Τετάρτη 31 Μαΐου 2017

Ο Βαρθολομαίος ξεπέρασε κι αυτή την απλή ...αποδοκιμασία του Κυρίου!!!

 Από την (αιρετική) Ευαγγελική Εκκλησία της Γερμανίας

τιμήθηκε ο (αιρετικός) Οικουμενικός Πατριάρχης

Βαρθολομαίος

    ν ὁ Κύριος ἔλεγξε σφοδρῶς καὶ ἐπετίμησεν αὐτοὺς ποὺ προτιμοῦν τὴν δόξαν τῶν ἀνθρώπων, εἰπών· «πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε;» (Ἰωάνν. 5,44), ποιά ἀπολογία θὰ ἔχουν αὐτοὶ ποὺ λαμβάνουν δόξαν παρὰ αἱρετικῶν;
    
    Ἱερὸς Χρυσόστομος:  «Ὅταν γὰρ διὰ δόξαν πίστιν ἀμείβωσιν ὀρθήν, καὶ ἵνα αὐτοὶ δοξάζωνται, τὸν Θεὸν ἀτιμάζωσι, τίνα ὑπερβολὴν οὐκ ἂν ἔχοι βλακείας καὶ μανίας τὸ γινόμενον; Ὄψιν γὰρ ἔχει μόνην λαμπράν, τὰ δὲ ἔνδον αὐτῆς οὐκ ἔτι κενὰ μόνον, ἀλλὰ καὶ ἀτιμίας ἀνάμεστα, καὶ ὠμῆς γέμει τῆς τυραννίδος»! (Τὸ εὐρύτερο κείμενο τοὺ ἱ. Χρυσοστόμου στὸ τέλος).


IMG_6674.jpg
    Οικουμενικό Πατριαρχείο: Την Δευτέρα 29 Μαΐου 2017 τελέστηκε Εσπερινός στον Ευαγγελικό Ναό Stiftskirche Στουτγκάρδης, χοροστατούντος του Οικουμενικού Πατριάρχου κ. Βαρθολομαίου. Τον Πατριάρχη προσφώνησαν: ο Προκαθήμενος της Ευαγγελικής Εκκλησίας της Γερμανίας Δρ Heinrich Bedford-Strohm και ο Ευαγγελικός Επίσκοπος Βυρτεμβέργης κ. Frank Otfried July. 
                     Αντιφώνησε καταλλήλως ο Πατριάρχης. 
  Την Τρίτη, 30 Μαΐου, έλαβε χώρα η Τελετή αναγορεύσεως της Α. Θ. Παναγιότητος σε Επίτιμο Διδάκτορα από την Ευαγγελική Θεολογική Σχολή του Πανεπιστημίου Τυβίγγης.

IMG_6676.jpg
IMG_6677.jpg
IMG_6689.jpg
IMG_6690.jpg
Πηγή

Ἱεροῦ Χρυσοστόμου:

Ἀπὸ τὸ "Ὑπόμνημα εἰς τὸν Ἅγιον Ἰωάννην τὸν Εὐαγγελιστήν"

