Σήμερα Κυριακή, μαζί μὲ ἄλλους Ἁγίους, ἑορτάζει καὶ ὁ ἅγιος
Θεόδωρος ὁ Στουδίτης, προστάτης τοῦ συλλόγου μας, ποὺ ἑδρεύει σὲ Λάρισα καὶ Βόλο.
Ἐπιλέξαμε νὰ παρουσιάσουμε τὰ τροπάρια ποὺ ψάλλονται στὸν Ἑσπερινὸ καὶ τὸν Ὄρθρο, προτάσσοντες τοὺς θαυμάσιους ἐγκωμιαστικοὺς χαρακτηρισμοὺς ποὺ ἀποδίδονται
στὸν ἅγιο Θεόδωρο, γιὰ τὴν ὅλη ἀσκητικὴ καὶ ὁμολογιακὴ βιοτή του. Ὡς γνωστὸν
ὁ Ὅσιος ἔχει χαρακτηρισθεῖ ὁ περισσότερος
ἐπίκαιρος Ἅγιος, ἀφοῦ αὐτὸς –ἀκολουθώντας τοὺς πρὸ αὐτοῦ Ἁγίους– ἀντιστάθηκε
στὶς αἱρέσεις
τῆς ἐποχῆς του μὲ κάθε τρόπο καὶ μᾶς ἔδειξε τὸ δρόμο ποὺ κι ἐμεῖς πρέπει νὰ ἀκολουθήσουμε:
τὴν
ἀπομάκρυνση ἀπὸ τοὺς αἱρετικούς, οἱ ὁποῖοι εἶναι ἐχθροὶ τοῦ Θεοῦ,
σύμφωνα μὲ τὸν ἱ. Χρυσόστομο, ποὺ κατὰ πόδας ἀκολούθησε ὁ ἅγιος Θεόδωρος,
γράφοντας κάπου: «Ἐχθροὺς γὰρ Θεοῦ ὁ Χρυσόστομος οὐ μόνον τοὺς αἱρετικούς, ἀλλὰ καὶ
τοὺς τοιούτοις κοινωνοῦντας μεγάλη τῇ φωνῇ ἀπεφήνατο»!
Ἂν πραγματικὰ τιμοῦμε τὴν μνήμη του καὶ
θέλουμε νὰ εὐαρεστήσουμε στὸ Θεό, δὲν πρέπει νὰ ἀκολουθοῦμε αὐτοὺς πού, τέμοντας
δικοὺς μας ἀτραπούς, μᾶς ἀπομακρύνουν
ὄχι ἀπὸ τοὺς αἱρετικούς, ἀλλὰ ἀπὸ τὴν «βασιλικὴ»
ὁδὸ ποὺ μᾶς ὑπέδειξαν οἱ Ἅγιοι. Ἐμεῖς, λιπόν, «βαδίζοντες»
–κατὰ τὸν Μ. Ἀθανάσιο– «τήν ἀπλανῆ καί ζωηφόρον ὁδόν, ὀφθαλμόν μέν ἐκκόψωμεν σκανδαλίζοντα
μή τόν αἰσθητόν, ἀλλά τόν νοητόν· οἷον ἐάν ὁ ἐπίσκοπος ἤ ὁ πρεσβύτερος, οἱ ὄντες
ὀφθαλμοί τῆς Ἐκκλησίας κακῶς ἀναστρέφονται καί σκανδαλίζουσι
τόν λαόν, χρή αὐτούς ἐκβάλλεσθαι. Συμφέρον γάρ ἄνευ αὐτῶν
συναθροίζεσθαι εἰς εὐκτήριον οἶκον, ἤ μετ’
αὐτῶν ἐμβληθῆναι ὡς μετά Ἄννα καί Καϊάφα, εἰς τήν γέενναν τοῦ πυρός» (Μ. Ἀθανασίου).
Χαρακτηρίζεται, λοιπόν, ὁ Ὅσιος Θεόδωρος
ὁ Στουδίτης:
Ὁδηγὸς Ὀρθοδοξίας, διδάσκαλος εὐσεβείας καὶ
σεμνότητος, θεόπνευστον ἐγκαλλώπισμα τῶν Μοναζόντων,
λύρα τοῦ Πνεύματος, Μακάριος, φωστὴρ τῆς Ἐκκλησίας, αἴτιος σωτηρίας τῶν μοναζόντων,
Πατὴρ Πατέρων, στῦλος καὶ ἑδραίωμα τῆς ὀρθοδόξου πίστεως, ὁλολαμπὴς στῦλος,
μύστης τῶν ἀρρήτων, πάνσοφος, ἀληθείας συνήγορος, θεοειδὴς διδάσκαλος κ.λπ.
Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Μηνᾶ, Βίκτωρος
καὶ Βικεντίου, καὶ τῆς Ἁγίας
Μάρτυρος Στεφανίδος, Μνήμη τοῦ
Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοδώρου
τοῦ Στουδίτου.
Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος πλ. δ'
Ὀρθοδοξίας ὁδηγέ,
εὐσεβείας Διδάσκαλε καὶ σεμνότητος,
τῆς Ἐκκλησίας ὁ φωστήρ,
τῶν Μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα,
Θεόδωρε σοφέ,
ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος.
Πρέσβευε Χριστῷ τῶ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Πάτερ ἀληθῶς
φερώνυμε, τὰς ὑπὲρ νοῦν δωρεάς, οὐρανόθεν δεξάμενος, εὐσεβῶς μετέδωκας, τοῖς
ποθοῦσι Θεόδωρε, καὶ πλεονάσας μάκαρ
τὸ τάλαντον, εὐλογημένης φωνῆς ἀκήκοας, ἔνδον
καλούσης σε, τοῦ νυμφῶνος, ἔνθα νῦν, περιπολεῖς, θρόνῳ τοῦ Παντάνακτος, ἐμφανιζόμενος.Πάτερ Πατέρων Θεόδωρε, σὺ Μοναζόντων πληθύν, τῷ Χριστῷ προσενήνοχας, σωτηρίας αἴτιος, γεγονὼς χριστομίμητος, διδασκαλίαις ἀγλαϊζόμενος, καὶ προστασίαις ψυχῶν κοσμούμενος, στόμα δεικνύμενος, τοῦ Κυρίου πάνσοφε, προφητικῶς, ᾧ νῦν παριστάμενος, ἡμῶν μνημόνευε.
Χάρις
δαψιλὴς τοῦ Πνεύματος, ἱερομύστα σαφῶς, ἐξεχύθη σοῖς χείλεσι, καὶ πηγὴν ἀνέβλυσε,
διδαγμάτων Θεόδωρε, τῆς εὐσεβείας δείξασα πρόμαχον, τῆς ἀληθείας σφοδρὸν συνήγορον,
στῦλον ἑδραίωμα, ὀρθοδόξου πίστεως, μοναδικοῦ, βίου ἀκριβέστατον, κανόνα πάνσοφε.
Ταῖς
φωτοβόλοις ἀστραπαῖς τοῦ Πνεύματος, καταλαμπόμενος, ὁλολαμπὴς στῦλος, Πάτερ ἐχρημάτισας,
καθοδηγῶν Θεσπέσιε, πρὸς τὴν γῆν θεοφρόνως, ἐπαγγελίας τούς σπεύδοντας, μύστα τῶν
ἀρρήτων Θεόδωρε.
Ὁλοσχερῶς ταῖς ἀνενδότοις νεύσεσι, πρὸς τὸν Θεὸν ἐκδημῶν, πρὸ τελευτῆς ὤφθης, ζωηφόρον νέκρωσιν, ἐνδεδυμένος Ὅσιε, καὶ ζωὴν τὴν ἀγήρω, νῦν ἐπαξίως ἀπείληφας, Πάτερ θεοφόρε Θεόδωρε.
Νενικηκὼς τὰ τῶν παθῶν σκιρτήματα, τὰς τῶν τυράννων ὁρμάς, νεανικῶς Μάκαρ, πάσας ἐξεφαύλισας, πεπαρρησιασμένῃ ψυχῇ, τοῦ Χριστοῦ τὴν εἰκόνα, τιμᾶν διδάσκων Θεόδωρε, καὶ τὰ τῶν Ἁγίων μορφώματα.
Κεκαθαρμένῃ διανοίᾳ πάνσοφε, ταῖς θεοπνεύστοις Γραφαῖς, προσομιλῶν πλοῦτον, ἀρετῶν συνήθροισας, καὶ εὐσεβείας δόγματα, θεωρίαν πλουτήσας, καὶ βίου μάκαρ λαμπρότητα, λάμψας ἀμφοτέρωθεν Ὅσιε.

