Σάββατο 21 Ιανουαρίου 2012

ΚΑΝΩΝ ΕΙΣ ΤΑΣ ΑΙΡΕΣΕΙΣ:του ΙΩΣΗΦ ΠΡΩΗΝ ΤΥΡΝΟΒΟΥ

Σάββατο, 21 Ιανουαρίου 2012




Τὸ ἀνύστακτο ἐνδιαφέρον τῶν Πατέρων
γιὰ τὴν διατήρηση τῆς ὀρθῆς Πίστεως

    Ὁ μήνας Ἰανουάριος, εἶναι ὁ μήνας τῶν μεγάλων Ἁγίων Πατέρων τῆς Ἐκκλησίας, οἱ ὁποῖοι –ἐκτὸς τῶν ἄλλων– ἀγωνίστηκαν μὲ ἀσυμβίβαστο τρόπο κατὰ τῶν αἱρετικῶν ποὺ λυμαίνονταν τὴν ποίμνη τοῦ Χριστοῦ. Αὐτοί, διὰ τῆς ἀληθοῦς Πίστεως (ὅπως διαβάζουμε στὴν ὑμνολογία τῆς Ἐκκλησίας μας) «τῶν θεοστυγῶν αἱρέσεων τὰς βλασφημίας κατέτρωσαν καὶ ταῖς ψυχαῖς τῶν πιστῶν εὐσεβείας τὸν γλυκασμὸν ἐθησαύρισαν», γιατὶ «οὐκ ἠνέσχοντο, βλασφημούντων ἀκούειν»· καὶ μὲ τοὺς ἀγῶνες τους «ποιμαντικῇ βακτηρίᾳ τὸ νοσοῦν ἐθεράπευσαν, τῇ τῶν δογμάτων σαγήνῃ… πρὸς τὸ φῶς ἐπανήγαγον».
    Καὶ σὲ ἄλλο σημεῖο τῆς ὑμνολογίας μηνὸς Ἰανουαρίου διαβάζουμε: «ἀστραπαῖς τοῦ κηρύγματος τοὺς ἐν σκότει ἐφωτίσατε καὶ τὴν πλάνην ἅπασαν ἀπεδιώξατε, προκινδυνεύοντες τῆς Πίστεως, ὡς ποιμένες ἀληθινοί». Ἐσεῖς «Πατέρες θεόσοφοι, ἐτήξατε τὰς αἱρέσεις, πάντων τῶν κακοδόξων, ἐσβέσατε τὰς φλογώδεις τῶν βλασφήμων συγχύσεις».

    Καὶ τὸ εὔλογο ἐρώτημα ποὺ προκύπτει, εἶναι: Ἄραγε, ἡ σημερινὴ αἵρεση τοῦ Οἰκουμενισμοῦ εἶναι ἀμελητέα; Κάνει μικρότερο κακὸ ἀπ’ ὅσο οἱ ἄλλες αἱρέσεις; Ἢ μήπως κάνει ἀφαντάστως μεγαλύτερο, καθότι ἀπεκλήθη καὶ εἶναι «παναίρεσις»; Μήπως ὁ χαρακτηρισμός της αὐτὸς εἶναι ὑπερβολικός, ὁπότε πρέπει νὰ τὸν διορθώσουμε; Κι ἂν ὁ χαρακτηρισμὸς ἰσχύει, γιατί αὐτὴ ἡ ἀδιαφορία γιὰ τὴν καταπολέμησή της ἀπὸ τοὺς ἰθύνοντας;
    Δὲν ἔχουμε παρὰ νὰ παρακαλέσουμε τὸν Κύριο τῆς Ποίμνης:
    «Ταῖς ἱκεσίαις τῶν θείων Ἱεραρχῶν σου Χριστέ, ἐπίσκεψαι ἐξ ὕψους ἐκλογάδα σου ποίμνην, ἐν μέσῳ νεμομένην λύκων δεινῶν, ὧν τὰ θράση κατάβαλε∙ οὐ γὰρ ἐπαύσατο ἔτι καὶ νῦν ἰδού, τῶν αἱρέσεων τὰ σκάνδαλα».
    Στὴ συνέχεια παραθέτουμε τὸν Κανόνα «εἰς τὰς αἱρέσεις» τοῦ Ἰωσήφ πρ. Τυρνόβου, ὁ ὁποῖος ἀναφέρεται σὲ ὅλες τὶς μεγάλες αἱρέσεις, ἰδίως δὲ στὸν Παπισμό, τὴν αἵρεση ποὺ θέλει νὰ συμπνίξει στὰ πλοκάμια του τὴν Ὀρθόδοξη Ἐκκλησία καὶ νὰ τὴν ἀπορροφήσει, χρησιμοποιώντας ὡς ὄχημα τὸν ἐπάρατο οὐνιτικὸ Οἰκουμενισμό, στὸν ὁποῖο συνοδηγοὺς πρὸς τὴν ἀπώλεια ἔχει «ὀρθόδοξους» Ἀρχιερεῖς!

