Κατὰ τοῦ μεγάλου αἱρετικοῦ Ἰωάννη Ζηζιούλα!
Ὁ ἅγιος Γρηγόριος ὁ Παλαμᾶς γιὰ τὴν κακοδοξία περὶ «Πρώτου» τοῦ μητροπ. Περγάμου Ἰω. Ζηζιούλα καὶ τῶν περὶ αὐτὸν Οἰκουμενιστῶν!
Εἶναι γνωστὸν ὅτι ὁ μεγάλος αἱρετικὸς τῆς Ὀρθοδοξίας -ἕνας ἀπὸ τοὺς πολλοὺς ποὺ σ' αὐτοὺς τοὺς ἔσχατους καιροὺς μᾶς προέκυψαν- ὁ μητροπολίτης Περγάμου Ἰωάννης Ζηζιούλας, προκειμένου νὰ κατοχυρώσει ἕνα "Πρωτεῖο" Οἰκουμενιστικῆς κοπῆς καὶ προελεύσεως, διαστρέφει τὰ πράγματα καὶ μᾶς διδάσκει τὴν κακόδοξη θεωρία ὅτι μέσα στὴν Ἁγία Τριάδα ἔχουμε «διαβάθμηση»! Τὸ δυστύχημα εἶναι ὅτι αὐτή του τὴν κακοδοξία, ποὺ μετρᾶ πολλὰ χρόνια, τὴν ἔχουμε καταγγείλει πολλάκις (δεῖτε στὸ τέλος), ἀλλὰ οἱ Ἕλληνες Ἐπίσκοποι καὶ Γέροντες, ἀσχολοῦνται μὲ ἀσήμαντα πράγματα καὶ ἀφήνουν τοὺς αἱρετικοὺς στὸ ἀπυρόβλητο! Κατόπιν μᾶς ὁμιλοῦν περὶ θεώσεως καὶ μᾶς διαβεβαιώνουν ὅτι ἀγαποῦν τοὺς ἀνθρώπους καὶ τὸ Θεό, ἀλλὰ μὲ τὴν ἀδιαφορία τους στὰ θέματα τῆς Πίστεως, μὲ τὴν ἀφωνία τους στὸν ὕψιστο θέμα τῆς Παναιρέσεως τοῦ Οἰκουμενισμοῦ καὶ στὸ συγκεκριμένο θέμα τοῦ μεγάλου αἱρετικοῦ Ζηζιούλα (μετὰ τοῦ ὁποίου μάλιστα ἀρκετοὶ συλλειτουργοῦν), ἀποδεικνύουν ὅτι οὔτε τοὺς ἀνθρώπους ἀγαποῦν, οὔτε τὸν Θεόν, ἀφοῦ ἐπιτρέπουν οἱ μὲν πιστοὶ νὰ μολύνονται ἀπὸ τὸν Οἰκουμενιστικὸ ἰό, ἡ δὲ Ἁγία Τριὰς νὰ βλασφημεῖται ἀπὸ τοὺς ἐχθροὺς τοῦ Θεοῦ Οἰκουμενιστές.
Ἂς δοῦμε, τί συγκεκριμένα εἶπε τὴν 23η Φεβρουαρίου 2008 στὴν Θεολογικὴ Ἀκαδημία Βόλου ὁ μητροπ. Περγάμου Ἰωάννης Ζηζιούλας (ποὺ ποτὲ δὲν ἀνακάλεσε, ἀφου οἱ θέσεις αὐτὲς ἀποτελοῦν τὴν βάση κακοδοξίας του) καὶ τί διδάσκουν οἱ Ἅγιοι· ὁ ἅγιος Γρηγόριος ὁ Παλαμᾶς (ποὺ σήμερα ἑορτάζουμε), ἀλλὰ καὶ ὁ ἅγιος Γρηγόριος ὁ Θεολόγος:
Ζηζιούλας: «Ὁ πρῶτος λοιπὸν αὐτομάτως γεννᾷ τὴν Ἱεραρχία. Ὀντολογικὰ ἡ Ἱεραρχία ὑπάρχει καὶ στην Ἁγία Τριάδα. Ἡ πηγή, ἡ Ἀρχή, εἶναι ὁ Πατήρ, ἀπὸ ’κεῖ πηγάζουν τὰ πρόσωπα τῆς Ἁγ. Τριάδος. Στὴν Ἁγία Τριάδα, λοιπόν, ἔχουμε μία διαβάθμιση, δὲν ἔχουμε αὐτόματη συνύπαρξη, ἀλλὰ ἔχουμε ὕπαρξη ἡ ὁποία μεταφέρεται ἀπὸ τὸν ἕναν στὸν ἄλλον. Ἐὰν βάλουμε τὰ πρόσωπα νὰ ἐμφανίζονται ἔτσι ταυτόχρονα, τότε καταργοῦμε τὴν ἔννοια τῆς αἰτιότητος. Ἡ αἰτιότητα δὲν εἶναι κάτι ποὺ μποροῦμε νὰ παραβλέψουμε».
