Λόγος κγ΄. Εἰρηνικός, λεχθεὶς ἐν Κωνσταντίνου πόλει, ἐπὶ τῇ γενομένῃ τῷ λαῷ φιλονεικίᾳ, περὶ ἐπισκόπων τινῶν διενεχθέντων πρὸς ἀλλήλους.
Τον Β΄ ειρηνικό λόγο τον εξεφώνισε στην Κωνσταντινούπολη το 379, όταν ο κίνδυνος από το λεγόμενο Αντιοχειανό σχίσμα απείλησε την ενότητα και ειρήνη και της Εκκλησίας της Κωνσταντινουπόλεως. Στον λόγο του αυτόν ο Γρηγόριος απεικονίζει με τα μελανότερα χρώματα τις εσωτερικές διχόνοιες και εκκλησιαστικές διενέξεις μεταξύ των Ορθοδόξων. Σχετικά με τη διένεξη αυτή των Ορθοδόξων της Εκκλησίας της Αντιοχείας, την οποία χαρακτηρίζει έναγχον ημίν επαναστάσαν ζυγομαχίαν αδελφικήν και θέλοντας να μείνει πιστός στη μνήμη του Μ. Βασιλείου, αλλά και ακολουθώντας την ίδια με εκείνον εκκλησιαστική πολιτική, τάχθηκε με τη μερίδα των Ορθοδόξων, που ανεγνώριζε και ακολουθούσε τον επίσκοπο Μελέτιο. Ο ίδιος διεκήρυσσε με έμφαση ότι αυτός, ο αγωνιστής της ειρήνης, θα συνεχίζει να αγωνίζεται για το ύψιστο αυτό αγαθό και ότι θα επιμένει με τις άοκνες ειρηνευτικές προσπάθειές του για την οριστική επικράτηση της ειρήνης στους κόλπους της Εκκλησίας γενικότερα.
Λόγος κγ΄. Εἰρηνικός, λεχθεὶς ἐν Κωνσταντίνου πόλει, ἐπὶ τῇ γενομένῃ τῷ λαῷ φιλονεικίᾳ, περὶ ἐπισκόπων τινῶν διενεχθέντων πρὸς ἀλλήλους.
(Ἀπόσπασμα)
Μετάφραση (ἀκολουθεῖ τὸ κείμενο):
Τὸ κείμενο
4. Ἡμᾶς δὲ
εἴ τις ἐρωτήσειε, Τί τὸ τιμώμενον ὑμῖν καὶ προσκυνούμενον; πρόχειρον εἰπεῖν· Ἡ
ἀγάπη. Ὁ γὰρ Θεὸς ἡμῶν ἡ ἀγάπη ἐστί. Ῥῆσις τοῦ ἁγίου Πνεύματος· καὶ τοῦτο
χαίρει μᾶλλον ἀκούων, ἤ τι ἄλλο, ὁ Θεός. Τί δαὶ νόμου καὶ προφητῶν κεφάλαιον;
οὐκ ἄλλο ἢ τοῦτο συγχωρήσειεν ὁ εὐαγγελιστὴς ἀποκρίνασθαι. Τί δήποτε οὖν οἱ τῆς
ἀγάπης, οὕτω μισοῦμέν τε καὶ μισούμεθα; καὶ οἱ τῆς εἰρήνης, πολεμοῦμεν ἀκήρυκτά
τε καὶ ἀκατάλλακτα; καὶ οἱ τοῦ ἀκρογωνιαίου, διιστάμεθα; καὶ οἱ τῆς πέτρας,
σειόμεθα; καὶ οἱ τοῦ φωτὸς, ἐσκοτίσμεθα; καὶ οἱ τοῦ Λόγου, τοσαύτης ἐσμὲν
σιγῆς, ἢ ἀλογίας, ἢ παραπληξίας, ἢ, οὐκ οἶδ᾿ ὅ τι καὶ ὀνομάσω, μεστοί· ὥστε
τροφῆς μὲν, καὶ ὕπνου, καὶ ᾠδῆς κόρος ἐστὶ, καὶ τῶν αἰσχίστων, ὡς λέγουσι· καὶ
πλησμονὴ πάντων, οὐ τῶν ἀλγεινῶν μόνον, ἀλλ᾿ ἤδη καὶ τῶν ἡδίστων, καὶ πάντα εἰς
ἄλληλα περιχωρεῖ τε καὶ περιτρέπεται· ἡμῖν δ᾿ οὐδεὶς ὅρος τοῦ βάλλειν καὶ
βάλλεσθαι, οὐ τοῖς ἑτεροδοξοῦσι μόνον, καὶ κατὰ τὸν τῆς πίστεως λόγον
διεστηκόσιν (ἧττον γὰρ ἂν ἦν ἀλγεινὸν, καὶ ὁ ζῆλος, ἀπολογία πραγμάτων ἐπαινουμένων,
ἐὰν ἐν ὅροις ἱστῆτα)ι· ἤδη δὲ καὶ τοῖς ὁμοδόξοις, καὶ πρὸς τοὺς αὐτοὺς, καὶ
ὑπὲρ τῶν αὐτῶν στασιάζουσι (τοῦτο γὰρ τὸ μοχθηρότατον, ἢ ἐλεεινότατον).