ΦΙΛΟΡΘΟΔΟΞΟΣ ΕΝΩΣΙΣ «ΚΟΣΜΑΣ ΦΛΑΜΙΑΤΟΣ»

(Τὸ πρωτότυπο κείμενο ποὺ στοιχειοθετήσαμε καὶ δημοσιεύουμε, μᾶς τὸ ἔστειλε ὁ Νεκτάριος)




ΙΩΣΗΦ ΠΡΩΗΝ ΤΥΡΝΟΒΟΥ

ΚΑΝΩΝ ΕΙΣ ΤΑΣ ΑΙΡΕΣΕΙΣ

(Ἐκ τοῦ Λαυριωτικοῦ κώδικος λ 197)

Οὗ ἡ ἀκροστοιχίς: Ὕστατος ἦχος, ὕστατον πλέκει μέλος



Ὠιδὴ α΄. Ἦχος πλ. δ΄.  Ἁρματηλάτην Φαραώ

Ἄρειος

Ὑπεραγία ἡ Θεὸν κυήσασα, τὸν συμφυᾶ τῷ Πατρί, μονογενῆ λόγον, σύγχρονον ὁμότιμον, κἂν ὁ παράφρων Ἄρειος, κτίσμα τοῦτον ἐφρόνει, πατρὸς οὐσίας ἀλλότριον, τοῦτον ἐκδυσώπει, σωθῆναί με!

Σαβέλλιος

Σὺ ὑπεδέξω ἐν γαστρὶ παντάνασσα, τρισυποστάτου μιᾷς, ὡς ἀληθῶς ἕνα, τὸν υἱὸν θεότητος, κἂν Σαβέλλιος σύγχισιν, ἀσεβῶς, ἐννοήσας, εἰς ἓν συνείρει τριώνυμον, πρόσωπον τήν θείαν Τριάδα κακῶς.

Μακεδόνιος

Τὸ ἐπὶ σοὶ ἐπισκιάσαν ἄχραντε, ἄκτιστον πνεῦμα Θεοῦ, ὁμοφυές, Λόγῳ καὶ Πᾳτρὶ δοξάζομεν, αὐτοῦ ἐκπορευόμενον, Μακεδόνιον πάντες, ληρεῖν ἀφέντες τὸν λέγοντα, ποίημα καὶ κτίσμα εἶναι αὐτό.

Ἀπολλινάριος

Ἀπ’ οὐρανοῦ συγκαταβὰς ὁ Κύριος ἐν τῇ νηδύϊ ἁγνή, καὶ προσλαβὼν σάρκα ἔννουν τε καὶ ἔμψυχον ἡμῶν τὴν φύσιν ἔσωσεν, οἰμωξάτω δὲ λέγων, ὁ ἄνους Ἀπολλινάριος, ἄνουν τὴν ψυχὴν τοῦ προσλήματος.

Ὠδή γ΄. Οὐρανίας ἁψῖδος.

Νεστόριος

 Τῷ μὴ σὲ Θεοτόκον, ὡς ἀληθῶς λέγοντι, μετὰ Νεστορίου ἀχθήτω ᾅδῃ παντάνασσα, ὅστις ψιλὸν τὸν Χριστόν, εἶναι βροτῶν δογματίζων, Χριστοτόκον ἔλέγε τὴν Θεοτόκον σε.

Μαρκίων

Ὁ ἐκ τῶν σῶν αἱμάτων, σάρκα λαβὼν Δέσποινα, ἀληθὴς Θεὸς οὐ δοκήσει Μαρκίων, ὡς φησίν, ἀσεβεστάτω νοΐ, ὃς καὶ ἀρχὰς ἦγε δύο, τῆς αὐτοῦ αἱρέσεως σῶσόν με πάναγνε.

Εὐνόμιος

Σαῖς λιταῖς, ὦ Παρθένε, ῥῦσαι τὸ σὸν ποίμνιον ἐκ τῶν αἰωνίων βασάνων, ἃς ἀσεβέστατα, ὡς ἐμπαθέστατος πρὸς ἀπειλὴν ἐληρώδει, συγγεγράφθαι πλάσματι μόνῳ Εὐνόμιος.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.

Εὐτυχὴς

Ἡ Εὐτυχοῦς, αἵρεσις τοῦ ματαιόφρονος, μίαν φύσιν ἔλεγεν ἐπὶ Χριστοῦ, καὶ γάρ φυρμὸν ἅμα καὶ τροπὴν γενέσθαι Παρθενε, ἐν ἑκατέραις ταῖς φύσεσι, καὶ μίαν τὴν οὐσίαν, ἐδόξαζον ἀφρόνως, σοῦ Σεβήρῳ οὓς νῦν διαπτύομεν.

Μάνης

Χεὶρ ἡ τοῦ σοῦ, ἄχραντε τέκνου μὲ ἔπλασεν, ὃς καὶ κοσμον ὅλον, συνεστήσατο, εἰ καὶ μανεὶς Μάνης τὰς διττάς, ἀρχὰς ἐπισῆγε, Θεούς τε δύο ἐδίδασκεν, ἀγαθὸν μὲν τὸν ἕνα, πονηρὸν δὲ τὸν ἄλλον, καὶ τὴν κτίσιν συνεμέριζεν.

Τοῦ αὐτοῦ

Οὗτος ἁγνή, ὁ ἄθλιος ὃς καὶ τὴν σάρκωσιν, τοῦ Υἱοῦ σου εἴρηκεν ἐν σχήματι οὐκ ἀληθῆ ταύτην οἰηθείς, καὶ παθεῖν δοκήσει αὐτοῦ ἀθέως ἐδίδασκε, μίαν φύσιν εἰσάγων τῆς θεότητος μόνης· τῆς μανίας οὖν τούτου ῥυσθείημεν.

Ἀπολλινάριος

Σῶμα Χριστοῦ ἄψυχον Ἀπολλινάριος, εἶπεν ὡς ἀρκούσης τοῦτῳ θεότητος, ἀντὶ ψυχῆς σπεύδων δολερῶς, ὅσα ἀνθρωπίνως ὁ Λόγος ἔλεγε ῥήματα, θεότητι προσάπτειν, ἵνα δείξῃ ἐλάττω τὸν Υἱὸν τοῦ Πατρός, ὦ παντάνασσα.

ᾨδὴ ε´. Ἵνα τί με ἀπώσω.

Ὠριγένης

Ὑποδίκῳ κολάσει, ὄντι αἰωνία μοι Κόρη βοήθησον, τὴν γὰρ Ὠριγένους οὐ προσδέχομαι δόξαν διδάσκοντος, χρονικὰ τυγχάνειν εἰς καθαρμὸν ἁμαρτημάτων, τὰ ἐκεῖσε φρικτὰ κολαστήρια.

Κατὰ Διδύμου καὶ Εὐαγρίου

Σὺν Διδύμῳ διδάσκει, πάλιν ὁ Εὐάγριος ψυχῶν προΰπαρξιν, ἐκ τοῦ Ὠριγένους τὴν ἀλλόκοτον δόξαν δεξάμενος, ἀλλ᾿ ἡμῖν τὸ δόγμα τὸ εὐσεβὲς συντηρηθείη, σαῖς πρεσβείαις παντάνασσα ἄτρωτον.

Τῶν αὐτῶν ἐστι δόγμα, αὖθις καὶ τοὺς δαίμονας ἀποκατάστασιν, μέλλειν εἰληφέναι, καὶ ἀνθρώπων τοὺς ἄθεσμα πράξαντας, καὶ μετὰ ἀγγέλων, ἀναπληρῶσαι τὴν ἐννάδα, ἣν μυθευονται γνώμῃ κακόφρονι.

Ὠιδή στ΄.  Ἰλασθητι μοι σωτὴρ

Μαρκίων πάλιν

Ἀνάστασιν ἀσεβῶς, νεκρῶν Μαρκίων οὐκ ἔλεγε, καὶ βάπτισμα δὲ τρισσόν, ἐδίδου τοῖς πταίουσι, ἀλλ᾿ ἡμεῖς ἓν βάπτισμα, καὶ ἀνάστασίν τε θεομῆτορ δεδιδάγμεθα.

