Ἁγίου Ἰωάννου τοῦ
Χρυσοστόμου
«Ὅτε δὲ ἔπεμπεν αὐτούς, οὐκ εἶπεν, Ἔδωκεν αὐτοῖς
Πνεῦμα ἅγιον· ἀλλ' Ἔδωκεν αὐτοῖς ἐξουσίαν, λέγων· Λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε, νεκροὺς ἐγείρετε· δωρεὰν
ἐλάβετε, δωρεὰν δότε. Ἐπὶ δὲ τῶν προφητῶν παρὰ πάντων ὡμολόγηται, ὅτι Πνεύματος ἁγίου δόσις
ἦν, ἀλλ' ἦν αὕτη ἡ χάρις συσταλεῖσα καὶ ἀποστᾶσα,
καὶ ἀπὸ τῆς γῆς ἀπολιποῦσα ἀπὸ τῆς ἡμέρας
ἐκείνης, ἀφ' ἧς ἐρρήθη, Ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.
Καὶ πρὸ ἐκείνης δὲ ἀρχὴν ἐλάμβανεν αὕτη ἡ σπάνις. Οὐκ ἔτι γὰρ προφήτης παρ'
αὐτοῖς ἦν, οὐδὲ ἐπώπτευεν αὐτῶν τὰ ἅγια ἡ χάρις. Ἐπεὶ οὖν ἀνέσταλτο μὲν τὸ Πνεῦμα
τὸ ἅγιον, ἔμελλε δὲ λοιπὸν ἐκχεῖσθαι δαψιλῶς· ταύτης δὲ τῆς διανομῆς ἀρχὴ μετὰ
τὸν σταυρὸν ἐγίνετο, οὐ μόνον δαψιλείας, ἀλλὰ καὶ μειζόνων χαρισμάτων (καὶ γὰρ
θαυμαστοτέρα ἦν ἡ δωρεὰ, ὡς ὅταν λέγῃ· Οὐκ
οἴδατε ποίου πνεύματός ἐστε· καὶ πάλιν, Οὐ
γὰρ ἐλάβετε πνεῦμα δουλείας, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας. Καὶ γὰρ οἱ παλαιοὶ καὶ αὐτοὶ μὲν πνεῦμα εἶχον,
ἄλλοις δὲ οὐ παρεῖχον· οἱ δὲ ἀπόστολοι μυριάδας ἐνέπλησαν)·
ἐπειδὴ οὖν ταύτην ἔμελλον λαμβάνειν τὴν χάριν, οὔπω δὲ ἦν δοθεῖσα,
διὰ τοῦτό φησιν· Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον.
Ἐπεὶ οὖν περὶ ταύτης λέγων τῆς χάριτος ὁ εὐαγγελιστὴς ἔλεγεν· Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, τουτέστι, δοθέν,
ἐπεὶ Ἰησοῦς οὐδέπω ἐδοξάσθη, δόξαν καλῶν τὸν σταυρόν. Ἐπειδὴ γὰρ ἐχθροὶ ἦμεν καὶ ἡμαρτηκότες καὶ
ὑστερούμενοι τῆς δωρεᾶς τοῦ Θεοῦ, καὶ θεοστυγεῖς· ἡ δὲ χάρις
καταλλαγῆς ἦν ἀπόδειξις· δῶρον δὲ οὐ τοῖς ἐχθροῖς, οὐδὲ τοῖς
μισουμένοις, ἀλλὰ τοῖς φίλοις δίδοται, καὶ τοῖς εὐηρεστηκόσιν· ἔδει πρότερον προσενεχθῆναι
τὴν ὑπὲρ ἡμῶν θυσίαν, καὶ τὴν ἔχθραν ἐν τῇ σαρκὶ καταλυθῆναι, καὶ γενέσθαι τοῦ
Θεοῦ φίλους, καὶ τότε λαβεῖν τὴν δωρεάν».
(Χρυσοστόμου Ἰωάννου, Ὑπόμνημα εἰς τὸν ἅγιον Ἰωάννην τὸν Ἀπόστολον καὶ
Εὐαγγελιστήν, ὁμιλία ΝΑʹ, T.L.G. vol 59, pg 284, ln 29- 63).