Θεῖα δόγματα
καταπλουτήσας, πίστιν ἔσωσας Ὀρθοδοξίας, προκινδυνεύσας ὑπὲρ ταύτης Θεόδωρε, ἐν
ἐξορίαις ἀθλήσας καὶ μάστιξιν, ἐν φυλακαῖς καρτερήσας τὴν κάκωσιν· Πάτερ Ὅσιε,
Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δῶρον
Θεοῦ, δέδοσαι κόσμῳ φερώνυμε, ταῖς πλουσίαις, χάρισι λαμπόμενος, ὡς τὴν πηγήν, ἔχων
ἀληθῶς, τῶν ἀπαυγασμάτων, τῶν τῇ δε μάκαρ Θεόδωρε· ἐντεῦθεν Διδασκάλων, Ἀσκητῶν
καὶ Μαρτύρων, συγχορεύειν τοῖς δήμοις ἠξίωσαι.
Ὢ τῆς στερρᾶς, καὶ καρτερᾶς σου ἐντάσεως! ᾗ τυράννων, θράσος κατεπάτησας, δι' ἦς σαφῶς, σὺ τὴν ὑπὲρ νοῦν, τῆς ἀγαθαρχίας ἐσχάτην μακαριότητα, κατέλαβες θεόφρον, ἀσωμάτοις συμψάλλων, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Ῥῆμα Θεοῦ, σοὶ ἐνοικῆσαν φανότατα, τῶν δογμάτων, πάνσοφε Θεόδωρε, τοὺς ποταμοὺς βρύει δαψιλῶς, οἷς νῦν ἐντρυφῶντες, οἱ φοιτηταί σου θεόπνευστε, βοῶμεν εὐχαρίστως, ἐν φωναῖς ἀσιγήτοις, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Νοῦν ψυχήν
τε καὶ σῶμα, λόγῳ καθηράμενος, ναὸς πανέντιμος, τοῦ Θεοῦ τῶν ὅλων, ἐχρημάτισας
Πάτερ Θεόδωρε, εὐωδίας θῦμα, ὅλον σαυτὸν Χριστῷ προσφέρων, ἱερεύς καὶ θυσία γενόμενος.
Ἐλλαμπόμενος μάκαρ, αἴγλῃ τῇ τοῦ Πνεύματος, πᾶσιν ἀπήστραψας, θεολόγῳ γλώσσῃ, τῆς Τριάδος τὸ φέγγος τὸ ἄχραντον, τῆς σαρκώσεώς τε, τῆς ὑπὲρ νοῦν τοῦ Θεοῦ Λόγου, τὸ ἀπόρρητον Πάτερ μυστήριον.
Νοερῶς τοῖς Ἀγγέλοις, νῦν συναυλιζόμενος, Χριστὸν δυσώπησον, τῶν παθῶν ῥυσθῆναι, καὶ κινδύνων τοὺς σὲ μακαρίζοντας, καὶ τὴν σὴν τιμῶντας, πανευκλεῆ καὶ θείαν μνήμην, παμμακάριστε μάκαρ Θεόδωρε.

Σωφρόνως
σου τὴν ζωήν, Θεόδωρε μάκαρ ἤνυσας, δικαιοσύνῃ σαφῶς, ἀνδρείᾳ φρονήσει τε,
τερπνότατον ὄχημα, ἀρετῶν ἡρμόσω, σεαυτῷ θεόφρον, Ὅσιε.
Μυρίζουσιν εὐπρεπῶς, δογμάτων οἱ θεῖοι λόγοι σου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, αἱρέσεων ἅπαντας, ἀνάγουσι Πάνσοφε, τῆς ὀρθοδοξίας, πρὸς μετάρσιον ἀκρότητα.
Ἀνέτειλέ σοι τὸ φῶς, καὶ τούτου Πάτερ ἡ σύζυγος, νῦν εὐφροσύνη σαφῶς· ὡς φοίνιξ γὰρ ἤνθησας, Παμμάκαρ Θεόδωρε, καὶ καθάπερ κέδρος, ἐπληθύνθης ἀξιάγαστε.

Ἰδὼν ὁ
προγνώστης σου, τῆς διανοίας τὴν καθαρότητα, λογικῶν σε προβάτων, καθηγεμόνα Πάτερ
προβάλλεται, ᾧ νῦν παμμάκαρ, κραυγάζεις Θεόδωρε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων
ἡμῶν.