5. Καὶ τὸ
αἴτιον τί; Φιλαρχία τυχὸν, ἢ φιλοχρηματία, ἢ φθόνος, ἢ μῖσος, ἢ ὑπεροψία, ἤ τι
τῶν ὅσα μηδὲ τοὺς ἀθέους ὁρῶμεν πάσχοντας· καὶ τὸ χάριεν, ἡ τῶν ψήφων
μετάθεσις. Ὅταν ἁλῶμεν, εὐσεβεῖς ἐσμεν καὶ ὀρθόδοξοι, καὶ καταφεύγομεν ψευδῶς
ἐπὶ τὴν ἀλήθειαν, ὡς ὑπὲρ πίστεως στασιάζοντες· καὶ τοῦτο μόνον ἐπαινετὸν
ποιοῦμεν, ὡς ἐν κακοῖς, εἰ μὴ καὶ λίαν αἰσχρὸν, ὅτι τὴν κακίαν ἐρυθριῶντες, ἐπὶ
σεμνότερον ὄνομα μεταβαίνομεν, τὴν εὐσέβειαν. Ἐμβρόντητε καὶ πολύτροπε, εἴποι
τις ἂν, καὶ πλάσμα τοῦ Πονηροῦ καὶ τοῦ σοφιστοῦ τῆς κακίας, ὅστις ποτὲ εἶ ὁ
τοῦτο πάσχων, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, ἀνοητότατε· οὗτός σοι χθὲς ἦν
εὐσεβὴς, καὶ πῶς ἀσεβὴς σήμερον, μηδὲν προσθεὶς, μηδὲ ἀφελῶν, μήτε ῥήματι, μήτε
πράγματι, ἀλλ᾿ ἐπὶ τῶν αὐτῶν ἱστάμενος· ὃς ἀναπνεῖ τὸν αὐτὸν ἀέρα, καὶ τοῖς
αὐτοῖς ὄμμασι προσβλέπει τὸν αὐτὸν ἥλιον· εἰ βούλει δὲ, ὡς περὶ ἀριθμῶν ἢ
μέτρων ἐρωτηθεὶς, οὐκ ἄλλο τι ἢ ταυτὸν ἀποκρίνεται; Ἀλλὰ καὶ πόρνος σοι
σήμερον, ὁ χθὲς Ἰωσὴφ (προβαίνει γὰρ καὶ μέχρι τούτων ἡ ἔρις, ὥσπερ τις φλὸξ
διὰ καλάμης θέουσα, καὶ τὰ κύκλῳ περιλαμβάνουσ)α· καὶ Ἰούδας σήμερον, ἢ
Καιάφας, ὁ χθὲς Ἡλίας, ἢ Ἰωάννης, ἤ τις ἄλλος τῶν μετὰ Χριστοῦ τεταγμένων, καὶ
τὴν αὐτὴν ζώνην περικειμένων, καὶ τὸ αὐτὸ ἀμπεχομένων φαιὸν ἢ μέλαν τριβώνιον,
ὃ σεμνότης βίου προβάλλεται, κατά γε τὸν ἐμὸν νόμον καὶ λόγον. Καὶ τὸ καλὸν
ἄνθος τῶν ὑψηλῶν, τὴν ὠχρότητα, ἢ τὸ τῆς φωνῆς εὔτακτον καὶ ἡσύχιον, ἢ τὸ τοῦ βαδίσματος
ἐμβριθές τε καὶ ἥμερον, χθὲς μὲν φιλοσοφίαν, σήμερον δὲ κενοδοξίαν
προσηγορεύσαμεν· καὶ τὴν αὐτὴν κατὰ πνευμάτων ἢ νόσων δύναμιν, ποτὲ μὲν τῷ
Ἰησοῦ, ποτὲ δὲ τῷ Βεελζεβοὺλ προςεθήκαμεν, καὶ χρώμεθα τούτων οὐ δικαίᾳ στάθμῃ,
τῇ φιλονεικίᾳ καὶ τῷ θυμῷ.