Ἁγίου Κυρίλλου
Ἀλεξανδρείας
«Λογιζώμεθα τοίνυν·
ἀναλήψομαι γὰρ τὸν τοῦ λόγου σκοπόν· ἐν μὲν τοῖς ἁγίοις προφήταις ἔλλαμψιν ὥσπερ
τινὰ πλουσίαν καὶ δᾳδουχίαν γενέσθαι τοῦ Πνεύματος, παιδαγωγεῖν ἰσχύουσαν εἰς τὴν τῶν ἐσομένων κατάληψιν καὶ τῶν
κεκρυμμένων τὴν γνῶσιν· ἐν δὲ τοῖς πιστεύουσιν εἰς Χριστὸν οὐ δᾳδουχίαν ἁπλῶς τὴν
ἀπὸ τοῦ Πνεύματος, ἀλλ' αὐτὸ κατοικεῖν τὸ Πνεῦμα, καὶ ἐναυλίζεσθαι
τεθαρσήκαμεν. ὅθεν εἰκότως καὶ ναοὶ Θεοῦ χρηματίζομεν, καίτοι τῶν ἁγίων προφητῶν
οὐδενὸς θείου ναοῦ κεχρηματικότος πώποτε. ἐπεὶ πῶς ἐκεῖνο διαληψόμεθα, τί δὲ δὴ
καὶ ἐροῦμεν ὅταν ἀκούσωμεν τοῦ Σωτῆρος λέγοντος ἡμῶν Χριστοῦ "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν
γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ
τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν;" καὶ τίς ἡ βασιλεία τῶν οὐρανῶν; ἡ δόσις
δηλονότι τοῦ Ἁγίου
Πνεύματος κατ' ἐκεῖνο τὸ εἰρημένον "Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστίν"· ἐναυλίζεται
γὰρ ἡμῖν τὸ Πνεῦμα διὰ τῆς πίστεως. ὁρᾷς οὖν ὅπως προτάττει παντὸς γεννητοῦ
γυναικῶν τὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καὶ τοῦ τελείου μειονεκτούμενον; καὶ
μή τις οἰέσθω τὴν δόξαν, ἢ τῆς ἐκείνων ἀρετῆς κατασμικρύνειν ἡμᾶς τῶν ἁγίων, ἢ
ἀμείνους εἶναι λέγειν καὶ τοὺς εὐτελεστάτους. οὐ γὰρ τοῦτό φαμεν· ἀσύγκριτον
γὰρ τῆς ἐκείνων πολιτείας τὸ κάλλος. ὑπὲρ δὲ τοῦ συνιέναι σαφῶς ἐν ὀλίγοις
διερμηνεύσωμεν τὸ παρὰ τοῦ Σωτῆρος ἡμῶν εἰρημένον. μέγας ἦν ὄντως ὁ μακάριος Βαπτιστὴς,
καὶ διὰ πάσης μὲν ἀρετῆς ἐκπρεπέστατος, ἐπ' αὐτοὺς δὲ λοιπὸν ἐλάσας τῆς ἐνούσης
ἐν ἡμῖν δικαιοσύνης τοὺς ὅρους, ὡς ὑπέρτερον εἶναι μηδέν. ἀλλ' ὁ οὕτως ἔχων ἐδεῖτο
Χριστοῦ λέγων "Ἐγὼ χρείαν ἔχω ὑπὸ
σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ;" ὁρᾷς ὅπως τέλειος ὤν, ὅσον ἧκεν
ἐν ἀνθρώποις καὶ ἐν γεννητοῖς γυναικῶν, ἀνακτίζεσθαι τρόπον τινὰ καὶ
ἀναγεννᾶσθαι παρακαλεῖ διὰ τοῦ Ἁγίου Πνεύματος; ὁρᾷς ὅπως παραχωρεῖ τοῖς
ἀναγεννηθεῖσι τὸ μεῖζον, δι' ὧν αὐτὸς ἔτι δεῖσθαι τούτου φησίν; εἰ μὲν γὰρ ᾖ ἐν
ἀμείνοσι μὴ βεβαπτισμένος, τί τὸ βαπτίζεσθαι παρακαλεῖν αὐτὸν καὶ ἀναπεῖθον; εἰ
δὲ οἶδεν ἑαυτὸν ἐσόμενον ἐν βελτίοσιν, ὅταν ἔρχῃ τὸ βάπτισμα, πῶς οὐκ ἀναθήσει
τὸ μεῖζον τοῖς ἤδη βεβαπτισμένοις; μείζονα τοιγαροῦν καὶ αὐτοῦ φησιν Ἰωάννου
Χριστὸς τὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μικρότερον, τουτέστι, καὶ τὸν ἄρτι
βεβαπτισμένον, οὔπω δὲ καὶ τὸ ἐν ἔργοις ἐξαίρετον ἔχοντα, κατὰ τοῦτο μόνον,
καθὸ γεννητὸς μὲν ἔτι γυναικὸς ὁ μακάριος ἦν Βαπτιστὴς, ὁ δὲ ἐκ Θεοῦ
γεγέννηται, κατὰ τὸ γεγραμμένον, καὶ θείας γέγονε φύσεως κοινωνὸς, ἐνοικοῦν
ἔχων ἐν αὐτῷ τὸ Ἅγιον Πνεῦμα, καὶ ναὸς ἤδη χρηματίζων Θεοῦ.
Ἐπ' αὐτὸ δὲ δὴ πάλιν
ἀναδραμοῦμαι τὸ προκείμενον. ἐγίνετο μὲν γὰρ ἐν προφήταις τὸ Πνεῦμα διὰ τὴν τοῦ
προφητεύειν χρείαν· ἐνοικίζεται δὲ νῦν διὰ Χριστοῦ τοῖς πιστεύουσι, καὶ ἐν αὐτῷ
πρῶτον ἀρξάμενον ὅτε γέγονεν ἄνθρωπος. ἔχει μὲν γὰρ ὡς Θεὸς ἀδιαστάτως, τὸ
οὐσιωδῶς ἐκπεφυκὸς αὐτῷ, καὶ ἴδιον αὐτοῦ Πνεῦμα. χρίεται δὲ δι' ἡμᾶς καὶ τὸ Πνεῦμα
λαμβάνειν ὡς ἄνθρωπος λέγεται, οὐχ ἑαυτῷ τὴν τῶν θείων ἀγαθῶν ἐμπορίζων
μετάληψιν, ἀλλὰ τῇ ἀνθρώπου φύσει, καθάπερ οὖν ἤδη προεδιδάξαμεν. ὅταν τοίνυν
ἡμῖν ὁ θεῖος Εὐαγγελιστής Οὔπω γὰρ ἦν Πνεῦμα λέγει ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη,
τὴν ὁλοσχερῆ καὶ ὁλόκληρον κατοίκησιν ἐν ἀνθρώποις τοῦ Ἁγίου Πνεύματος
σημαίνειν αὐτὸν ὑποτοπήσωμεν».