   εʹ. Ἀλλὰ γὰρ δεινὸνκενοδοξία καὶ πρὸς τὰ λίαν φανερὰ ἀποτυφλῶσαι τὴν διάνοιαν τῶν ὑπ' αὐτῆς ἁλισκομένων, καὶ τοῖς ὡμολογημένοις πεῖσαι φιλονεικεῖν· ἑτέρους δὲ καὶ σφόδρα εἰδότας τἀληθὲς καὶ πεπεισμένους, εἰς ὑπόκρισιν καὶ ἀντίστασιν ἀλείφει. Ταῦτα καὶ ἐπὶ τῶν Ἰουδαίων ἐγίνετο. Οὐ γὰρ δι' ἄγνοιαν ἠρνοῦντο τὸν τοῦ Θεοῦ Υἱόν, ἀλλ'  ἵνα τῆς παρὰ τῶν πολλῶν τύχωσι τιμῆς. Καὶ γάρ, Ἐπίστευον εἰς αὐτόν, φησίν, ἀλλ' ἐφοβοῦντο ἵνα μὴ ἀποσυνάγωγοι γένωνται, καὶ τὴν αὑτῶν προέτειναν σωτηρίαν ἑτέροις. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν οὕτω σφοδρῶς τῇ παρούσῃ δουλεύοντα δόξῃ, τῆς παρὰ τοῦ Θεοῦ τυχεῖν. Διὸ καὶ ἐπετίμησεν αὐτοῖς, εἰπών· Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, καὶ τὴν παρὰ τοῦ Θεοῦ μὴ ζητοῦντες; Μέθη γάρ τίς ἐστι βαθεῖα· καὶ διὸ δυσανάγωγον τὸν χειρωθέντα ποιεῖ τοῦτο τὸ πάθος. Αὕτη τῶν ἁλόντων τὴν ψυχὴν ἀποσχίσασα τῶν οὐρανῶν, τῇ γῇ προσηλοῖ, καὶ πρὸς τὸ φῶς ἀναβλέψαι τὸ ἀληθινὸν οὐκ ἀφίησιν, ἀλλ' ἐν τῷ βορβόρῳ διαπαντὸς καλινδεῖσθαι πείθει, κατασκευάζουσα δεσπότας αὐτοῖς οὕτω δυνατούς, ὡς χωρὶς ἐπιταγμάτων αὐτῶν κρατεῖν. Ὁ γὰρ τοῦτο νοσῶν τὸ νόσημα, καὶ μηδενὸς κελεύοντος, αὐτομάτως ποιεῖ πάντα, ὅσαπερ ἂν οἴηται τέρπειν αὐτοῦ τοὺς κυρίους. Καὶ γὰρ ἱμάτια καλὰ περιτίθεται δι' ἐκείνους, καὶ καλλωπίζει τὴν ὄψιν, οὐχ ἑαυτῷ τοῦτο, ἀλλ' ἑτέροις ἐπιτηδεύων, καὶ ἀκολούθους περιάγει κατὰ τὴν ἀγοράν, ἵνα θαυμάζηται παρ' ἑτέρων· καὶ πάντα ἃ ποιεῖ τῆς τῶν ἄλλων ἕνεκεν ἀρεσκείας ὑπομένει μόνης. Ἆρα γένοιτ' ἄν τι τούτου χαλεπώτερον πάθος; Ἵνα ἕτεροι θαυμάσωσιν αὐτόν, κατακρημνίζεται συνεχῶς. Ἱκανὰ μὲν οὖν καὶ τὰ εἰρημένα παρὰ τοῦ Χριστοῦ, δεῖξαι πᾶσαν αὐτοῦ τὴν τυραννίδα· πλὴν καὶ ἐντεῦθεν ἔστιν αὐτὴν συνιδεῖν. Εἰ γὰρ ἐθελήσεις ἐρωτῆσαί τινα τῶν πολιτευομένων καὶ τὰ πολυτελῆ δαπανώντων δαπανήματα, τίνος ἕνεκεν τοσοῦτον κενοῦσι χρυσίον, καὶ τί βούλεται αὐτοῖς ἡ τοσαύτη δαπάνη, οὐδὲν ἕτερον ἀκούσῃ παρ' αὐτῶν, ἀλλ' ἢ τοῦ δήμου τὴν ἀρέσκειαν. Εἰ δὲ πάλιν ἔροιο τί δήποτε ὁ δῆμός ἐστιν, ἐροῦσι, Πρᾶγμα θορύβου γέμον καὶ ταραχῶδες, καὶ ἐξ ἀνοίας τὸ πλέον συγκείμενον, ἁπλῶς φερόμενον, κατὰ τὰ τῆς θαλάττης κύματα, πολλάκις καὶ ἐκ ποικίλου καὶ μαχομένης συνιστάμενον γνώμης.