6. Καὶ ὥσπερ
ἡ αὐτὴ γῆ ἕστηκε μὲν τοῖς ἐῤῥωμένοις καὶ οὐ πεπονθόσι, κινεῖται δὲ τοῖς
ἰλιγγιῶσι καὶ περιτρεπομένοις, τοῦ τῶν ὁρόντων πάθους ἐπὶ τὸ ὁρώμενον
μεταβαίνοντος· εἰ βούλει δὲ, ὥσπερ τὸ αὐτὸ τῶν κιόνων διάστημα, πλεῖον μὲν τοῖς
ἐγγυτέρω καὶ προσεχέσιν, ἔλαττον δὲ τοῖς ποῤῥωτέρω φαίνεται, κλεπτομένου τοῦ
ἀέρος τῷ διαστήματι, καὶ συναπτούσης τῆς ὄψεως τὰ παχύτερα· οὕτω καὶ ἡμεῖς
ῥᾳδίως ἐξαπατώμεθα διὰ τὴν ἔχθραν, καὶ περὶ τῶν αὐτῶν οὐ τὰ αὐτὰ, φίλοι τε
ὄντες καὶ μὴ, γινώσκομεν· καὶ χειροτονεῖ ῥᾳδίως ἡμῖν πολλοὺς μὲν ἁγίους,
πολλοὺς δ᾿ ἀθέους παρὰ τὸ εἰκὸς ὁ καιρὸς, μᾶλλον δὲ πάντας ἀθλίους· οὐ μόνον τῷ
πρὸς πονηρὸν παράδειγμα βλέπειν ἡμᾶς (ἐπειδὴ πρόχειρον ἡ κακία καὶ δίχα τοῦ
ἕλκοντο)ς, ἀλλ᾿ ὅτι καὶ πᾶσι πάντα συγχωροῦμεν ἑτοίμως ὑπὲρ ἑνὸς τοῦ συμμαίνεσθαι.
Καὶ πρότερον μὲν οὐδὲ ῥῆμα τῶν περιττῶν τι φθέγγεσθαι τῶν ἀκινδύνων ἦν, νῦν δὲ
λοιδορούμεθα καὶ τοῖς εὐσεβεστάτοις· καὶ ποτὲ μὲν οὐδ᾿ ἀναγινώσκειν ἔξω νόμον
ἐξῆν, οὐδ᾿ ὁμολογίας ἐπικαλεῖσθαι (τὸ δέ ἐστιν, ὡς ἐμοὶ δοκεῖ, τὴν τοῦ λαοῦ
συγκατάθεσιν)· νῦν δὲ καὶ τῶν ἀποῤῥήτων τοῖς βεβήλοις χρώμεθα διαιτηταῖς,
ῥιπτοῦντες τὰ ἅγια τοῖς κυσὶ, καὶ βάλλοντες τοὺς μαργαρίτας ἔμπροσθεν τῶν
χοίρων. Οὐ μόνον δὲ, ἀλλὰ καὶ τὰς ἀκοὰς αὐτῶν ἑστιῶμεν ταῖς κατ᾿ ἀλλήλων
ὕβρεσι· καὶ οὐδ᾿ ἐκεῖνο δυνάμεθα συνορᾷν, ὅτι οὐκ ἀσφαλὲς ὅπλον ἐχθρῷ
πιστεύειν, οὐδὲ μισοῦντι Χριστιανοὺς κατὰ Χριστιανοῦ λόγον. Ὃ γὰρ σήμερον
ὠνειδίσαμεν, αὔριον ὠνειδίσθημεν· καὶ σαίνει τὸ λεγόμενον ὁ ἐχθρὸς, οὐχ ὅτι
ἐπαινεῖ, ἀλλ᾿ ὅτι θησαυρίζει πικρῶς, ἵν᾿ ἐν καιρῷ τὸν ἰὸν ἐμέσῃ κατὰ τοῦ
πιστεύσαντος.