(Κυρίλλου Ἀλεξανδρείας, Ἑρμηνεία ἤτοι Ὑπόμνημα εἰς τὸ κατὰ Ἰωάννην
Εὐαγγέλιον, T.L.G. volume 1, page 696, line 4- 698, line 5).
«“Μείζων ἐν γεννητοῖς
γυναικῶν προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν”.
Ὁ μὲν γὰρ μακάριος Ἰωάννης,
ὁμοῦ τοῖς ἄλλοις ὅσοι πρὸ αὐτοῦ γεγόνασιν, γεννητός
ἐστι γυναικός· οἱ δὲ τὴν πίστιν προσηκάμενοι, οὐκέτι γεννητοὶ γυναικῶν, ἀλλ' υἱοὶ Θεοῦ
χρηματίζουσι· “Ὅσοι γὰρ, φησὶν, ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν
τέκνα Θεοῦ γενέσθαι· οἳ οὐκ ἐξ αἱμάτων, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν”. καὶ ὁ
Παῦλος· “Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ ἐν ταῖς
καρδίαις αὐτῶν κράζον, Ἀββᾶ, ὁ Πατήρ”. Ὅτε γὰρ ἀνεβίω Χριστὸς σκυλεύσας τὸν
ᾅδην, τότε τοῖς πιστεύσασιν εἰς αὐτὸν τὸ τῆς υἱοθεσίας δέδωκε Πνεῦμα, καὶ πρό γε
τῶν ἄλλων τοῖς οἰκείοις μαθηταῖς· “Ἐνεφύσησε γὰρ αὐτοῖς, λέγων· Λάβετε Πνεῦμα ἅγιον·
ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς”, καὶ τὰ ἑξῆς. Ἐπειδὴ γὰρ ὅλως
γεγόνασι θείας κοινωνοὶ φύσεως, τὸ Δεσποτικὸν καὶ κατεξουσιάζον τῶν ὅλων
πλουτήσαντες Πνεῦμα, ταύτῃ τοι καὶ θεοπρεπὲς ἀξίωμα περιτέθεικεν αὐτοῖς, τὸ
ἀφιέναι φημὶ τὰς ἁμαρτίας ὧν ἂν βούλωνται, κρατεῖν δὲ καὶ τὰς ἑτέρων. Ὅτι δὲ
πρὸ τῆς ἀναφοιτήσεως οὐκ ἦν ἐν ἀνθρώποις τῆς υἱοθεσίας τὸ Πνεῦμα, ὁ πάνσοφος εὐαγγελιστὴς
Ἰωάννης δηλοῖ, λέγων· “Οὐδέπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη”·
δόξαν, τὴν ἐκ νεκρῶν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανὸν ἄνοδον λέγων. Ἐκεῖ γὰρ
ἀναφοιτήσας ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἔπεμψεν ἡμῖν ἀνθ' ἑαυτοῦ τὸν Παράκλητον,
καὶ ἐν ἡμῖν ἐστι δι' αὐτοῦ· καὶ τοῦτο ἡμᾶς ἐδίδαξεν, εἰπών· “Ἐὰν μὴ ἀπέλθω, ὁ
Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς”. Λοιπὸν οὖν κἂν ἐλάττους ὦμεν τῶν τὴν ἐν
νόμῳ δικαιοσύνην ἐχόντων, κατά γε τὴν τῆς ζωῆς ἀστειότητά φημι, ἀλλ' ἐν μείζοσι
γεννητῶν γυναικὸς διὰ Χριστόν».
(Κυρίλλου Ἀλεξανδρείας, Ἐξήγησις εἰς τὸ Κατὰ Λουκὰν Εὐαγγέλιον, T.L.G.
volume 72, page 617, line 45-620, line 24).
«Ὅτι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν
κατὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνῳκίσθη παγίως ἡμῖν τὸ Ἅγιον Πνεῦμα. “Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον
λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη”
ΔΡΙΜΕΙΑΝ ἐφ' ἑαυτῷ τὴν βάσανον ἐξαιτεῖ τῶν προκειμένων ὁ νοῦς, καὶ πολλῆς ἀγχινοίας
ἔργον ἂν γένοιτο μόλις τὸ συνιέναι διαρκῶς τοῦ μυστηρίου τὸ βάθος. ἀναλογιζόμενος
γάρ τις καὶ εἰς ἕκαστον βλέπων τῶν ἁγίων προφητῶν, εἰκότως ἂν ἤδη καὶ εἰς
ἐννοίας ἐκβαίνει θερμὰς, πῶς οὐκ ἦν τὸ Πνεῦμα, καίτοι τοσούτου προφητῶν
ἀναδεδειγμένου χοροῦ, οἳ καὶ λαλοῦντες ἐν Πνεύματι τὰ θεῖα περὶ Χριστοῦ μυστήρια
διὰ μακρῶν εὑρίσκονται λόγων. μὴ γάρ τοι τοσοῦτον ἡμεῖς ἔξω βαίνομεν λογισμοῦ
τοῦ καθήκοντος, ὡς οἰηθῆναι Πνεύματος ἐρήμην τὴν τῶν ἁγίων γενέσθαι διάνοιαν.
