Πέμπτη, 5 Απριλίου 2018

Ο θαυμάσιος Κανών, Ποίημα Ανδρέου Κρήτης


Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ
ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ

Ὁ Κανών, Ποίημα Ἀνδρέου Κρήτης

ᾨδὴ δ'. Ἦχος πλ. β' 

Ἀκήκοεν ὁ Προφήτης
νώγεων ἐστρωμένον, ἐδέξατό σε τὸν Κτίστην καὶ τοὺς συμμύστας, καὶ αὐτοῦ τὸ Πάσχα ἐπετέλεσας, καὶ αὐτοῦ εἰργάσω τὰ μυστήρια· αὐτοῦ γὰρ τῶν δύο σταλέντων, νῦν Μαθητῶν σου, τὸ Πάσχα ἡτοιμάσθη σοι.

Ὑπάγετε πρὸς τὸν δεῖνα, ὁ πάντα εἰδὼς προλέγει, τοῖς Ἀποστόλοις, καὶ μακάριός ἐστιν ὃς δύναται, πιστῶς ὑποδέξασθαι τὸν Κύριον, ἀνώγεων μὲν τὴν καρδίαν προετοιμάσας, καὶ δεῖπνον τὴν εὐσέβειαν.

Ἡ γνώμη φιλαργυρίας, ὁ τρόπος σου ἀπονοίας, ἄφρον Ἰούδα· πιστευθεὶς γὰρ μόνος τὸ γλωσσόκομον, ὅλως οὐκ ἐκάμφθης πρὸς συμπάθειαν, ἀλλ' ἔκλεισας τὰ τῆς σκληρᾶς σου, καρδίας σπλάγχνα, προδοὺς τὸν μόνον εὔσπλαγχνον.

Ἡ γνώμη τῶν θεοκτόνων, τῇ πράξει τοῦ φιλαργύρου συναρμοσθεῖσα, ἡ μὲν πρὸς ἀναίρεσιν ὡπλίζετο, ἡ δὲ τὰ ἀργύρια ἐφείλκετο· ἀγχόνην γὰρ μεταμελείας τότε προκρίνας, κακῶς τοῦ ζῇν ἐστέρηται.

Τὸ φίλημα γέμει δόλου, τὸ χαῖρέ σου ἐν μαχαίρᾳ, πλάνε Ἰούδα· τῇ μὲν γλώσσῃ φθέγγῃ τὰ πρὸς ἕνωσιν, τῇ δὲ γνώμῃ νεύεις πρὸς διάστασιν· προδοῦναι γὰρ τοῖς παρανόμοις τὸν Εὐεργέτην, δολίως ἐμελέτησας.

Φιλεῖς καὶ πωλεῖς Ἰούδα, ἀσπάζῃ καὶ οὐκ ὀκλάζεις δόλῳ προστρέχων, τίς μισῶν ἀσπάζεται τρισάθλιε; τίς φιλῶν ἐξωνεῖται τιμήματι; τὸ φίλημα τῆς ἀναιδοῦς σου κακοβουλίας, ἐλέγχει τὴν προαίρεσιν.

Δόξα...
Ἀμέριστον τῇ οὐσίᾳ, ἀσύγχυτον τοῖς προσώποις θεολογῶ σε, τὴν τριαδικὴν μίαν Θεότητα, ὡς ὁμοβασίλειον καὶ σύνθρονον, βοῶ σοι τὸ ᾎσμα τὸ μέγα, τὸ ἐν ὑψίστοις, τρισσῶς ὑμνολογούμενον.

Καὶ νῦν ... Θεοτοκίον
Ἡ σύλληψις ὑπὲρ λόγον, ὁ τόκος σου ὑπὲρ φύσιν Θεογεννῆτορ· ἡ μὲν γὰρ ἐκ Πνεύματος οὐ σπέρματος, ὁ δὲ νόμους φύσεως λανθάνων, ὡς ἄφθορος καὶ ὑπὲρ φύσιν, πάσης λοχείας· Θεὸς γὰρ τὸ τικτόμενον. 


Κάθισμα. Ἦχος δ' 
Ἐπεφάνης σήμερον  

Τῆς συκῆς τὸ ἔγκλημα, μή σε προφθάσῃ, ἀλλ' εὐκάρπους σπούδασον, καρδίας αὔλαξι ψυχή, τῷ ποιητῇ σου Χριστῷ ἀγαγεῖν, ἐν μετανοίᾳ αὐτῷ προσκομίζουσα. 


