Πέμπτη 21 Νοεμβρίου 2019

Θ' Ωδή Εισοδίων Θεοτόκου "Άγγελοι την Είσοδον της Πανάγνου..."



Θ' Ωδή Εισοδίων Θεοτόκου "Άγγελοι την είσοδον..."
- Ψάλλουν μοναχές της Ιεράς Μονής Τιμίου Προδρόμου Καρέα Αττικής- Ήχος δ'.


 ᾠδὴ θ’

Στίχ. Ἄγγελοι τήν Εἴσοδον τῆς Παρθένου ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος εἰσῆλθεν εἰς τά Ἅγια τῶν Ἁγίων.
Ὁ Εἱρμὸς
Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων΄ χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω΄ Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Στίχ. Ἄγγελοι τήν Εἴσοδον τῆς Πανάγνου ὁρῶντες ἐξεπλήττοντο, πῶς μετά δόξης εἰσῆλθεν εἰς τά Ἅγια τῶν Ἅγίων.
Ὡς ὑπέρλαμπρον Θεοτόκε ἁγνή, ψυχῆς τὸ καθαρὸν ἔχουσα κάλλος, χάριτος Θεοῦ δ' ἐμπιπλαμένη οὐρανόθεν, φωτὶ ἀϊδίῳ καταυγάζεις ἀεί, τοὺς ἐν εὐφροσύνῃ βοῶντας΄ Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Στίχ. Ἄγγελοι καὶ ἄνθρωποι τῆς Παρθένου, τὴν Εἴσοδον τιμήσωμεν, ὅτι ἐν δόξῃ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Παραδόξως προδιετύπου Ἁγνή, ὁ Νόμος σε σκηνὴν καὶ θείαν στάμνον, ξένην κιβωτόν, καὶ καταπέτασμα καὶ ῥάβδον, ναὸν ἀκατάλυτον, καὶ πύλην Θεοῦ΄ Ὅθεν ἐκδιδάσκει σοι κράζειν΄ Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Στίχ. Ἄγγελοι σκιρτήσατε σὺν Ἁγίοις, Παρθένοι συγχορεύσατε΄ ἡ γὰρ Θεόπαις εἰσῆλθεν, εἰς τὰ  Ἅγια τῶν Ἁγίων.
Θεοδόχον προθεωρῶν Σολομῶν, ᾐνοίξατο σε πύλην Βασιλέως, ζῶσάν τε πηγὴν ἐσφραγισμένην, ἐξ ἧς τὸ ἀθόλωτον ἡμῖν προῆλθεν, ὕδωρ τοῖς ἐν πίστει βοῶσιν΄ Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.


Κανὼν δεύτερος
Μεγαλυνάριον

Στίχ. Μεγάλυνον ψυχή μου, τὴν προσενεχθεῖσαν, ἐν τῷ ναῷ Κυρίου, καὶ εὐλογηθεῖσαν, χερσὶ τῶν ἱερέων.

Τὴν φωτοφόρον Νεφέλην
Ἐκ τῶν Δικαίων προῆλθεν, Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἐπαγγελίας ὁ καρπός, ἡ θεόπαις Μαρία, καὶ ὡς θυμίαμα δεκτόν, σαρκὶ νηπιάζουσα προσφέρεται, ἱερῷ ἐν ἁγίῳ, ὡς ἁγία, εἰς τὰ ἅγια οἰκεῖν. 
Στίχ. Μεγάλυνον ψυχή μου, τὴν προσενεχθεῖσαν, ἐν τῷ ναῷ Κυρίου, καὶ εὐλογηθεῖσαν, χερσὶ τῶν Ἱερέων.
Τὴν νηπιάζουσαν φύσει, καὶ ὑπὲρ φύσιν Μητέρα ἀναδειχθεῖσαν τοῦ Θεοῦ, εὐφημήσωμεν ὕμνοις, ἐν τῷ Ναῷ τῷ νομικῷ, Κυρίῳ γὰρ σήμερον προσφέρεται, εἰς ὀσμήν εὐωδίας, τῶν Δικαίων, ὡς καρπὸς πνευματικός.
Δόξα Πατρί...
Στίχ. Μεγάλυνον, ψυχή μου, τῆς Τρισυποστάτου, καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος.
Τὴν Τρισυπόστατον φύσιν, καὶ ἀδιαίρετον δόξαν, τὴν ἐν θεότητι μιᾷ, ὑμνουμένην ἀπαύστως, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, Τριάδα ἀχώριστον δοξάσωμεν, σὺν Υἱῷ τὸν Πατέρα, καὶ τὸ Πνεῦμα προσκυνοῦντες εὐσεβῶς.

Καὶ νῦν...
Στίχ. Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν, τοὺς καταφεύγοντας πίστει, καὶ προσκυνoῦντας εὐσεβῶς, τὸν Υἱόν σου Παρθένε, Θεογεννῆτορ ὡς Θεόν, τοῦ κόσμου καὶ Κύριον ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, καὶ παντοίων πειρασμῶν.

Καταβασία
ᾠδὴ θ'  ἦχος α'
Στίχ. Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.   
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.