δυσωπεῖ γὰρ ἡμᾶς καὶ καθάπερ ἐξ ἀνάγκης πρὸς τὸ πείθεσθαι καλεῖ, ὡς διακεῖσθαι
κατὰ ἀλήθειαν, ὡς ἦσαν πνευματοφόροι, καὶ αὐτὸ τῆς προφητείας τὸ χρῆμα καὶ τὰ
ἐν τοῖς ἱεροῖς εὑρισκόμενα γράμμασι. Πρὸς μὲν γὰρ τὸν Σαοὺλ ὁ Σαμουήλ φησιν,
ὅτι "ἐφαλεῖται ἐπὶ σὲ πνεῦμα Κυρίου, καὶ στραφήσῃ εἰς ἄνδρα ἄλλον"·
περὶ δὲ αὐτοῦ γέγραπται τοῦ μακαρίου Ἐλισαίου "Καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ
ψάλλων, καὶ ἐγένετο ἐπ' αὐτὸν "χεὶρ Κυρίου". μαρτυρεῖ δὲ καὶ αὐτὸς ὁ
Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τῷ μακαρίῳ Δαυείδ, ὡς ἐν Πνεύματι λαλοῦντι
μυστήρια. καὶ πολλὰ μὲν ἄν τις ἐπισωρεύσαι ρᾳδίως τοῖς εἰρημένοις τὰ
παραπλήσια, δι' ὧν ἂν γένοιτο καὶ λίαν εὐκόλως δύνασθαι κατιδεῖν
πνευματοφοροῦντας τοὺς ἁγίους. ἐν δὲ τοῖς οὕτω προφανεστάτοις τὸ μακροῖς ἐντρίβεσθαι
λόγοις περιττὸν, ὡς ἔοικεν, ἢ καὶ ἑτέρως φορτικόν. πῶς οὐκ ἦν Πνεῦμα, ζητητέον
ἀκριβῶς. οἶμαι γὰρ δεῖν ἀληθεύειν ἡγεῖσθαι τὸν μακάριον Εὐαγγελιστήν. Οὐκοῦν τὸ
μὲν ὄντως ἀληθὲς, αὐτὸς ὁ πάντων ἴδρις ἴστω Θεός· χρὴ γὰρ οὐ περιεργότερον τοῖς
ὑπὲρ ἡμᾶς προσβάλλειν ἀποτολμᾶν. πλὴν ὅσον ἔστιν ὡς ἐν εὐσεβέσιν ἰδεῖν
λογισμοῖς, τοιοῦτόν τι περὶ ἡμᾶς συμβέβηκε γενέσθαι. γέγονε γὰρ ἐξ ἀρχῆς ἐν
ἀφθαρσίᾳ τουτὶ τὸ λογικὸν ἐπὶ γῆς ζῷον, τουτέστιν ὁ ἄνθρωπος. αἴτιον δὲ τῆς
ἀφθαρσίας αὐτῷ καὶ τῆς εἰς ἅπασαν ἀρετὴν διαμονῆς, τὸ ἐνοικεῖσθαι παρὰ Θεοῦ
Πνεῦμα διεφαίνετο. "ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον "αὐτοῦ πνοὴν ζωῆς",
καθὰ γέγραπται. ἀλλ' ἐξ ἀπάτης τῆς ἀρχαίας ἐκείνης ἀπονεύσας εἰς ἁμαρτίαν, εἶτα
κατὰ βραχὺ διὰ τῶν ἐφεξῆς πολλὴν εἰς τοῦτο λαβὼν τὴν ἐπίδοσιν, ὁμοῦ τοῖς ἄλλοις
ἀγαθοῖς καὶ τὴν τοῦ Πνεύματος ὑπομένει ζημίαν, γέγονέ τε οὕτω λοιπὸν οὐχ ὑπὸ
μόνην τὴν φθορὰν, ἀλλὰ καὶ πρὸς πᾶσαν εὔκολος ἁμαρτίαν. ἐπειδὴ δὲ ὁ πάντων
γενεσιουργὸς "ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ," καλῶς γε
σφόδρα ποιῶν ἐβουλεύσατο, καὶ ἀνακομίσαι πάλιν εἰς τὸ ἀρχαῖον ἠθέλησε τὴν τοῦ
ἀνθρώπου φύσιν, ἐπαγγέλλεται μετὰ τῶν ἄλλων ἐπιδώσειν αὖθις αὐτῇ καὶ τὸ Πνεῦμα τὸ
Ἅγιον· οὐ γὰρ ἦν ἑτέρως εἰς ἀκλόνητον στάσιν τῶν ἀγαθῶν ἀναδραμεῖν. ὁρίζει
τοιγαροῦν τῆς ἐφ' ἡμᾶς τοῦ Πνεύματος καθόδου τὸν καιρὸν, καὶ ἐπαγγέλλεται λέγων
"Ἐν ταῖς ἡμέραις ἐκείναις· ταῖς τοῦ Σωτῆρος ἡμῶν δηλαδή· "ἐκχέω· ἀπὸ
τοῦ Πνεύματός μου, δηλαδή· ἐπὶ πᾶσαν σάρκα". ἐπειδὴ δὲ τῆς φιλοτιμίας ὁ