Πέρασαν ἀπὸ τότε 9 χρόνια. Ἐζητήθησαν ἐξηγήσεις γιὰ τὴν κακοδοξία αὐτή -ποὺ μᾶς γυρίζει πίσω στὸν Ἀρειανισμό- ἀλλὰ δὲν ἀπάντησε. Τὸ τραγικό, ὅμως, εἶναι ὅτι οὔτε οἱ Μητροπολίτες τῆς Ἐκκλησία τῆς Ἑλλάδος, στοὺς ὁποίους ἀπευθυνθηκαμε, πῆραν θέση. Οὐδεὶς πλέον ἐξ αὐτῶν ἐνδιαφέρεται γιὰ θέματα Πίστεως· ἀντίθετα καταστρώνουν σχέδια, πῶς θὰ φιμώσουν ὅσους μιλοῦν γι' αὐτά.Σήμερα, λοιπόν, παραθέτουμε ἕνα ἀκόμα κείμενο τοῦ ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ, ποὺ κι αὐτὸς ἀντικρούει τὰ ληρήματα τοῦ κ. Ζηζιούλα.
Tὸ συμπέρασμα τῶν λόγων τοῦ Ἁγίου εἶναι (ἀντίθετα μὲ τὶς παραπάνω θέσεις τοῦ Ζηζιούλα):
«Ὁμιλοῦντες περὶ τῆς τάξεως ἐντὸς τοῦ Θεοῦ, ἀπεδείξαμεν ὅτι δὲν εἶναι γνωστὸν εἰς τοὺς ἁγίους, ποίαν σχέσιν ἀπὸ ἀπόψεως τάξεως ἔχουν μεταξύ των ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα… Διότι δὲν λατρεύομεν πρῶτον Θεὸν τὸν Πατέρα, δεύτερον τὸν Υἱόν, τρίτον δὲ τὸ ἅγιον Πνεῦμα, ὥστε πάντοτε μετὰ τὸ πρῶτον νὰ λέγωμεν τὸ δεύτερον καὶ μετ’ αὐτὸ τὸ τρίτον, ὑπερβάλλοντες ἀναγκαστικῶς εἰς τάξιν τὰ ὑπερβαίνοντα πᾶσαν τάξιν ὅπως καὶ πᾶσαν ἄλλην κατάστασιν… Κανεὶς ἂς μὴ νομίζῃ ὅτι ἔχει ἀνατραπῆ ἡ ἀξία, ἂν μνημονεύωμεν πρῶτο τὸ Πνεῦμα, ἔπειτα τὸν Υἱό, ἔπειτα τὸν Πατέρα· ἢ πρῶτον τὸν Υἱόν, ἔπειτα τὸν Πατέρα· διότι ὁ Θεὸς δὲν ἔχει τάξιν, ὄχι ὡς ἄτακτος ἀλλ’ ὡς εὑρισκόμενος ὑπεράνω τάξεως… Προσέτι, ἐκεῖνα δὲ τὰ ὁποῖα οἱ θεολόγοι ὁμολογοῦν ὅτι δὲν γνωρίζουν ὡς εὑρισκόμενα ὑπεράνω τῶν δυνάμεών μας, αὐτοὶ καυχῶνται ὅτι τὰ γνωρίζουν μὲ ἀκρίβειαν καὶ οὕτω καινοφωνοῦν καὶ βλασφημοῦν».
