Κυριακή, 1 Ιανουαρίου 2017

Πρόσεχε σεαυτὸν, ὦ ἱερεῦ... μηδὲ μεταδίδῳς τὸ θεῖον σῶμα ὅπου οὐ χρή (Μ. Βασιλείου)

Πρόσεχε σεαυτὸν, ὦ ἱερεῦ, καὶ βλέπε τὴν διακονίαν, ἣν παρέλαβες, ἵνα ἀναπληρώσῃς αὐτὴν μετὰ φόβου Θεοῦ. Βλέπε λοιπόν· οὐ γὰρ ἐπίγειον διακονίαν ἐνεχειρίσθης ἀλλὰ οὐράνιον, οὐκ ἀνθρωπίνην ἀλλ' ἀγγελικήν· σπούδασον σεαυτὸν παραστῆσαι ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας· πρόσεχε, μὴ στῇς εἰς σύναξιν ἔχων ἔχθραν μετά τινος, ἵνα μὴ φυγαδεύσῃς τὸν Παράκλητον.
Ἡμέρᾳ συνάξεως μὴ δικάζου, μηδὲ φιλονείκει τὸ καθόλου· ἀλλὰ κρυπτόμενος εὔχου, ἀναγινώσκων μέχρι ταύτης τῆς ὥρας· καὶ οὕτω παράστα ἐν κατανύξει τῷ ἁγίῳ θυσιαστηρίῳ· μηδὲ περιβλεπόμενος ὧδε κἀκεῖσε· μὴ ἐν σπουδῇ τὰς εὐχὰς συντέμνοις· ἀλλὰ παρακαλῶν, μὴ λάμβανε πρόσωπόν τινος, ἀλλ' ὅρα τὸν προκείμενον βασιλέα, καὶ τὰς παρεστώσας δυνάμεις κύκλωθεν· καὶ μὴ ὑποκρίνου, μηδὲ μεταδίδῳς τὸ θεῖον σῶμα ὅπου οὐ χρή. Σεαυτὸν ἄξιον
ποίησον τῶν ἱερῶν κανόνων, καὶ συλλειτούργει ὡς οἱ κανόνες ἀπόθενται.
Ὅρα οὖν πῶς παρίστασαι τῇ ἁγίᾳ τραπέζῃ, καὶ πῶς ἱερουργεῖς, καὶ τίνος μεταδίδως, καὶ πῶς καταστέλλεις· ὅρα οὖν, μὴ ἐπιλάθῃ τὰς δεσποτικὰς ἐντολὰς καὶ τῶν ἁγίων αὐτοῦ μαθητῶν τὰς παραδόσεις· φησὶ γάρ· «Μὴ δότε τὰ ἅγια τοῖς κυσί, μηδὲ ῥίπτετε τοὺς μαργαρίτας μου ἔμπροσθεν τῶν χοίρων». Ὅρα οὖν καὶ σύ, μὴ φόβῳ ὑπαχθῇς ἀνθρωπίνῳ, καὶ παραδώσῃς τὸν Υἱὸν τοῦ Θεοῦ εἰς χεῖρας ἀναξίων· ἀλλὰ μὴ ἐντραπῇς τινα τῶν ἐνδόξων τῆς γῆς, ἀλλὰ μηδὲ αὐτῶν τῶν τὸ διάδημα φορούντων πτοηθῇς ἐν τῇ ὥρᾳ ἐκείνῃ ὅτε ἱερουργήσαις. Βλέπε τοὺς βουλομένους τὰ δῶρα μεταλαμβάνειν ἐν τοῖς οἴκοις· σὺ ὄψει, ὅτι καὶ ὑπὸ γυναικῶν χαρίζονται, ἀλλὰ καὶ ἀναξίων.
Ὅρα οὖν, ὡς οἱ θεῖοι κανόνες καὶ αἱ σύνοδοι τῶν ἁγίων Πατέρων ἐπεκύρωσαν· οὕτω πράττε, καὶ μὴ μεταδίδῳς ἀναξίοις ἢ λαϊκοῖς, παρὰ ἐπιστρέψαι αὐτοὺς τῇ ὀρθοδόξῳ πίστει. Οὐαὶ δὲ τοῖς μεταδιδοῦσιν αὐτοῖς! Ὅρα οὖν μὴ μυῖαι ἐμπέσωσι εἰς τὸ ἅγιον ποτήριον, ἢ ἐξ ἀμελείας σου νοτισθῇ, ἢ μοχλιάσῃ, ἢ κονοπισθῇ, ἢ ἐγχειρισθῇ ὑπὸ αἱρετικῶν· ἀλλὰ βλέπε πῶς καταστέλλεις μετὰ τὴν συμπλήρωσιν τῆς θείας λειτουργίας, μὴ σπεύδων μαργαρίτης ἀποπέσῃ, ἢ ἀπομείνῃ ἐν τῷ ποτηρίῳ· ἢ ἔχον νᾶμα τὸ ἅγιον ποτήριον, καὶ κονοπισθῇ· ἀλλὰ ἀμφότερα καταστείλας, πορεύου ἐν εἰρήνῃ. Ταύτην τὴν παράδοσιν ἐὰν φυλάξῃς, ὦ ἱερεῦ, σώσεις σεαυτόν, καὶ οὓς μέλλεις διδάσκειν· εὐχόμενος καὶ ὑπὲρ ἐμοῦ τοῦ τάλανος πρὸς Κύριον, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Το περιεχόμενο των επώνυμων άρθρων ενδέχεται να μη συμπίπτει με τις απόψεις και θέσεις του Ιστολογίου.