χρόνος παρεκόμιζεν εἰς μέσον μετὰ σαρκὸς ἐπὶ τῆς γῆς τὸν Μονογενῆ, τουτέστιν,
ἄνθρωπον ἐκ γυναικὸς γεγονότα κατὰ τὴν ἁγίαν γραφὴν, ἐδίδου πάλιν τὸ Πνεῦμα ὁ
Θεὸς καὶ Πατὴρ, ἐδέχετο δὲ πρῶτος ὡς ἀπαρχὴ τῆς ἀνανεουμένης φύσεως τὸ Πνεῦμα
Χριστός. "Ἐμαρτύρησε γὰρ Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ Πνεῦμα "καταβαῖνον
ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτόν". Ἐδέχετο δὲ πῶς; ἐπεξεργαστέον γὰρ
ἀναγκαίως τὸ εἰρημένον. ἆρ' ὡς οὐκ ἔχων; οὐ τοῦτό φαμεν· μὴ γένοιτο. ἴδιον γὰρ
τοῦ Υἱοῦ τὸ Πνεῦμά ἐστι, καὶ οὐκ ἔξωθεν, ὥσπερ ἡμῖν ἐπεισκρίνεται τὰ παρὰ Θεοῦ
χορηγούμενον, ἀλλ' ἐνυπάρχει φυσικῶς αὐτῷ καθάπερ καὶ τῷ Πατρὶ, καὶ δι' αὐτοῦ πρόεισι
τοῖς ἁγίοις κατὰ τὸ ἑκάστῳ πρέπον διανεμηθὲν παρὰ τοῦ Πατρός. εἰληφέναι δὲ
λέγεται, καθὸ γέγονεν ἄνθρωπος, καὶ ἦν ἀνθρώπῳ πρέπον τὸ λαβεῖν. καὶ ὥσπερ Υἱὸς
ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ γεγεννημένος, καὶ πρὸ τῆς
ἐνανθρωπήσεως, μᾶλλον δὲ καὶ πρὸ πάντων αἰώνων, κατ' οὐδὲν ὅλως ἀσχάλλει
λέγοντος τοῦ Θεοῦ καὶ Πατρὸς πρὸς αὐτὸν ὅτε γέγονεν ἄνθρωπος "Υἱός μου εἶ
σύ, "ἐγὼ σήμερον γεγέννηκά σε." τὸν γὰρ πρὸ αἰώνων ὄντα Θεὸν, ἐξ
αὐτοῦ γεγεννημένον, σήμερον γεγεννῆσθαί φησιν· ἵν' ἡμᾶς ἐν αὐτῷ καταδέξηται
πρὸς υἱοθεσίαν, ὅλη γὰρ ἦν ἡ ἀνθρωπότης ἐν Χριστῷ, καθόπερ ἦν ἄνθρωπος· οὕτω
καὶ τὸ ἴδιον ἔχοντι Πνεῦμα, διδόναι πάλιν αὐτὸ λέγεται τῷ Υἱῷ, ἵνα ἡμεῖς ἐν
αὐτῷ τὸ Πνεῦμα κερδάνωμεν. ταύτης τοιγαροῦν τῆς αἰτίας ἕνεκα "σπέρματος
Ἁβραὰμ ἐπιλαμβάνεται," κατὰ τὸ γεγραμμένον, ὡμοιώθη δὲ "κατὰ πάντα
τοῖς ἀδελφοῖς". δέχεται τοίνυν οὐχ ἑαυτῷ τὸ Πνεῦμα τὸ Ἅγιον ὁ Μονογενής· αὐτοῦ
γάρ ἐστι καὶ ἐν αὐτῷ καὶ δι' αὐτοῦ τὸ Πνεῦμα, καθάπερ ἤδη προείπομεν· ἀλλ'
ἐπείπερ ἄνθρωπος γεγονώς, ὅλην εἶχεν ἐν ἑαυτῷ τὴν φύσιν, ἵνα πᾶσαν ἐπανορθώσῃ μετασκευάσας
εἰς τὸ ἀρχαῖον. Πρὸς δέ γε τοῖς εἰρημένοις κἀκεῖνο περισκεπτέον. ὀψόμεθα γὰρ
διὰ λογισμῶν ἰόντες σοφῶν, καὶ τοῖς ἀπὸ τῆς θείας γραφῆς βεβαιούμενοι λόγοις,
οὐχ ἑαυτῷ λαβόντα τὸ Πνεῦμα Χριστὸν, ἡμῖν δὲ μᾶλλον ἐν ἑαυτῷ· πάντα γὰρ δι' αὐτοῦ
καὶ εἰς ἡμᾶς τρέχει τὰ ἀγαθά. ἐπειδὴ γὰρ ὁ προπάτωρ Ἀδὰμ οὐ διέσωσε τὴν τοῦ
Πνεύματος χάριν παρατραπεὶς ἐξ ἀπάτης εἰς παρακοὴν καὶ ἁμαρτίαν, ὅλη τε οὕτως ἐν
αὐτῷ ἐζημιοῦτο λοιπὸν ἡ φύσις τὸ θεόσδοτον ἀγαθόν, ἀναγκαίως ὁ τροπὴν οὐκ εἰδὼς