Ἡ μετάφραση ἀποσπασμάτων ἀπὸ τὸν Α΄ λόγον "Περὶ τῆς Ἐκπορεύσεως τοῦ Ἁγίου Πνεύματος" τοῦ ἁγ. Γρηγορίου Παλαμᾶ:
Τὸ κείμενο:
Εἰ
γάρ ὅτι μετά τόν Υἱόν λέγεται τό Πνεῦμα ὑπαριθμούμενον ἐρεῖς, ὅ σοι δοκεῖ τῶν
ἐπιχειρημάτων ἀσφαλέστερον, ὡς ἔγωγ᾿ ἄν φαίην οὐχ ἧττον τῶν ἄλλων σφαλερόν,
κἀκεῖνοί σοι τόν Υἱόν δείξουσιν, ἔστιν οὐ λεγόμενον μετά τό Πνεῦμα, προαριθμουμένου
δηλαδή τοῦ ἁγίου Πνεύματος. Ἀμφοτέροις δέ ἡμεῖς μετά τῆς ἀληθείας ἀντεροῦμεν
λέγοντες, οὐκ ἐν τῇ τάξει τῶν ὀνομάτων, ὦ οὗτοι, κεῖνται τά πράγματα.
Εἰ
γάρ τοῦτο, τί κωλύει κατά τόν αὐτόν λόγον τῆς συναριθμήσεώς τε καί
προαριθμήσεως ἐπαλαττομένης παρά τῇ θείᾳ Γραφῇ, ποτέ μέν γεννᾶν τε καί
προβάλλειν, ποτέ δέ τά αὐτά γεννᾶσθαί τε καί προβάλλεσθαι; Οὐδέ γάρ
προκαταρκτικόν, οὐδέ πρῶτον αἴτιον ἐπί τοῦ Πνεύματος, ὡς ὑμεῖς, τόν Πατέρα
λέγομεν, δεύτερον δέ τόν Υἱόν, εἰ καί διά τό δημιουργικόν αἴτιον ταῦτα καλεῖται
ὁ Πατήρ. Κἀκεῖθεν οὕτω κεκλημένος, ἔσθ᾿ ὅτε παρά τῶν θεολόγων οὕτως ὀνομάζεται
καί περί τῶν ἀκτίστων τόν λόγον ποιουμένων, ὥσπερ καί Πατήρ διά τόν Υἱόν
καλεῖται. Ἀλλ᾿ ἔσθ᾿ ὅτε καί περί τῶν κάτω ποιούμενοι τούς λόγους, οὕτω τοῦτον
ὀνομάζομεν˙ οὐδέ γάρ πρῶτον μέν Θεόν τόν Πατέρα σέβομεν, δεύτερον δέ τόν Υἱόν,
τρίτον δέ τό Πνεῦμα τό ἅγιον, ἵν᾿ ἀεί τό δεύτερον μετά τό πρῶτον λέγωμεν καί
μετ᾿ αὐτό τό τρίτον, ὑπό τάξιν ἐξ ἀνάγκης ἄγοντες τά ὑπεράνω τάξεως, ὥσπερ καί
τῶν ἄλλων πάντων.
33.
Ὁ γάρ χρυσοῦς τήν γλῶτταν Ἰωάννης ἐξηγούμενος τό παρά τοῦ Ἀβραάμ πρός τόν
οἰκεῖον οἰκέτην εἰρημένον, «θές τήν χεῖρά σου ὑπό τόν μηρόν μου», κατά τήν
ὁμιλίαν προϊών φησι˙ «κηρυττέσθω Πνεῦμα ἅγιον˙ ὑψούσθω ὁ μονογενής˙ δοξαζέσθω ὁ
Πατήρ. Μηδείς ἀνατετράφθαι τήν ἀξίαν νομιζέτω, εἰ Πνεύματος πρῶτον
μνημονεύομεν, εἶτα Υἱοῦ, εἶτα Πατρός˙ ἤ Υἱοῦ πρῶτον, εἶτα Πατρός. Οὐ γάρ ἔχει
τάξιν ὁ Θεός, οὐχ ὡς ἄτακτος, ἀλλ᾿ ὡς ὑπέρ τάξιν ὤν. Οὐδέ γάρ σχῆμα ἔχει ὁ
Θεός, οὐχ ὡς ἀσχήμων, ἀλλ᾿ ὡς ἀσχημάτιστος».