Ὅταν οὖν τις τοιοῦτον ἔχῃ δεσπότην, τίνος ἐλεεινότερος οὐκ ἂν εἴη; Ἀλλὰ τὸ μὲν ἀνθρώπους βιωτικοὺς περὶ ταῦτα ἐπτοῆσθαι, οὐχ οὕτω δεινόν· καίπερ ὂν δεινόν· τὸ δὲ τοὺς τοῦ κόσμου λέγοντας ἀποπεπηδηκέναι τὰ αὐτὰ νοσεῖν, μᾶλλον δὲ χαλεπώτερα, τοῦτο μάλιστά ἐστι τὸ δεινόν. Ἐκείνοις μὲν γὰρ μέχρι χρημάτων ἡ ζημία· ἐνταῦθα δὲ μέχρι ψυχῆς ὁ κίνδυνος. Ὅταν γὰρ διὰ δόξαν πίστιν ἀμείβωσιν ὀρθήν, καὶ ἵνα αὐτοὶ δοξάζωνται, τὸν Θεὸν ἀτιμάζωσι, τίνα ὑπερβολὴν οὐκ ἂν ἔχοι βλακείας καὶ μανίας τὸ γινόμενον; εἰπέ μοι. Τὰ μὲν οὖν ἄλλα πάθη, κἂν πολλὴν τὴν βλάβην ἔχῃ, φέρει γοῦν τινα καὶ ἡδονήν, εἰ καὶ πρόσκαιρον καὶ βραχεῖαν. Καὶ γὰρ ὁ φιλοχρήματος, καὶ ὁ φίλοινος, καὶ ὁ φιλογύνης, ἔχουσί τινα μετὰ τῆς βλάβης καὶ ἡδονήν, εἰ καὶ βραχεῖαν· οἱ δὲ τοῦ πάθους αἰχμάλωτοι τούτου, διαπαντὸς κατάπικρον ζῶσι βίον καὶ ἡδονῆς ἀπεστερημένον. Οὐ γὰρ ἐπιτυγχάνουσιν οὗ σφόδρα ἐρῶσι, δόξης λέγω τῆς παρὰ τῶν πολλῶν· ἀλλὰ δοκοῦσι μὲν ἀπολαύειν αὐτῆς, οὐκ ἀπολαύουσι δέ, διὰ τὸ μηδὲν εἶναι δόξαν τὸ πρᾶγμα. Διὰ τοῦτο οὐδὲ δόξα, ἀλλὰ κενὸν δόξης πρᾶγμα εἴρηται τὸ πάθος· κενοδοξίαν δὲ αὐτὸ καὶ οἱ παλαιοὶ πάντες εἰκότως ἐκάλεσαν. Διάκενος γάρ ἐστιν, ἔνδον οὐδὲν ἔχουσα λαμπρὸν καὶ ἐπίδοξον. Ἀλλ' ὥσπερ τὰ προσωπεῖα δοκεῖ μὲν εἶναι λαμπρὰ καὶ ἐπέραστα, κενὰ δὲ ἔνδον ἐστί· διὸ καὶ τῶν σωματικῶν ὄψεων εὐπρεπέστερα ὄντα, οὐδένα οὐδέποτε πρὸς τὸν ἔρωτα εἷλε τὸν αὐτῶν· οὕτω, μᾶλλον δὲ ἀθλιώτερον, καὶ ἡ παρὰ τῶν πολλῶν δόξα, τὸ δυσκαταγώνιστον τοῦτο καὶ τυραννικὸν πάθος ἡμῖν ἐσχημάτισεν. Ὄψιν γὰρ ἔχει μόνην λαμπράν, τὰ δὲ ἔνδον αὐτῆς οὐκ ἔτι κενὰ μόνον, ἀλλὰ καὶ ἀτιμίας ἀνάμεστα, καὶ ὠμῆς γέμει τῆς τυραννίδος. Πόθεν οὖν τίκτεται τοῦτο τὸ πάθος, οὕτως ἄλογον ὄν, καὶ ἡδονὴν οὐκ ἔχον, φησί; Πόθεν; Οὐχ ἑτέρωθεν, ἀλλ' ἢ ἀπὸ ψυχῆς ταπεινῆς καὶ εὐτελοῦς. Οὐ γὰρ ἔστι τὸν ὑπὸ δόξης ἁλόντα, μέγα τι καὶ νεανικὸν ἐννοῆσαι ταχέως· ἀλλ' αἰσχρὸν αὐτὸν εἶναι δεῖ, καὶ εὐτελῆ, καὶ ἄτιμον, καὶ μικρόν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.