26 ΟΚΤΩΒΡΙΟΥ 2014
ΚΥΡΙΑΚΗ Ϛ’ ΛΟΥΚΑ
Τοῦ ῾Αγίου
Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου.
Ανάμνησις τοῦ
γεγονότος σεισμοῦ (740 μ.Χ. ).
Οἱ ἁμαρτίες
μας γεννοῦν σεισμούς, καταστροφές, διαφόρων εἰδῶν πληγές, πολέμους καὶ ἄλλες συμφορές, ὅπως ἀκούσαμε σήμερα
στὰ τροπάρια τοῦ Ὄρθρου, καθὼς τὴν σημερινὴ ἡμέρα ἡ Ἐκκλησία μας θυμᾶται ἕνα μεγάλο σεισμό, ποὺ ἔγινε στὴν
Κωνσταντινούπολη τὸ 740.
Παραθέτουμε
κάποια τροπάρια, μήπως καὶ συνειδητοποιήσουμε ὅτι ὁ Κύριος μακροθυμεῖ, ταῖς πρεσβείαις τῆς Παναγίας
Μητρός Του, ὅταν ὑπάρχει ἡ μετάνοια.
ΚΥΡΙΑΚΗ Ϛ’ ΛΟΥΚΑ (Ἀπὸ τὸν Ὄρθρο)
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ
ποιῶν αὐτὴν τρέμειν, ῥῦσαι ἡμᾶς, τῆς φοβερᾶς τοῦ σεισμοῦ ἀπειλῇς, Χριστὲ ὁ Θεὸς
ἡμῶν· καὶ κατάπεμψον ἡμῖν, πλούσια τὰ ἐλέη σου, πρεσβείαις τῆς Θεοτόκου μόνε
Φιλάνθρωπε.
Γεννώσας θάνατον πικρόν, καὶ σεισμοὺς βαρυτάτους, καὶ πληγὰς ἀνηκέστους, ἁμαρτίας ἀδελφοί, ἐκφύγωμεν καὶ Θεόν, μετανοίας, τρόποις ἐκμειλίξωμεν.
Τῇ θείᾳ νεύσει σου, κλονεῖς τὰ σύμπαντα, καὶ
δονεῖς τὰς καρδίας τῶν ἐπὶ γῆς, κατοικούντων Δέσποτα, τῆς οὖν δικαίας σου ὀργῆς, ἄνες Κύριε τὰ κύματα.
Καὶ σὺ καρδία σείσθητι νῦν, βλέπουσα Θεοῦ τὴν ἀπειλήν, ἐπικειμένην καὶ βόησον. Φεῖσαι τοῦ λαοῦ σου Δέσποτα Κύριε, καὶ παῦσον τὴν δικαίαν ὀργήν σου εὔσπλαγχνε.
Λαὸν καὶ πόλιν ἣν περ τῷ σῷ, αἵματι ἐκτήσω Ἰησοῦ, μὴ παραδῶς εἰς ἀπώλειαν, ἐν τῷ συνταράσσειν τὴν γῆν σεισμῷ φοβερῷ, χορὸς τῶν Ἀποστόλων καθικετεύει σε.
Νῦν βοηθείας ἦλθεν καιρός, νῦν καταλλαγῆς χρεία Ἁγνή, πρὸς τὸν Υἱόν σου καὶ Κύριον, ὅπως οἰκτειρήσῃ προσκεκρουκότας ἡμᾶς, καὶ τῆς ἐπικειμένης ὀργῆς λυτρώσηται.
Οὐκ ἔχοντες Δέσποτα, παῤῥησίαν δυσωπεῖν, οἱ ταπεινοὶ τὸ ὕψος σου, τοὺς ἐκλεκτοὺς Ἀγγέλους σου εἰς θερμήν, κινοῦμεν παράκλησιν, δι' αὐτῶν τῆς ὀργῆς σου ἐξελοῦ ἡμᾶς.
Προστάττεις σαλεύεσθαι, τὰ θεμέλια τῆς γῆς, ὅπως ἡμεῖς παυσώμεθα, οἱ ταπεινοὶ σαλεύεσθαι ἀρετῶν, τῆς κρείττονος στάσεως, καὶ τῷ φόβῳ σου Λόγε στηριζώμεθα.
Τοῦτον τὸν μέγαν, πάντες συμφώνως οἱ πιστοὶ συνελθόντες, ὡς ὁπλίτην Χριστοῦ καὶ Μάρτυρα τιμήσωμεν, ἐν ᾠδαῖς καὶ ὕμνοις ἀναβοῶντες τῷ Δεσπότῃ καὶ Κτίστῃ τῆς οἰκουμένης. Ῥῦσαι ἡμᾶς τοῦ σεισμοῦ τῆς ἀνάγκης φιλάνθρωπε, πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων τῶν Ἁγίων Μαρτύρων. εἰς σὲ γὰρ ἐλπίζομεν, τοῦ ῥυσθῆναι κινδύνων καὶ θλίψεων, ὅτι σὺ ὑπάρχεις ἡμῶν τὸ στήριγμα.
Τὸν σαρκωθέντα Κύριον, ἐξ ἁγνῶν σου αἱμάτων, Παρθενομῆτορ ἄχραντε, δυσωποῦσα μὴ παύσῃ, ὑπὲρ ἡμῶν τῶν σῶν δούλων, ὅπως εὕρωμεν χάριν, καὶ εὔκαιρον βοήθειαν, ἐν ἡμέρᾳ ἀνάγκης, γένος βροτῶν, ἀπειλῆς σεισμοῦ τε τοῦ βαρυτάτου, κινδύνων τε ἐξαίρουσα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.