Ὑπέρ
τάξιν οὖν, ἀλλ᾿ οὐχ ὑπό τάξιν ὁ Θεός. Εἰ δ᾿ ἔστι καί τάξις ἐπί τοῦ Θεοῦ διά τό
τρισυπόστατον τῆς θεότητος, ἀλλ᾿ οὐκ ἔστιν ἡμῖν ἐγνωσμένη διά τό ὑπέρ πᾶν εἶδος
τάξεως εἶναι. Τήν μέν γάρ κατά τήν ἐκφώνησιν τάξιν ἴσμεν, διδαχθέντες παρά τῆς
θεοπνεύστου Γραφῆς, παρ᾿ ἧς καί ἐπαλλαττομένην ταύτην εὐσεβῶς διδασκόμεθα. Τήν
δ᾿ ἐκ τῆς φυσικῆς ἀκολουθίας προσοῦσαν, καί μάλιστα τοῖς δυσί προσώποις, τῷ τε
Υἱῷ καί τῷ ἁγίῳ Πνεύματι, οὐδαμῶς ἴσμεν. Διό Γρηγορίων ὁ θεολογικώτατος ἐν τῷ
δευτέρῳ τῶν Εἰρηνικῶν φησιν, «οὕτω φρονοῦμεν καί οὕτως ἔχομεν, ὡς ὅπως μέν ἔχει
ταῦτα σχέσεώς τε καί τάξεως, αὐτῇ μόνῃ τῇ Τριάδι συγχωρεῖν εἰδέναι καί οἷς ἄν ἡ
Τριάς ἀποκαλύψῃ κεκαθαρμένοις, ἤ νῦν ἤ ὕστερον».
Ἀλλ᾿,
ὁ μέγας, φασί, Βασίλειος, ὡς κεκαθαρμένος ἐξ ἀποκαλύψεως, τοῦτο μαθών εἶπεν ἐν
τοῖς Κατ᾿ Εὐνομίου. Συγχωρεῖν δέ καί Γρηγόριον τόν θεολόγον εἰδέναι ταύτην, οἷς
ἄν ἡ Τριάς ἀποκαλύψῃ κεκαθαρμένοις. Ἀλλ᾿ εἰ τοῦτο, πῶς τοῦ Εὐνομίου μαθεῖν
εἰπόντος ἐκ τῶν ἁγίων τρίτον τῇ τάξει καί τῷ ἀξιώματι τό Πνεῦμα τό ἅγιον,
δυσχεράνας οὔμενουν ἠρέμα τούτῳ καί λίαν ἐπαχθῶς ἐνεγκών ὁ θεῖος Βασίλειος,
«παρά τῶν ἁγίων», φησίν, εἶπε μεμαθηκέναι˙ τίνες δέ οἱ ἅγιοι καί ἐν ποίοις
αὐτῶν λόγοις τήν διδασκαλίαν πεποίηνται εἰπεῖν οὐκ ἔχει»; Δῆλον ὡς οὐκ ὄντων
τῶν εἰπόντων ἁγίων.
Εἶτα,
ἐπειδήπερ ἐκεῖνος ἐκ τοῦ τρίτου εἶναι τῇ τάξει καί τῷ ἀξιώματι τό Πνεῦμα τό
ἅγιον τρίτον εἶναι καί τῇ φύσει συνήγαγε, καίτοι μηδέ παρά τοῦτο συναγόμενον,
ἐνδούς ὁ μέγας καί καθ᾿ ὑπόθεσιν
παραδεξάμενος, «εἰ καί τρίτον εἶναι», φησί, «τῇ τάξει καί τῷ ἀξιώματι τό Πνεῦμα
τό ἅγιον ὁ τῆς εὐσεβείας ἴσως παραδίδωσι λόγος, ἵνα καί ὅλως συγχωρήσωμεν, ἀλλ᾿
οὐκ ἀνάγκη παρά τοῦτο τρίτον εἶναι αὐτό καί τῇ φύσει». Ὡς οὖν καθ᾿ ὑπόθεσιν
παραδεξάμενος, ἀλλ᾿ οὐ τοῦτο δογματίζων αὐτός, ἀμφισβητικῶς ἔχοντα τόν λόγον
προήγαγεν.