Τὸ θεῖον εἰκόνισμα, μορφῆς τρισμάκαρ τῆς ἀνθρωπίνης Χριστοῦ, προσκυνῶν διετέλεις, τοῖς θεομάχοις ἀντιταττόμενος, μέχρι θανάτου, καὶ ψάλλων Θεόδωρε· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὁ λόγος σου ἅλατι, διηρτυμένος ὤφθη Θεόδωρε, καὶ ὁ βίος σου Πάτερ, λελαμπρυσμένος αἴγλῃ τοῦ Πνεύματος, ᾧ νῦν ἀστράπτων, βοᾷς ἀγαλλόμενος· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Σεσοβημένους
ἔδειξας, θεοφόρε Θεόδωρε, τοὺς ἐφευρετὰς τῶν δυσσεβῶν αἱρέσεων, διδάσκων τὴν ἄχραντον,
τιμητικῶς εἰκόνα Χριστοῦ, σέβειν προσκυνεῖν τε, καὶ τιμᾶν θεοφρόνως, καὶ μέλπειν
τῷ Δεσπότῃ, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.
Διὰ παντὸς τοῦ βίου σου, θεοφόρε Θεόδωρε, τῆς ὀρθοδοξίας, ὁδηγὸς γεγένησαι, φωστὴρ φαεινότατος, θεοειδὴς διδάσκαλος, τύπος Μοναστῶν, καὶ ἀκριβὴς νομογράφος, διδάσκων ἀναμέλπειν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἐπὶ τῆς γῆς ἠγώνισαι, εὐσεβείας διδάσκαλος, καὶ τῆς ἀληθείας, ἀψευδὴς συνήγορος, Παμμάκαρ γενόμενος, ἐν οὐρανοῖς δὲ δῶρον Θεοῦ, τῆς δικαιοσύνης ἀνεδήσω στεφάνους, τὸν δρόμον ἐκτελέσας, καὶ τὴν πίστιν τηρήσας, Χριστὸν δοξολογήσας, εἰς πάντας τοὺς αἰῶνας.
Γνώσει τὸν νοῦν ἐλάμπρυνας, σωφροσύνῃ τὴν ἔφεσιν, καὶ τὸ θυμικὸν δὲ τῇ ἀνδρείᾳ ἔζωσας, ἰθύνας Θεόδωρε, δικαιοσύνῃ πάνσοφε, ἱεροπρεπῶς τὰς ψυχικάς σου δυνάμεις, συμφώνως ἀναμέλπων· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ῥοαῖς
σου τῶν δακρύων ὡς Ἀσκητής, καὶ πηγαῖς τῶν αἱμάτων ὡς Μάρτυς Χριστοῦ, ἐκλαμπρυνθείς,
λάμπεις ἑκατέρωθεν τηλαυγῶς, δικαιοσύνην Ὅσιε, περιβεβλημένος ὡς ἱερεύς, τῶν θείων
ἀνακτόρων, χορεύων ἐνδοτάτῳ, περὶ Θεὸν Πάτερ Θεόδωρε.
Ἁγίως σου τὸν δρόμον διαδραμών, ἐν Ἁγίων ἁγίοις σκηνώμασι, νῦν κατοικεῖς, στέφος ἀφθαρσίας ἀπειληφώς, καὶ βασιλείας ἔνδυμα, μεγαλοπρεπές τε καὶ ἱερόν, ἐν οἷς ἠγλαϊσμένος, Θεόδωρε παρέστης, τῷ σῷ Δεσπότῃ ἀγαλλόμενος.
Ἰδεῖν κατηξιώθης τῶν ἀγαθῶν, τὴν πηγὴν θεοφόρε Θεόδωρε, ὡς μετελθών, βίον ἐνθεώτατον ἀληθῶς, καὶ τῆς τοῦ κόσμου σχέσεως, διὰ πολιτείας εἰλικρινοῦς, τόν νοῦν ἐλευθερώσας, καὶ Μάρτυς στεφηφόρος, γεγενημένος ὤφθης ἄριστος.
Ῥημάτων σου ὁ φθόγγος δῶρον Θεοῦ, ἐπὶ πάσας ἠκούσθη πανεύφημε, οἷα βροντή, τὰς τῆς οἰκουμένης ἐσχατιάς, ὡς ποταμοὶ δὲ βρύουσι, τῶν σῶν διδαγμάτων αἱ διδαχαί, Θεόδωρε· διὸ σε, ὡς θεῖον θεηγόρον, νῦν ἐπαξίως μακαρίζομεν.

Ὑπὲρ τῶν
θείων εἰκόνων, ὑπέμεινας πᾶσαν θλίψιν, βασάνους καὶ ἐξορίας· διὸ διπλοῦν καὶ τὸ
στέφος, ἐκ δεξιᾶς τοῦ Ὑψίστου, ἐδέξω Ὅσιε Πάτερ.
Ἀγωνιστικὸς Σύλλογος "Ἅγιος Θεόδωρος ὁ Στουδίτης"
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.