ᾨδὴ η'Ἦχος πλ. β' 
Ὃν στρατιαί, οὐρανῶν

Τὴν νομικήν, ἐκπληρώσας πρόσταξιν, ὁ πλάκας τὰς νομικάς, γράψας ἐν Σινᾷ, ἔφαγε μὲν τὸ Πάσχα, τὸ πάλαι καὶ σκιῶδες, γέγονε δὲ πάσχα, καὶ μυστικὴ ζωοθυσία. (Δίς)

Τὴν ἀπ' αἰῶνος, κεκαλυμμένην Χριστέ, σοφίαν μυσταγωγῶν, ἔδειξας ὁμοῦ, πᾶσι τοῖς Ἀποστόλοις, Σωτὴρ ἐπὶ τοῦ δείπνου, ἣν ταῖς Ἐκκλησίαις, παρέδωκαν οἱ θεοφόροι.

Εἷς ἐξ ὑμῶν, δόλῳ παραδώσει με. Ἑβραίοις ἀπεμπολῶν, ταύτῃ τῇ νυκτί, τοῦτο Χριστὸς βοήσας, συνέχεε τοὺς φίλους, τότε εἷς πρὸς ἕνα, διαπορῶν προσεκινεῖτο.

Ταπεινωθείς, δι' ἡμᾶς ὁ πλούσιος, τοῦ δείπνου ἐξαναστάς, λέντιον λαβών, τοῦτο περιεζώσω, καὶ κλίνας τὸν αὐχένα, ἔνιψας τοὺς πόδας, τῶν Μαθητῶν καὶ τοῦ προδότου.

Τῆς ὑπὲρ νοῦν, καὶ ἀφράστου γνώσεως, τὸ ὕψος σου Ἰησοῦ, τίς μὴ ἐκπλαγῇ, ὅτι πηλῷ παρέστης, ὁ Κτίστης τῶν ἁπάντων, νίπτων μὲν τοὺς πόδας, ἐκμάσσων δὲ καὶ τῷ λεντίῳ;

Ὁ Μαθητής, ὃν ἠγάπα Κύριος, τῷ στήθει ἀναπεσών, ἔφη πρὸς αὐτόν· Τίς ὁ παραδιδούς σε; Χριστὸς δὲ πρὸς ἐκεῖνον. Οὗτος ὁ ἐμβάψας, ἐν τῷ τρυβλίῳ νῦν τὴν χεῖρα.

Ὁ Μαθητὴς τὸν ψωμὸν δεξάμενος, κατὰ τοῦ ἄρτου χωρεῖ, πρᾶσιν μελετῶν· τρέχει πρὸς Ἰουδαίους, λέγει τοῖς παρανόμοις· Τί παρέχετέ μοι, κᾀγὼ ὑμῖν αὐτὸν προδώσω;

Δόξα...
Ἕνα Θεόν, κατ' οὐσίαν σέβομαι, τρεῖς ὑποστάσεις ὑμνῶ, διοριστικῶς, ἄλλας ἀλλ' οὐκ ἀλλοίας, ἐπεὶ Θεότης μία, ἐν τρισὶ προσώποις· Πατήρ, Υἱός, καὶ θεῖον Πνεῦμα.

Καὶ νῦν ... Θεοτοκίον
Ῥῦσαι ἡμᾶς, Ἰησοῦ Σωτὴρ ἡμῶν, ἐκ πλάνης καὶ πειρασμοῦ, καὶ τοῦ πονηροῦ, δέχου τὴν Θεοτόκον, πρεσβεύουσαν ἀπαύστως· Μήτηρ γὰρ ὑπάρχει, καὶ δύναταί σε δυσωπῆσαι. 


ᾨδὴ θ'. Ἦχος πλ. β' 
Ἀσπόρου συλλήψεως 

Τὸ μέγα μυστήριον, τῆς σῆς ἐνανθρωπήσεως, ἐπὶ τοῦ δείπνου, συνανακειμένου σου, τοῖς Μύσταις Φιλάνθρωπε, ἀνακαλύψας ἔφης· Φάγετε ἄρτον τὸν ζωτικόν, πίστει πίετε τὸ αἷμα, κενωθὲν τῆς θεοπλεύρου σφαγῆς.