7. Τί ταῦτα
πάσχομεν, ὦ οὗτοι, καὶ μέχρι τίνος; Πότε δὲ τῆς μέθης ἐκνήψομεν, ἢ τῶν ὀφθαλμῶν
τὴν λήμην περιαιρήσομεν, καὶ πρὸς τὸ τῆς ἀληθείας φῶς ἀναβλέψομεν; Ποία
σκοτόμαινα ταῦτα; τίς νυκτομαχία; τίς ζάλη, φίλων καὶ πολεμίων ὄψιν οὐ
διακρίνουσα; Διατί γεγόναμεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ
χλευασμὸς τοῖς κύκλῳ ἡμῶν; Τίς ἡ φιλοτιμία τοῦ κακοῦ; Πόθεν οὕτως ἀθάνατα
κάμνομεν; μᾶλλον δὲ οὐδὲ κάμνομεν, ἀλλ᾿ ἐῤῥώμεθα τῷ κακῷ, μαινομένων τὸ πάθος,
καὶ ἡδόμεθα δαπανώμενοι. Καὶ οὐδαμοῦ λόγος, οὐ φίλος, οὐ σύμμαχος, οὐκ ἰατρὸς,
ἢ φαρμακεύων, ἢ ἐκτέμνων τὸ πάθος· οὐ παραστάτης ἄγγελος, οὐ Θεός· ἀλλὰ πρὸς
τοῖς ἄλλοις, καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἡμῖν αὐτοῖς ἀπεκλείσαμεν. Ἵνα τί,
Κύριε, ἀφέστηκας μακρόθεν; καὶ πῶς ἀποστρέφῃ εἰς τέλος; Καὶ πότε ἐπισκοπὴν ἡμῶν
ποιήσῃ; καὶ ποῦ προβήσεται ταῦτα καὶ στήσεται; Δέδοικα μὴ καπνὸς ᾖ τοῦ
προσδοκωμένου πυρὸς τὰ παρόντα, μὴ τούτοις ὁ Ἀντίχριστος ἐπιστῇ, καὶ καιρὸν
λάβῃ τῆς ἑαυτοῦ δυναστείας τὰ ἡμέτερα πταίσματά τε καὶ ἀῤῥωστήματα. Οὐ γὰρ
ὑγιαίνουσι προσβαλεῖ τυχὸν, οὐδὲ τῇ ἀγάπῃ πεπυκνωμένοις· ἀλλὰ δεῖ μερισθῆναι
τὴν βασιλείαν ἐφ᾿ ἑαυτὴν, εἶτα πειρασθῆναι καὶ δεθῆναι τὸν ἰσχυρὸν ἐν ἡμῖν
λογισμὸν, εἶτα τὰ σκεύη διαρπαγῆναι, καὶ ταῦτα παθεῖν ἡμᾶς, ἃ νῦν ὁρῶμεν τὸν
ἐχθρὸν παρὰ Χριστοῦ πάσχοντα.
8. Διὰ ταῦτα
ἐγὼ κλαίω, φησὶν Ἱερεμίας ἐν Θρήνοις, καὶ ζητῶ τοῖς ὀφθαλμοῖς μου πηγὰς δακρύων
ἀρκούσας τῷ πάθει, καὶ καλῶ τὰς σοφὰς, ἵνα τὸν θρῆνον ἐργάσωνται, ἢ
συνεργάσωνται· καὶ τὴν κοιλίαν ἀλγῶ, καὶ μαιμάσσω τὰ αἰσθητήρια, καὶ οὐκ ἔχω,
πῶς κουφίσω τὸ ἀλγοῦν, καὶ τίσι τοῖς ῥήμασι. Διὰ ταῦτα σιωπᾶται τὰ παλαιὰ, καὶ
κωμῳδεῖται τὰ νέα (κωμῳδία γὰρ τοῖς ἐχθροῖς ἡ ἐμὴ τραγῳδί)α· διὰ τοῦτο τῶν
Ἐκκλησιῶν ὑφείλομεν οὐκ ὀλίγον, καὶ τῇ σκηνῇ προσεθήκαμεν· καὶ ταῦτα ἐν τοιαύτῃ
πόλει, ἣ σπουδάζει τὸ τὰ θεῖα παίζειν, ὥσπερ τι ἕτερον, καὶ θᾶττον ἄν τι τῶν
ἐπαινουμένων γελάσειεν, ἢ παρίδοι τι τῶν γελοίων ἀγέλαστον. Ὥστε θαυμάσαιμι ἂν,
εἰ μὴ κἀμὲ γελάσαι σήμερον τὸν ταῦτα λέγοντα, τὸν εὐσεβείας ἔπηλυν κήρυκα, καὶ
μὴ πάντα γελᾷν, ἀλλ᾿ ἔστιν ἃ καὶ σπουδάζειν διδάσκοντα. Καὶ τί γελᾷν λέγω;
Θαυμαστὸν, εἰ μὴ καὶ δίκας ἀπαιτηθείην, εὐεργετεῖν βουλόμενος. Τοιαῦτα γὰρ τὰ
ἡμέτερα, ὡς ἐμέ γε οὐ λυποῦσιν, οὔτ᾿ Ἐκκλησίαι κατεχόμεναι, ὃ τάχα ἄν τις πάθοι
τῶν μικροπρεπῶν τὴν διάνοιαν, οὔτε χρυσὸς ἄλλοις ῥέων, οὔτε γλῶσσαι πονηραὶ, τὸ
ἑαυτῶν ποιοῦσαι, λέγουσαι κακῶς, ἐπειδὴ καλῶς οὐκ ἔμαθον.