Θεὸς Λόγος γέγονεν ἄνθρωπος, ἵνα λαβὼν ὡς ἄνθρωπος διασώσῃ παγίως τῇ φύσει τὸ
ἀγαθόν. τῶν τοιούτων ἡμῖν μυστηρίων ἐξηγητὴς καὶ αὐτὸς εἰσβήσεται ὁ θεῖος
μελῳδός· λέγει γὰρ οὕτως πρὸς τὸν Υἱόν "Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας
ἀδικίαν· "διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ
τοὺς μετόχους σου." ἐπειδὴ γὰρ, φησὶν, ἠγάπησας ἀεὶ τὴν δικαιοσύνην·
δίκαιος γὰρ εἶ ὁ Θεὸς, παρατρέπεσθαί ποι παρὰ τοῦτο μὴ δυνάμενος· ἐμίσησας δὲ
τὴν ἀδικίαν ἀεί· φυσικῶς γάρ σοι τὸ μισοπόνηρον ἐμπέφυκεν, ὡς φιλοδικαίῳ Θεῷ·
διὰ τοῦτό σε κέχρικεν ὁ Θεὸς καὶ Πατήρ· ὁ γὰρ φύσεως ἰδίας πλεονέκτημα τὴν
ἄτρεπτον ἔχων δικαιοσύνην, οὐκ ἂν μετηνέχθης ποτὲ πρὸς ἣν οὐκ ἔγνως ἁμαρτίαν·
οὕτω δὲ ἔχων, διέσωσας ἀναμφιλόγως ἐν σεαυτῷ, καθὸ γέγονας ἄνθρωπος, τῇ
ἀνθρωπότητι τὸ παρὰ Θεοῦ καὶ Πατρὸς ἅγιον χρίσμα, τουτέστι τὸ Πνεῦμα. γέγονε
τοίνυν καθ' ἡμᾶς ἄνθρωπος ὁ Μονογενὴς, ἵν' ἐν αὐτῷ καὶ πρώτῳ παλινδρομοῦντα τὰ
ἀγαθὰ, καὶ ἡ τοῦ Πνεύματος ῥιζωθεῖσα χάρις ὅλῃ λοιπὸν ἀραρότως τῇ φύσει
φυλάττοιτο, οἱονεὶ κιχρῶντος ἡμῖν τὸ τῆς ἰδίας φύσεως ἀμετάπτωτον τοῦ Μονογενοῦς,
καὶ ἐκ Θεοῦ Πατρὸς ὄντος Λόγου, διὰ τὸ κατεγνῶσθαι τὴν ἀνθρώπου φύσιν ἐν Ἀδὰμ,
ὡς ἀδιαπτώτως ἔχειν οὐ δυναμένην, κατολισθαίνουσαν δὲ καὶ σφόδρα ῥᾳδίως εἰς
παρατροπήν. ὥσπερ οὖν ἐν ταῖς τοῦ πρώτου τροπαῖς εἰς ὅλην διήκει τὴν φύσιν ἡ
τῶν ἀγαθῶν ζημία· κατὰ τὸν αὐτὸν οἶμαι λόγον καὶ ἐν τῷ μὴ εἰδότι τροπὴν τῆς τῶν
θείων χαρισμάτων διαμονῆς ὅλῳ σωθήσεται τῷ γένει τὸ κέρδος. εἰ δέ τῳ μὴ σφόδρα
δοκοῦμεν τὰ εἰκότα φρονεῖν τε καὶ λέγειν, διδασκέτω παρελθὼν τὴν αἰτίαν, δι' ἣν
παρὰ ταῖς θείαις γραφαῖς δεύτερος Ἀδὰμ ὁ Σωτὴρ κατωνόμασται. ἐν μὲν γὰρ ἐκείνῳ
τῷ πρώτῳ πρόεισι μὲν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὸ γένος τὸ ἀνθρώπινον, καὶ
προελθὸν ἐφθάρη, ὅτι τὸν θεῖον λελύπηκε νόμον· ἐν δὲ τῷ δευτέρῳ, τουτέστι τῷ Χριστῷ,
πρὸς ἀρχὴν ἐπάνεισι δευτέραν ἀνασκευαζόμενον πρὸς καινότητα ζωῆς, καὶ εἰς τὴν
τῆς ἀφθαρσίας ἐπαναδρομήν. εἴ τι γὰρ ἐν Χριστῷ, καινὴ κτίσις, ὡς ὁ Παῦλός φησι.
δέδοται τοίνυν ἡμῖν τὸ ἀνακαινίζον Πνεῦμα, τουτέστι, τὸ Ἅγιον, τὸ τῆς αἰωνίου
παραίτιον ζωῆς μετὰ τὸ δοξασθῆναι Χριστὸν, τουτέστι, μετὰ τὴν ἀνάστασιν, ὅτε
διαρρήξας τὰ τοῦ θανάτου δεσμὰ, καὶ κρείττων ἁπάσης φθορᾶς ἀναδεδειγμένος,
ἀνεβίω πάλιν ὅλην ἔχων ἐν ἑαυτῷ τὴν φύσιν, καθόπερ ἦν ἄνθρωπος καὶ εἷς ἐξ ἡμῶν.
