Κυριακή 1 Ιανουαρίου 2017

Καθώς η «κοινωνία» με τους Οικουμενιστές «εξελίσσεται» σύμφωνα με τα σχέδιά τους!

Ὁ Μ. Βασίλειος θεωρεῖ ὅτι συνεργάζεται καὶ «κοινωνεῖ» κανεὶς μὲ κάποιον κατὰ τρεῖς τρόπους.
Πρῶτον, ὅταν συμμετέχει στὸ ἴδιο ἔργο:
«Κατὰ τὸ ἔργον, ὅταν ἀλλήλοις ἐπὶ τῷ αὐτῷ σκοπῷ συλλαμβάνωνται πρὸς τὴν ἐνέργειαν».
Δεύτερον, ὅταν κάποιος δὲν συμμετέχει μέν, ἀλλὰ ἀποδέχεται τὴν γνώμη ἐκείνου ποὺ ἐνεργεῖ κάποιο ἔργο, καὶ τότε κοινωνεῖ:
«Κατὰ δὲ γνώμην, ὅταν συγκατάθηταί τις τῇ διαθέσει τοῦ ποιοῦντος, καὶ συναρεσθῇ».
Τρίτον· ὑπάρχει, λέγει, κι ἕνας ἀκόμα τρόπος κοινωνίας, ποὺ πολλοὶ δὲν τὸν ἀντιλαμβάνονται, ἀλλὰ μᾶς τὸ ὑποδεικνύει ἡ Ἁγία Γραφή. Λογίζεται, δηλαδή, ὅτι κοινωνεῖ κανεὶς μὲ τὸ κακὸ καὶ τὴν αἵρεση, ἀκόμα καὶ στὴν περίπτωση πού, ναὶ μὲν δὲν συνεργάζεται, ναὶ μὲν δὲν συμφωνεῖ μὲ τὸν κακὸ ποὺ διαπράττεται καὶ τὴν αἵρεση ποὺ διδάσκεται ἀπὸ τὸν αἱρετικό, ἀλλ’ ὅμως, ἐνῶ γνωρίζει τὸ κακὸ ποὺ γίνεται, ἐφησυχάζει, καὶ δὲν ἐλέγχει:
«Ἑτέρα δὲ κοινωνία τοὺς πολλοὺς λανθάνουσα ἐμφαίνεται τῇ ἀκριβολογίᾳ τῆς θεοπνεύστου Γραφῆς· ὅταν μήτε συνεργασάμενος, μήτε συγκαταθέμενος τῇ διαθέσει, γνοὺς δὲ τὴν κακίαν τῆς γνώμης ἀφ' ἧς ποιεῖ, ἐφησυχάσῃ, καὶ μὴ ἐλέγξῃ».
Ἀλλὰ στὸ τέλος διακρίνει καὶ μιὰ ἄλλη περίπτωση, «μὴ κοινωνίας» ὅμως. Αὐτὴ εἶναι ἐκείνη ποὺ συμβαίνει, ὅταν κάποιος συνεργάζεται μὲν μὲ κάποιον ποὺ φαίνεται ὅτι κάνει κάτι καλό, χωρὶς νὰ γνωρίζει ὅμως ὅτι αὐτός, ὁ φαινομενικὰ καλός, δὲν ἔχει καλὴ διάθεση καὶ καλὸ σκοπό. Στὴν περίπτωση αὐτή, λοιπόν, ἡ συμμετοχὴ καὶ κοινωνία δὲν εἶναι ἀξιοκατάκριτος.
«Ὁ δὲ συνεργαζόμενος μέν τινι τὸ ἀγαθὸν ἀγαθῇ γνώμῃ, ἀγνοῶν δὲ αὐτοῦ τὴν κακίαν τῆς τε διαθέσεως καὶ τοῦ σκοποῦ, οὐκ ἐν τῷ συνεργάζεσθαι ἔγκλημα ἕξει κοινωνίας, ἀλλ' ἐν τῷ κεχωρίσθαι τῆς τοῦ ἀλλοτρίου διαθέσεως, φυλάσσειν δὲ ἑαυτὸν ἐν τῷ κανόνι τῆς πρὸς τὸν Θεὸν ἀγάπης». 
Καὶ τὸ ἐρώτημα: Ὅσοι συγκοινωνοῦν, συνεργάζονται, ἐπικοινωνοῦν ἐκκλησιαστικὰ μὲ τοὺς ἐγχώριους Οἰκουμενιστὲς Μητροπολίτες, δὲν γνωρίζουν τὶς διαθέσεις τους;                                                                             Π.Σ.