Ναυᾶτος

Τὰς τρίβους μοι, ὦ σεμνή, κατεύθυνον πρὸς μετάνοιαν, ἣ ὁ Ναυᾶτος ἡμῖν, ἠρνεῖτο τοῖς πταίουσιν, ὡς μετὰ τὸ βάπτισμα ἀνάξιον τούτην οἰηθεὶς φιλανθρωπία Θεοῦ.

Ἐγκρατευταὶ

Οἷς κλῆσις ἐγκρατευταί, τὸν γάμον ἀπαγορεύουσι, καὶ τῶν ἐμψύχων αὐτοὶ τὴν βρῶσιν βδελύττονται, ἡμᾶς δὲ τοῖς δόγμασι, τοῦ Υἱοῦ σου πάντας στερεώσαις Μητροπάρθενε.

ᾨδὴ ζ΄.  Θεοῦ συγκατάβασιν

Μασσαλιανός

Νοὸς κυριεύειν δή, τοῦ τῶν ἀνθρώπων τὸν σατανᾶν ἀσεβῶς, καὶ ἐν τούτοις οἰκεῖν ἐνυποστάτως μασσαλιανοί, φασί, τῆς πονηρίας τὰ πνεύματα Δέσποινα, σαῖς δὲ λιταῖς Κόρη, ὁ Θεὸς ἐνοικισάτω ἡμῖν.
..........................................................................

Πνευμάτων ἐνέργειαν, τῆς πονηρίας τοῦ σατανᾶ τε ὁμοῦ, συνοικεῖν τῷ ἀνθρώπῳ, διδάσκειν τούτους, καὶ Πνεῦμα τὸ ἀγαθόν, ἐξ ἀφροσύνης μιγνύοντας ἄμικτα, τῆς βλασφημίας 
αὐτῶν ῥῦσαι ἡμᾶς ἀγαθή.

Οἱ αὐτοὶ

Λαλοῦσιν οἱ ἄθεοι, τὰ χείρω φύσει παρομαρτεῖν τοῖς βροτοῖς, καὶ πρὸς τούτῳ δύο ψυχὰς κεκτῆσθαι τὴν μὲν ἀνθρώποις κοινήν, τὴν δ’ αὖ οὐράνιον ἄχραντε, σὺ δὲ ψυχῇ τῇ ἐμῇ δίδου αἱρεῖσθαι καλά.

Οἱ αὐτοὶ

Ἐκτρέπονται Δέσποινα, τὴν ἐργασίαν τὴν τῶν χειρῶν, ὡς πιστοῖς μὴ ἁρμόζουσαν, Παύλου νομοθετοῦντος, μὴ ἐσθίειν, ἀργῶς, καὶ δυνατὸν νῦν τοῦ Πνεύματος δέξασθαι, ὡς ἐν αἰσθήσει φασὶ τὴν ὑπόστασιν.

ᾨδὴ η´. Ἑπταπλασίως κάμινον

Ἀέτιος

Κακῶς φρονῶν Ἀέτιος, μὴ δεῖν φέρειν ἐπέφηνεν, ὑπὲρ τεθνεώτων ὡς μηδέ τι ὄφελος, ἐκ τούτου καρποῦσθαι γάρ, μηδέ πιστεύειν ἔφασκε δεῖν, ἔν τε τῇ τετράδι καὶ  τῇ ἕκτῃ ἀφρόνως, Ἀρείῳ περὶ πίστιν καὶ αὐτὸς ἦν ὁμόφρων, παντάνασσα τῆς τούτου ῥύσαί με ἀσεβείας.

Παῦλος

Ἐξ ἀσεβῶν δογμάτων ἦν, τῶν τοῦ Παύλου Θεόνυμφε, τοῦ Σαμωσατέως, ἐξελοῦ τὴν ποίμνην σου, Υἱὸν τὂν προάναρχον, προφορικὸν γὰρ λόγον εἰπών, καὶ δημιουργὸν τὸν Θεὸν κακῶς πνεῦμα, κεχρῆσθαι ὡς ὁργάνῳ, ἐδογμάτιζε τοῦτο, ἐκ σῆς τε εἰληφέναι τοῦτον ἀρχὴν νηδύος.

Πυρρὸς

Ἱερωτάτων δόγμασι διδασκάλων ἑπομενοι, δύο τὰς θελήσεις, καὶ διπλῆν ἐνέργειαν, Χριστοῦ ἐπιστάμεθα, σὺν τῷ Σεργίῳ Πύρρῳ ληρεῖν, καὶ τοὺς ὁμοδόξους Θεοτόκε ἐῶντες, τοὺς λέγοντας τὴν σάρκα τοῦ Κυρίου ἀφρόνως ἀθέλητον ὑπάρχειν, ἐνέργειαν μή ἔχειν.