Πολυπραγμονήσας δὲ τὴν αἰτίαν, δι' ἣν οὐ πρὸ τῆς ἀναστάσεως, ἀλλὰ μετὰ ταύτην ἡ
τοῦ Πνεύματος γέγονε χύσις, ἐκεῖνο πάλιν ἀκούσῃ Ἀπαρχὴ τῆς ἀνανεουμένης φύσεως
τότε γέγονεν ὁ Χριστὸς, ὅτε φροντίσας οὐδὲν τῶν τοῦ θανάτου δεσμῶν ἀνεβίω
πάλιν, καθάπερ ἀρτίως εἰρήκαμεν. πῶς οὖν ἔδει πρὸ τῆς ἀπαρχῆς ζωοποιηθέντας
ὁρᾶσθαι τοὺς μετ' αὐτήν; ὅνπερ γὰρ τρόπον οὐκ ἂν ἀπὸ γῆς ἀναβλαστήσαι φυτὸν, μὴ
οὐκ ἤδη πάντως τῆς ἰδίας ῥίζης ἐκπεφυκός· ἀρχὴ γὰρ αὐτῷ τῆς βλάστης ἐκεῖθεν·
οὕτως ἦν ἀμήχανον ῥίζαν ἡμᾶς ἔχοντας εἰς ἀφθαρσίαν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν
Χριστὸν, πρὸ τῆς ῥίζης ὁρᾶσθαι βλαστήσαντας. ἐπιδεικνύων δὲ τῆς εἰς ἡμᾶς
καθόδου τοῦ Πνεύματος ἤδη παρόντα τὸν καιρὸν, μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνεφύσησε
τοῖς μαθηταῖς λέγων Λάβετε Πνεῦμα Ἅγιον. τότε γὰρ ἦν ὄντως ἐπὶ θύραις, μᾶλλον
δὲ εἴσω θυρῶν ὁ τῆς ἀνανεώσεως χρόνος. καὶ περιαθρείτω μοι πάλιν ὁ φιλομαθὴς εἰ
μὴ γέγονεν ἡμῖν ἀληθὴς καὶ ὁ περὶ τούτων λόγος· ἐν ἀρχῇ μὲν γὰρ, ὥσπερ οὖν ἡμῖν
ὁ πνευματοφόρος ἔφη Μωυσῆς, λαβὼν χοῦν ἀπὸ τῆς γῆς, καὶ διαπλάσας τὸν ἄνθρωπον
ὁ πάντων Δημιουργὸς, "ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς·"
καὶ τίς ἡ πνοὴ τῆς ζωῆς, ἢ δηλονότι τὸ Πνεῦμα τοῦ Χριστοῦ τοῦ λέγοντος
"Ἐγώ εἰμι "ἡ ἀνάστασις καὶ ἡ ζωή;" ἐπειδὴ δὲ τῆς ἀνθρωπότητος ἀπέπτη
τὸ Πνεῦμα τὸ πρὸς τὸν θεῖον ἡμᾶς χαρακτῆρα συνέχειν τε καὶ διαπλάττειν
δυνάμενον, αὖθις ἡμῖν ὁ Σωτὴρ χαρίζεται τοῦτο, πρὸς ἐκεῖνο τὸ ἀρχαῖον ἀναφέρων
ἀξίωμα, καὶ ἀναπλάττων εἰς εἰκόνα τὴν ἑαυτοῦ. διὰ γάρ τοι τοῦτο καὶ ὁ Παῦλος
πρός τινας λέγει "Τεκνία, οὓς πάλιν ὠδίνω, "ἄχρις οὗ μορφωθῇ Χριστὸς
ἐν ὑμῖν". Λογιζώμεθα τοίνυν· ἀναλήψομαι γὰρ τὸν τοῦ λόγου σκοπόν· ἐν μὲν
τοῖς ἁγίοις προφήταις ἔλλαμψιν ὥσπερ τινὰ πλουσίαν καὶ δᾳδουχίαν γενέσθαι τοῦ
Πνεύματος, παιδαγωγεῖν ἰσχύουσαν εἰς τὴν τῶν ἐσομένων κατάληψιν καὶ τῶν
κεκρυμμένων τὴν γνῶσιν· ἐν δὲ τοῖς πιστεύουσιν εἰς Χριστὸν οὐ δᾳδουχίαν ἁπλῶς
τὴν ἀπὸ τοῦ Πνεύματος, ἀλλ' αὐτὸ κατοικεῖν τὸ Πνεῦμα, καὶ ἐναυλίζεσθαι τεθαρσήκαμεν.