9. Οὐ γὰρ
δέος, μήποτε τόπῳ περιγράφηται τὸ Θεῖον, ἢ ὤνιον γένηται, ἵν᾿ ὅλον ᾖ τῶν
εὐπορωτέρων. Ἐμέ τε οὐκ ἀμείψουσιν οἱ εὐφημοῦντες, ἢ δυσφημοῦντες (ὥσπερ οἱ
βορβόρῳ μύρον ἀναμιγνύντες, ἢ μύρῳ βόρβορον, καὶ τὰς ποιότητας τῇ ἐπιμιξίᾳ
συγχέοντε)ς, ἵνα δυσχεράνω τὰς βλασφημίας ὡς μεθιστάμενος. Ἦ πολλὰ ἂν κατέβαλον
χρήματα τοῖς ἐπαινέταις, εἴ με βελτίω τοῖς ἐπαίνοις εἰργάζοντο. Νῦν δὲ οὐχ οὕτω
τοῦτο ἔχει, πόθεν; ἀλλ᾿ ὅπερ εἰμὶ, τοῦτο μένω, καὶ δυσφημούμενος, καὶ
θαυμαζόμενος. Βροτὸς δ᾿ ἄλλως νήχεται λόγοις, φησὶν Ἰώβ· καὶ ὅσα πέτραν
περιῤῥέων ἀφρὸς, ἢ πίτυν αὖραι, ἤ τινα τῶν δασέων καὶ ὑψηλῶν· τοσαῦτα αἱ
γλῶσσαί με περιῤῥέουσι, καὶ ἅμα φιλοσοφῶ τι τοιοῦτο πρὸς ἐμαυτόν· ὡς Εἰ μὲν
ψευδὴς ὁ κατηγορῶν, οὐκ ἐμοῦ μᾶλλον ὁ λόγος, ἢ ἐκείνου τὸ λεγόμενον ἅπτεται,
κἂν ἐμὲ ὀνόματι βλασφημῇ· εἰ δ᾿ ἀληθὴς, ἐμαυτὸν μᾶλλον ἢ τὸν λέγοντα αἰτιάσομαι
(παρ᾿ ἐμοῦ γὰρ ἐκείνῳ τὸ λέγειν, οὐκ ἐμοὶ τὸ εἶναι τοιούτῳ παρὰ τοῦ λέγοντο)ς·
καὶ παραδραμὼν τὰς φωνὰς, ὡς οὐδὲν οὔσας, ἐμαυτοῦ γενήσομαι, τοῦτο μόνον αὐτῶν
κερδαίνων τῆς μοχθηρίας, τὸ βιοῦν ἀσφαλέστερον. Τρίτον δ᾿, ὃ καὶ μέγιστον ἔχει
τι καὶ μεγαλοπρεπὲς, ἡ λοιδορία, ὅτι μετὰ Θεοῦ βλασφημούμεθα· οἱ γὰρ αὐτοὶ
θεότητά τε ἀθετοῦσι, καὶ τὸν θεολόγον ὑβρίζουσιν. Οὐκοῦν τούτων οὐδὲν δεινὸν,
κἂν οἱ πολλοὶ νομίζωσιν· ἀλλ᾿ ὅτι μηδεὶς ἔτι πιστεύεται πιστὸς εἶναι, μηδὲ τὴν
ἀρετὴν ἄτεχνος καὶ σκηνῆς ἐλεύθερος, μηδ᾿ ἂν σφόδρα ᾖ τὴν ψυχὴν ἐῤῥωμένος, καὶ
γνήσιος εἰς εὐσέβειαν· ἀλλ᾿ ὁ μὲν καὶ φανερῶς κακὸς, ὁ δὲ πλάσμα καὶ χρῶμα ἔχει
τὴν ἐπιείκειαν, ἵνα κλέπτῃ τῷ φαινομένῳ.
(Ἡ μετάφραση ἀπό: "Πατερικαὶ Ἐκδόσεις "Γρηγόριος ὁ Παλαμᾶς", Γρηγορίου Θεολόγου, Ἔργα 1, σελ. 335-347)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.