντηκοστή) εἶναι τὸ Ἅγιο Πνεῦμα]. Καὶ συνεχίζει ὁ κ. Ζηζιούλας: «Τὸ ἴδιο καὶ μέσα στὴν εὐχαριστιακὴ
κοινότητα, καὶ κατ’ ἐπέκταση στὴν Ἐκκλησία, ὅλοι εἶναι ἐξ ἴσου μέλη τοῦ σώματος
καὶ ὅλοι ἔχουν ἀνάγκη ἀλλήλων, ἀλλὰ δὲν εἶναι ὅλοι τὸ ἴδιο. Ἡ ἔννοια τῆς
κεφαλῆς ταυτίζεται ἀπὸ τὸν ἀπ. Παῦλο καὶ εἰσάγεται καὶ στὸ εὐχαριστιακὸ καὶ
κανονικὸ λεξιλόγιο τῆς Ἐκκλησίας, ἀκριβῶς γιατὶ οἱ ρίζες της βρίσκονται στὴν
ἴδια τὴν Ἁγία Τριάδα, τῆς ὁποίας εἰκόνα εἶναι ἡ Ἐκκλησία» (Ζηζιούλα Ἰω.,
«Εὐχαριστία καὶ Κόσμος», Ὁμιλία στὴν Ἀκαδημία Θεολογικῶν Σπουδῶν Βόλου, 2008).