ὅθεν εἰκότως καὶ ναοὶ Θεοῦ χρηματίζομεν, καίτοι τῶν ἁγίων προφητῶν οὐδενὸς
θείου ναοῦ κεχρηματικότος πώποτε. ἐπεὶ πῶς ἐκεῖνο διαληψόμεθα, τί δὲ δὴ καὶ
ἐροῦμεν ὅταν ἀκούσωμεν τοῦ Σωτῆρος λέγοντος ἡμῶν Χριστοῦ "Ἀμὴν ἀμὴν λέγω
ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ· ὁ δὲ
μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν"; καὶ τίς ἡ
βασιλεία τῶν οὐρανῶν; ἡ δόσις δηλονότι τοῦ Ἁγίου Πνεύματος κατ' ἐκεῖνο τὸ
εἰρημένον "Ἡ βασιλεία τῶν "οὐρανῶν ἐντὸς ὑμῶν ἐστίν·"
ἐναυλίζεται γὰρ ἡμῖν τὸ Πνεῦμα διὰ τῆς πίστεως. ὁρᾷς οὖν ὅπως προτάττει παντὸς γεννητοῦ
γυναικῶν τὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καὶ τοῦ τελείου μειονεκτούμενον; καὶ
μή τις οἰέσθω τὴν δόξαν, ἢ τῆς ἐκείνων ἀρετῆς κατασμικρύνειν ἡμᾶς τῶν ἁγίων, ἢ
ἀμείνους εἶναι λέγειν καὶ τοὺς εὐτελεστάτους. οὐ γὰρ τοῦτό φαμεν· ἀσύγκριτον
γὰρ τῆς ἐκείνων πολιτείας τὸ κάλλος. ὑπὲρ δὲ τοῦ συνιέναι σαφῶς ἐν ὀλίγοις
διερμηνεύσωμεν τὸ παρὰ τοῦ Σωτῆρος ἡμῶν εἰρημένον. μέγας ἦν ὄντως ὁ μακάριος Βαπτιστὴς,
καὶ διὰ πάσης μὲν ἀρετῆς ἐκπρεπέστατος, ἐπ' αὐτοὺς δὲ λοιπὸν ἐλάσας τῆς ἐνούσης
ἐν ἡμῖν δικαιοσύνης τοὺς ὅρους, ὡς ὑπέρτερον εἶναι μηδέν. ἀλλ' ὁ οὕτως ἔχων ἐδεῖτο
Χριστοῦ λέγων "Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ";
ὁρᾷς ὅπως τέλειος ὢν, ὅσον ἧκεν ἐν ἀνθρώποις καὶ ἐν γεννητοῖς γυναικῶν, ἀνακτί-
ζεσθαι τρόπον τινὰ καὶ
ἀναγεννᾶσθαι παρακαλεῖ διὰ τοῦ Ἁγίου Πνεύματος; ὁρᾷς ὅπως παραχωρεῖ τοῖς
ἀναγεννηθεῖσι τὸ μεῖζον, δι' ὧν αὐτὸς ἔτι δεῖσθαι τούτου φησίν; εἰ μὲν γὰρ ᾖ ἐν
ἀμείνοσι μὴ βεβαπτισμένος, τί τὸ βαπτίζεσθαι παρακαλεῖν αὐτὸν καὶ ἀναπεῖθον; εἰ
δὲ οἶδεν ἑαυτὸν ἐσόμενον ἐν βελτίοσιν, ὅταν ἔρχῃ τὸ βάπτισμα, πῶς οὐκ ἀναθήσει
τὸ μεῖζον τοῖς ἤδη βεβαπτισμένοις; μείζονα τοιγαροῦν καὶ αὐτοῦ φησιν Ἰωάννου
Χριστὸς τὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μικρότερον, τουτέστι, καὶ τὸν ἄρτι
βεβαπτισμένον, οὔπω δὲ καὶ τὸ ἐν ἔργοις ἐξαίρετον ἔχοντα, κατὰ τοῦτο μόνον,
καθὸ γεννητὸς μὲν ἔτι γυναικὸς ὁ μακάριος ἦν Βαπτιστὴς, ὁ δὲ ἐκ Θεοῦ
γεγέννηται, κατὰ τὸ γεγραμμένον, καὶ θείας γέγονε φύσεως κοινωνὸς, ἐνοικοῦν
ἔχων ἐν αὐτῷ τὸ Ἅγιον Πνεῦμα, καὶ ναὸς ἤδη χρηματίζων Θεοῦ.
Ἐπ' αὐτὸ δὲ δὴ πάλιν
ἀναδραμοῦμαι τὸ προκείμενον. ἐγίνετο μὲν γὰρ ἐν προφήταις τὸ Πνεῦμα διὰ τὴν τοῦ
προφητεύειν χρείαν· ἐνοικίζεται δὲ νῦν διὰ Χριστοῦ τοῖς πιστεύουσι, καὶ ἐν αὐτῷ
πρῶτον ἀρξάμενον ὅτε γέγονεν ἄνθρωπος. ἔχει μὲν γὰρ ὡς Θεὸς ἀδιαστάτως, τὸ
οὐσιωδῶς ἐκπεφυκὸς αὐτῷ, καὶ ἴδιον αὐτοῦ Πνεῦμα. χρίεται δὲ δι' ἡμᾶς καὶ τὸ Πνεῦμα
λαμβάνειν ὡς ἄνθρωπος λέγεται, οὐχ ἑαυτῷ τὴν τῶν θείων ἀγαθῶν ἐμπορίζων
μετάληψιν, ἀλλὰ τῇ ἀνθρώπου φύσει, καθάπερ οὖν ἤδη προεδιδάξαμεν. ὅταν τοίνυν
ἡμῖν ὁ θεῖος Εὐαγγελιστής Οὔπω γὰρ ἦν Πνεῦμα λέγει ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη,
τὴν ὁλοσχερῆ καὶ ὁλόκληρον κατοίκησιν ἐν ἀνθρώποις τοῦ Ἁγίου Πνεύματος
σημαίνειν αὐτὸν ὑποτοπήσωμεν».
(Κυρίλλου Ἀλεξανδρείας, Ἑρμηνεία ἤτοι Ὑπόμνημα εἰς τὸ κατὰ Ἰωάννην
Εὐαγγέλιον, T.L.G.).
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.