Ὅ
δέ φησιν ἐν τῷ πρώτῳ τῶν Πρός αὐτόν Εὐνόμιον, ὡς «ἔστι τάξεως εἶδος οὐ κατά τήν
ἡμετέραν θέσιν, ἀλλ᾿ ἐκ τῆς κατά φύσιν αὐτοῖς ἐνυπαρχούσης ἀκολουθίας», οὐ περί
τοῦ Υἱοῦ καί τοῦ Πνεύματος ἀλλά καί περί τοῦ Πατρός καί τοῦ Υἱοῦ ποιούμενος τήν
διάλεξίν φησιν, ἐν οἷς ἐγνωσμένον τε καί ἀνωμολογημένον ἅπασιν αἰτιατόν μέν
εἶναι τόν Υἰόν, τόν δέ Πατέρα αἴτιον καί τοῦ αἰτιατοῦ προεπινοούμενον ἐξ
ἀνάγκης, εἰ καί μή κατά χρόνον, ὡς αὐτός ἐκεῖ φησι. Ταῦτ᾿ ἄρα καί χωρίς
ἐνδοιασμῶν τε καί ἀμφισβητήσεων, τόν μέν Πατέρα προτετάχθαι τοῦ Υἱοῦ φησι, τόν
δέ Υἱόν δευτερεύειν τοῦ Πατρός, γράφων˙ «ἡμεῖς δέ, κατά μέν τήν τῶν αἰτίων πρός
τά ἐξ αὐτῶν σχέσιν, προτετάχθαι τοῦ Υἱοῦ τόν Πατέρα φαμέν, κατά δέ τήν τῆς
φύσεως διαφοράν οὐκέτι, οὐδέ κατά τήν τῶν χρόνου ὑπεροχήν». Ἐν δέ τῷ τρίτῳ
πάλιν, «τάξει μέν», φησί, «δεύτερος τοῦ Πατρός, ὅτι ἀπ᾿ ἐκείνου, καί ἀξιώματι,
φύσει δέ οὐκέτι δεύτερος».
Οὕτως
οἶδεν ὁμολογουμένως ἐκ τοῦ Πατρός εἶναι τόν Υἱόν, ἀλλ᾿ οὐχί καί τό Πνεῦμα ἐξ
Υἱοῦ. Εἰ γάρ τοῦτ᾿ ἐγίνωσκεν, οὐκ ἄν ὅλως ἠμφισβήτει, οὐδ᾿ ἄν ἀπηγόρευε τρίτον εἶναι
τῇ τάξει ἀπό τοῦ Πατρός τό Πνεῦμα τό ἅγιον˙ ἀλλ᾿ οὐδέ κατά τοῦ Εὐνομίου καί
τοῦτ᾿ εἰπόντος λίαν ἐδυσχέραινε. Πρός δέ τούτοις καί τό δευτερεύειν τοῦ Υἱοῦ τό
Πνεῦμα σύν ἀμφιβολίᾳ πολλῇ καί καθ᾿ ὑπόθεσιν, ἀλλ᾿ οὐχ ὡς αὐτός δοξάζων
παραδεξάμενος, δείκνυται μηδ᾿ αὐτός εἰδέναι, ὅπως ἔχουσι πρός ἄλληλα ὁ Υἱός τε
καί τό Πνεῦμα σχέσεώς τε καί τάξεως.