Τὸ εὐρύτερο κείμενο τοῦ Μ. Βασιλείου:

ΕΡΩΤΗΣΙΣ Θʹ.
Εἰ χρὴ συγκοινωνεῖν τοῖς παρανομοῦσιν, ἦ τοῖς ἀκάρποις ἔργοις τοῦ σκότους, κἂν μὴ ὦσι τῶν ἐμοὶ πιστευθέντων οἱ τοιοῦτοι.

ΑΠΟΚΡΙΣΙΣ.
Παράνομος μέν ἐστιν πᾶς ὁ μὴ ὁλόκληρον τὸν νόμον φυλάξας, ἢ καὶ ὁ μίαν ἐντολὴν παραβάς. Ἐν γὰρ τῇ ἐλλείψει καὶ τοῦ μικροῦ τὸ πᾶν κινδυνεύει. Τὸ γὰρ παρ' ὀλίγον γεγονὸς οὐ γέγονεν. Ὥσπερ γὰρ
ὁ παρ' ὀλίγον ἀποθανὼν οὐκ ἀπέθανεν, ἀλλὰ ζῇ, καὶ ὁ παρ' ὀλίγον ζήσας οὐ ζῇ, ἀλλὰ ἀπέθανε, καὶ ὁ παρ' ὀλίγον εἰσελθὼν οὐκ εἰσῆλθεν, ὡς αἱ πέντε παρθένοι· οὕτως ὁ παρ' ὀλίγον φυλάξας τὸν νόμον οὐκ ἐφύλαξεν, ἀλλ' ἔστι παράνομος. Διὸ καὶ ἀναγκαῖον ἐπὶ τῶν παρανομούντων, κἂν γνήσιοι εἶναι δόξωσι, πείθεσθαι τῷ Ἀποστόλῳ εἰπόντι, ποτὲ μέν, «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, ἢ μέθυσος, ἢ λοίδορος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν·» παρατηρητέον δὲ ἐνταῦθα, ὅτι οὐχὶ τὸν τὰ πάντα ὄντα ἀφώρισε καὶ αὐτῆς τῆς κοινῆς διαίτης, ἀλλὰ καὶ τὸν ἕν τι ὄντα ἐκ πάντων, ἐν τῷ μὴ εἰπεῖν, «Τούτῳ,» ἀλλά, «Τῷ τοιούτῳ·» ποτὲ δέ, «Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία· δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ (καὶ γὰρ καθολικώτερον ἐπήγαγεν) ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν»· καὶ πάλιν· «Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ' ἡμῶν»· καὶ ἀλλαχοῦ ὁμοίως Τὸ δὲ μὴ συγκοινωνεῖν τοῖς ἔργοις τοῖς ἀκάρποις...
Οὐ μόνον δέ, ἀλλὰ μήτε συγκοινωνεῖν τοῖς τοιούτοις, ὡς ὁ ἐν Χριστῷ λαλῶν Παῦλος ὁριστικῶς ἀπεφήνατο λέγων· «Μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους τούτου». Τὸ δέ, «Μᾶλλον δὲ καὶ ἐλέγχετε», ἐπενεγκών, τέως τὸν τρόπον τοῦ μὴ συγκοινωνεῖν ἐδίδαξε.
Τί δέ ἐστι τὸ συγκοινωνεῖν, ἢ καὶ κατὰ πόσους τρόπους τοῦτο γίνεται, καταμάθωμεν. Μνημονεύων οὖν ἐν μὲν ταῖς Παροιμίαις τοῦ, «Ἐλθὲ μεθ' ἡμῶν, κοινώνησον αἵματος», παρὰ δὲ τῷ Ἀποστόλῳ τοῦ, «Συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας», καί, «Συγκοινωνήσαντές μου τῇ θλίψει»· καί, «Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς»· καὶ τοῦ, «Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις»· καὶ τοῦ, «Ἐλεγμῷ ἐλέγξεις τὸν ἀδελφόν σου, καὶ οὐ λήψῃ δι' αὐτὸν ἁμαρτίαν»· καὶ τοῦ, «Ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου», καὶ τῶν τοιούτων, κοινωνίαν ἡγοῦμαι κατὰ τὸ ἔργον, ὅταν ἀλλήλοις ἐπὶ τῷ αὐτῷ σκοπῷ συλλαμβάνωνται πρὸς τὴν ἐνέργειαν· κατὰ δὲ γνώμην, ὅταν συγκατάθηταί τις τῇ διαθέσει τοῦ ποιοῦντος, καὶ συναρεσθῇ. Ἑτέρα δὲ κοινωνία τοὺς πολλοὺς λανθάνουσα ἐμφαίνεται τῇ ἀκριβολογίᾳ τῆς θεοπνεύστου Γραφῆς· ὅταν μήτε συνεργασάμενος, μήτε συγκαταθέμενος τῇ διαθέσει, γνοὺς δὲ τὴν κακίαν τῆς γνώμης ἀφ' ἧς ποιεῖ, ἐφησυχάσῃ, καὶ μὴ ἐλέγξῃ, κατά τε τὰ ἀνωτέρω γεγραμμένα, καὶ κατὰ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον τοῖς Κορινθίοις, ὅτι «Οὐκ ἐπενθήσατε ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας»· οἷς ἐπήγαγεν· «Μικρὰ ζύμη ὅλον τὸ φύραμα δολοῖ». Φοβηθῶμεν οὖν καὶ ἀνασχώμεθα αὐτοῦ λέγοντος· «Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα». Ὁ δὲ συνεργαζόμενος μέν τινι τὸ ἀγαθὸν ἀγαθῇ γνώμῃ, ἀγνοῶν δὲ αὐτοῦ τὴν κακίαν τῆς τε διαθέσεως καὶ τοῦ σκοποῦ, οὐκ ἐν τῷ συνεργάζεσθαι ἔγκλημα ἕξει κοινωνίας, ἀλλ' ἐν τῷ κεχωρίσθαι τῆς τοῦ ἀλλοτρίου διαθέσεως, φυλάσσειν δὲ ἑαυτὸν ἐν τῷ κανόνι τῆς πρὸς τὸν Θεὸν ἀγάπης, τὸν ἴδιον μισθὸν λαμβάνει κατὰ τὸν ἴδιον κόπον, ὡς ὁ ἐπὶ τῆς κλίνης, καὶ ἡ ἐν τῷ μυλῶνι ἐφανερώθη ἡμῖν παρ' αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διαφορὰ δὲ εἰς τοὺς πιστευθέντας, καὶ τοὺς μή, ἐν τῷ χρέει τῆς ἐπιμελείας ἐστίν, οὐκ ἐν τῇ κοινωνίᾳ τῶν ἁμαρτημάτων. Ἡ μὲν γὰρ ἐπιμέλεια ἐξαιρέτως μόνοις τοῖς πιστευθεῖσιν ὀφείλεται παρ' ἐμοῦ· ἡ δὲ πρὸς τὸ κακὸν καὶ τὰ ἄκαρπα ἔργα κοινωνία κατὰ πάντων ὁμοῦ ἀπηγόρευται.
(Μ. Βασιλείου, Περὶ βαπτίσματος, Λόγος δεύτερος, ἐρώτησις Θ΄).
ς ἀποτολμήσουμε τὴν αὐτοκριτική, λοιπόν, ἄλλη μιὰ φορά: Ὅσοι Ἐπίσκοποι, ἱερεῖς καὶ πιστοὶ ἀποδεχόνται, συμπροσεύχονται, ἐξομολογοῦνται, κοινωνοῦν μὲ τοὺς γνωστοὺς «πρωτοπόρους τῆς παναιρέσεως τοῦ Οἰκουμενισμοῦ Ἕλληνες καὶ Φαναριῶτες Ἐπισκόπους, σὲ ποιά κατηγορία θέτουν τὸν ἑαυτό τους; Ποῦ θὰ τοὺς κατέτασσε ὁ Μ. Βασίλειος; Θὰ τοὺς βοηθήσει στὴν αὐτοκριτικὴ κάποιος ἄλλος λόγος τοῦ Ἁγίου, ὁ ὁποῖος ἔλεγε γιὰ ὅσους κήρυτταν κακοδοξίες αἱρετικούς (καταδικασμένους καὶ μὴ καταδικασμένους):
«Οὐδ’ ἂν πρὸς ὥραν αὐτῶν ἐπεδεξάμεθα τὴν συνάφειαν, εἰ σκάζοντας (χωλαίνοντας) περὶ τὴν Πίστιν εὕρομεν» καὶ «Οἵτινες τὴν ὑγιᾶ ὀρθόδοξον πίστιν προσποιούμενοι ὁμολογεῖν, κοινωνοῦσι δὲ τοῖς ἑτερόφροσι, τοὺς τοιούτους, εἰ μετὰ παραγγελίαν μὴ ἀποστῶσιν, μὴ μόνον ἀκοινωνήτους ἔχειν, ἀλλὰ μηδὲ ἀδελφοὺς ὀνομάζειν».

Πηγή:  https://paterikiparadosi.blogspot.gr/2015/03/blog-post_77.html

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.