Σκηνὴ ἐπουράνιος, ἐδείχθη τὸ ἀνώγεων, ἔνθα τὸ Πάσχα, Χριστὸς ἐπετέλεσε, τὸ δεῖπνον ἀναίμακτον, καὶ λογικὴ λατρεία· ἡ τράπεζα δὲ τῶν ἐκεῖ, τελεσθέντων μυστηρίων, νοητὸν θυσιαστήριον.

Τὸ Πάσχα Χριστός ἐστι, τὸ μέγα καὶ σεβάσμιον, βρωθεὶς ὡς ἄρτος, τυθεὶς δὲ ὡς πρόβατον· αὐτὸς γὰρ ἀνήνεκται, ὑπὲρ ἡμῶν θυσία, αὐτοῦ τὸ Σῶμα εὐσεβῶς, καὶ αὐτοῦ τὸ Αἷμα πάντες, μυστικῶς μεταλαμβάνομεν.

Τὸν ἄρτον εὐλόγησας, ὁ Ἄρτος ὁ οὐράνιος, εὐχαριστήσας, Πατρὶ τῷ γεννήτορι, λαβὼν καὶ ποτήριον, τοῖς Μαθηταῖς ἐδίδως. Λάβετε, φάγετε βοῶν, τοῦτό μού ἐστι τὸ Σῶμα, καὶ τὸ Αἷμα τῆς ἀφθάρτου ζωῆς.

Ἀμὴν λέγων ἔφησε, τοῖς κλήμασιν ἡ ἄμπελος, τοῖς Ἀποστόλοις, Χριστὸς ἡ ἀλήθεια, ἀπ' ἄρτι οὐ μὴ πίω ἐκ τῆς ἀμπέλου πόμα, ἕως ἂν πίω αὐτὸ καινόν, ἐν τῇ δόξῃ τοῦ Πατρός μου, μεθ' ὑμῶν τῶν κληρονόμων μου.

Πιπράσκεις τριάκοντα, ἀργύρων τὸν ἀτίμητον, καὶ οὐ λογίζῃ, Ἰούδα παράνομε, τοῦ δείπνου τὴν μύησιν, ἢ τὸν σεπτὸν νιπτῆρα; Ὢ πῶς εἰς τέλος τοῦ φωτός, ὀλισθήσας πτῶμα ἦλθες, τὴν ἀγχόνην ἀσπασάμενος!

Τὰς χεῖρας ἐξέτεινας, ἐν αἷς τὸν ἄρτον ἔλαβες, τῆς ἀφθαρσίας, λαβεῖν τὰ ἀργύρια, τὸ στόμα πρὸς φίλημα, προσαγαγὼν δολίως, ἐν ᾧ τὸ Σῶμα τοῦ Χριστοῦ, καὶ τὸ Αἷμα ὑπεδέξω, ἀλλ' οὐαί σοι! ὡς φησὶν ὁ Χριστός.

Χριστὸς εἱστιάσατο, τὸν Κόσμον ὁ οὐράνιος, κάί θεῖος Ἄρτος. Δεῦτε οὖν φιλόχριστοι, πηλίνοις ἐν στόμασιν, ἀγναῖς δὲ ταῖς καρδίαις, ὑποδεξώμεθα πιστῶς, τόν θυόμενον τὸ Πάσχα, ἐν ἡμῖν ἱερουργούμενον.

Δόξα...
Πατέρα δοξάσωμεν, Υἱὸν ὑπερυψώσωμεν, τὸ θεῖον Πνεῦμα, πιστῶς προσκυνήσωμεν, Τριάδα ἀχώριστον, Μονάδα κατ' οὐσίαν, ὡς φῶς καὶ φῶτα καὶ ζωήν, καὶ ζωὰς ζωοποιοῦσαν, καὶ φωτίζουσαν τὰ πέρατα.

Καὶ νῦν ... Θεοτοκίον
Παστὰς ἐπουράνιος, καὶ Νύμφη ἀειπάρθενος, μόνη ἐδείχθης, Θεὸν μὲν βαστάσασα, τεκοῦσα δὲ ἀτρέπτως, ἐκ σοῦ σεσαρκωμένον· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.