Ὅτι
μέν γάρ ἅμα ἐξ ἀϊδίου ὁ Υἱός τε καί τό Πνεῦμα τό ἅγιον, ἐν ἀλλήλοις τε ὄντα καί
ἀλλήλων ἐχόμενα καί δι᾿ ἀλλήλων ἀφύρτως τε καί ἀμιγῶς χωροῦντα, καί ὅτι τούτων
ἕκαστον τάξεώς τε καί σχέσεως εἶδος, καί ὡς ὁ Υἱός τε καί τό Πνεῦμα τό ἅγιον ἐκ
τοῦ Πατρός ἅμα, εἰ καί οὐχ ὡσαύτως, καί ὅτι ὁμότιμα ἐξ ὁμοτίμου, καί ὅτι τό
ἐκπορεύειν ἰδιότης ὄν τῆς πατρικῆς ὑποστάσεως οὐκ ἔστιν εἶναι τοῦ Υἱοῦ, καί ὡς
ὁ λέγων καί τόν Υἱόν τό ἐκπορεύειν ἔχειν σύγχυσιν ποιεῖ τῶν θείων ὑποστάσεων,
δυσσεβῶς ἀθετῶν τήν ἀνωμολογημένην τάξιν ἐπί τοῦ Θεοῦ - «δεῖ γάρ», φησί καί
Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος, «τάς ἰδιότητας μένειν Πατρί καί Υἱῷ, ἵνα μή
σύγχυσις ᾖ παρά θεότητι τῇ καί τά ἄλλα εἰς τάξιν ἀγούσῃ» - ταύτην μέν οὖν τήν
ἀνωμολογημένην τάξιν ἐπί τοῦ Θεοῦ καί ἡμεῖς ἴσμεν˙ τήν δέ δεύτερον μέν ἐκ τοῦ
Υἱοῦ, τρίτον δέ ἀπό Πατρός τιθεῖσαν τό
Πνεῦμα τό ἅγιον οὔθ᾿ ἡμεῖς ἴσμεν οὔτε οἱ διδάσκαλοι καί προασπισταί τῆς
Ἐκκλησίας.
Λατῖνοι
δέ, ὤ τῆς ἀνοίας ὁμοῦ καί ἀπονοίας, τήν μέν εὐσεβῆ καί ἀνωμολογημένην ἐκείνην
ἐπί τοῦ Θεοῦ τάξιν ἀθετοῦσιν, ἅ δέ Βασίλειος ὁ μέγας καί Γρηγόριος ὁ θεολόγος
ὑπέρ τήν οἰκείαν γνῶσιν ὁμολογοῦσιν εἶναι ὡς ἀπόρρητα ὄντα καί ὑπέρ ἡμᾶς, αὐτοί
καταλαβεῖν αὐχοῦσι καί περί τήν ἄφραστόν τε καί ἀπερινόητον ἐκπόρευσιν τοῦ
Πνεύματος καινοφωνοῦσι, βλασφημοῦσι δέ εἰπεῖν οἰκειότερον, ἔμμεσόν τε καί
ἄμεσον αὐτήν λέγοντες καί προσεχῆ καί
πόρρω, δι᾿ ὧν κινδυνεύουσι καί εἰς κτίσμα κατασπᾶν τό Πνεῦμα τό ἅγιον. Διό οὐκ
ἀναγκαίως οὐδ᾿ ἀεί μετά τόν Υἱόν παρά τῆς θεοπνεύστου τίθεται Γραφῆς τό Πνεῦμα
τό ἅγιον.
Τοῦτο
γάρ Λατίνοις συμβαίνει, τοῖς ἐκ τῶν δύο, πρώτου αἰτίου καί δευτέρου, λέγουσι τό
ἕν καί μή κατά πάντα στέργουσι τήν θεόπνευστον Γραφήν, ἀλλά κατ᾿ ἐξουσίαν ἅττα
βούλονται προστιθεῖσί τε καί ἀφαιροῦσιν˙ ἡμῖν δέ τοῖς ἐκ τοῦ ἑνός εὐσεβοφρόνως
σέβουσι καί εἰς ἕν ἀναφέρουσι τά δύο, ἥκιστα…
Ἐπίλογος
……………………………..
32.
Πρός δέ τούτοις, ἐκ τοῦ τά κοινά τῆς ἀνωτάτω Τριάδος ἐπίσης εἶναι τῶν θείων
ὑποστάσεων ἑκάστῃ, ἀνεφάνησαν οἱ λατινικῶς φρονοῦντες μήτε τόν Υἱόν μήτε τό
Πνεῦμα λέγοντες ἐκ τοῦ Πατρός, μηδ᾿ ὑποστατικάς ἔχειν τόν Θεόν διαφοράς.
33.
Εἶτα περί τῆς ἐν Θεῷ τάξεως ποιησάμενοι τόν λόγον προσαπεδείξαμεν μή γνωστόν
εἶναι τοῖς ἁγίοις, ὅπως ἔχει πρός ἄλληλα σχέσεώς τε καί τάξεως ὁ Υἱός τε καί τό
Πνεῦμα τό ἅγιον˙ καί συμφωνεῖν κἀν τούτῳ παρεστήσαμεν τούς μεγάλους, Βασίλειον
καί Γρηγόριον καί Ἰωάννην τόν χρυθοῦν θεολόγον, πρός δέ καί τήν εὐσεβῆ καί
ἀνωμολογημένην ἐπί τοῦ Θεοῦ τάξιν παρεστήσαμέν τε καί διευκρινήσαμεν. Κἀντεῦθεν
ἀπηλέγχθησαν οἱ λατινικῶς φρονοῦντες τήν μέν εὐσεβῆ τάξιν ἀγνοοῦντες, ἅ δέ οἱ
θεολόγοι μή εἰδέναι ὁμολογοῦσιν ὡς ὑπέρ ἡμᾶς, αὐτοί ταῦτα γινώσκειν ἀκριβῶς αὐχοῦντες
καί οὕτω καινοφωνοῦντες, καί βλασφημοῦντες περί τήν ἐκπόρευσιν τοῦ παναγίου
Πνεύματος.
Γρηγορίου Παλαμᾶ, Περὶ τῆς Ἐκπορεύσεως τοῦ Ἁγίου Πνεύματος, λόγος Α΄, Ἔργα 1, Πατερικαὶ Ἐκδ. “Γρηγόριος
ὁ Παλαμᾶς”, σελ. 143-151,
169).
Δεῖτε καὶ τὰ ἑξῆς:
"Μείζων
του Υιού ο Πατήρ ουκ έστι", Αγίου Γρηγορίου Νύσσης
https://paterikiparadosi.blogspot.gr/2015/01/blog-post_10.html
"Στη
νεοαρειανική πίστη του Ζηζιούλα, δεν υπάρχει θέση για τον Ιησού Χριστό"
https://paterikiparadosi.blogspot.gr/2014/03/blog-post_5713.html
Η
ανοσία των ορθοδόξων στις νέες προδοσίες των Οικουμενιστών, ΒΑΤΙΚΑΝΟ – Η ΝΕΑ
ΠΡΟΔΟΣΙΑ ΜΕ ΤΟΝ ΠΕΡΓΑΜΟΥ ΙΩ. ΖΗΖΙΟΥΛΑ
https://paterikiparadosi.blogspot.gr/2013/07/blog-post_1840.html
Επίσκοποι,
Εκφραστές Παλαιών καὶ Νέων αιρέσεων!, Αἱρετικοὶ βηματισμοὶ Ἐπισκόπων, Βαρθολομαῖος,
Ζηζιούλας, Σαββᾶτος,
https://paterikiparadosi.blogspot.gr/2014/01/blog-post_3386.html
Προς
Επισκόπους και Ποιμένες που πονούν την Εκκλησία! Νὰ ἀπαιτήσουν οἱ σιωπῶντες Ἐπίσκοποι
ἀπὸ κακόδοξους συνεπισκόπους τους, νὰ ἀνακαλέσουν τὶς αἱρετικές τους θέσεις
https://paterikiparadosi.blogspot.gr/2013/12/blog-post_2880.html
Μόνο
το ...Θεό δέχεται ως κριτή ο κ. Ζηζιούλας για τις καταγγελόμενες κακοδοξίες
του! ΑΠΙΣΤΕΥΤΕΣ ΔΗΛΩΣΕΙΣ ΠΕΡΓΑΜΟΥ κ. ΙΩ.
ΖΗΖΙΟΥΛΑ,
https://paterikiparadosi.blogspot.gr/2013/07/blog-post_27.html
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.