Ἀπελλῆς

Μίαν ἀρχὴν κηρύσσει μέν, Ἀπελλῆς, ὦ παντάνασσα, ἕνα τε Θεὸν ὁμολογεῖ ἀνώτατον, τὸν ἕνα δὲ ἕτερον πεποιηκέναι αὖθις φησίν, ὃν ὡς πονηρῶν δημιουργῶν γεγενῆσθαι, τοῦ κόσμου δογματίζει, πονηρὸς ὢν ἐκεῖνος, ἀχάριστόν τε κτίσμα πυρὸς ἄξιον μόνος.

ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τοῦτο.

Εἰκονομάχοι

Εἰκόνων τὴν προσκύνησιν τῶν σεπτῶν, ἀπεκώλυσε Λέων ὁ Ἴσαυρος, οὗτος ἀρχὴ τῶν εἰκονομάχων γὰρ γεγονώς, σὸν χαρακτῆρα πάντιμον καὶ τὸν τοῦ Υἱοῦ σου τὸν τῆς σαρκός, κατέσπα Θεοτόκε, καὶ πάντων τῶν ἁγίων, ἐξ ἀσεβείας ἧς ῥυσθείημεν.

Βογομίλοι

Λαὸν ὃν ἐλυτρώσατο σὸς Υἱός, βδελυρᾶς ῥῦσαι κόρη αἱρέσεως, νεοφανους τῆς τῶν βογομίλων, οἵπερ φασί, τὸ τοῦ ἀνθρώπου σῶμα μέν, μόνον πλάσμα εἶναι τοῦ πονηροῦ, ψυχὴ δὲ αὖ τυγχάνειν, Θεοῦ ἐπουρανίου, κοινῶς δ’ ἀμφοὶν Θεὸν οὐ λέγουσιν.

Οἱ αὐτοί

Οὐκ εἶναι δογματίζουσι τὸν Υἱόν, οὐδὲ Πνεῦμα ἀρχῆθεν τὸ ἅγιον, ὕστερον δέ, γέννημα Πατρὸς γενέσθαι Υἱόν, Υἱοῦ δὲ αὖθις γέννημα, Πνεῦμα τὸ πανάγιον σφαλερῶς, ἡμεῖς τὰ τρία, συνάναρχα νοοῦμεν, καὶ προοκυνοῦμεν Θεονύμφευτε.

Λατῖνοι

Ἐκ πάσης, ὦ παρθένε ποίμνην τὴν σήν, καὶ δεινῆς ἀπιστήσας αἱρέσεως, τῶν Ἰταλῶν δύο μὲν ἀρχὰς ἐπὶ τῆς μίας, δογματιζόντων φύσεως, πνεύματος διττῶς δὲ τοῦ παντουργοῦ, λεγόντων ἐκπορεύσεις, ξένως καὶ ἀσυνήθως, ὧν περ τῆς πλανης ἡμᾶς λύτρωσαι.


ΠΕΡΙ
τῶν ἀρχῆθεν αἰτιῶν καὶ περὶ τῶν ζ´ διαφορῶν τοῦ σχίσματος τῶν Λατίνων πρὸς τοὺς Γραικοὺς ὃν συντόμῳ ἐν σχήματι κανόνος καὶ καθισμάτων.

Κάθισμα α΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ

Κατὰ ἀναίδειαν πολλὴν οἱ Λατῖνοι, τοῦ οὐρανοῦ τε καὶ τῆς γῆς καὶ τοῦ ᾅδου, τὴν ἐξουσίαν νέμουσι τῷ Πάπα κακῶς, πᾶσι κατασείοντες, ὡς βροντὰς κεραυνοὺς τὰς κλείς, Πέτρου ἃς οὐκ ἔλαβε, μόνος ἔχειν ὁ Πάπας, ὡς γεζουΐται λεγουσιν αὐτῷ, μόνῳ δοθῆναι, κἂν τοῦτο σφαλλόμενοι.

Κάθισμα β´.  Ἐπεφάνης σήμερον

Βροντῆς δίκην σείουσι, τὰς κλεῖς τοῦ Πάπα Λατῖνοι, ἀπειλοῦντες ἅπασιν, ὡς κεραυνὸν τὸν τοῦ Διός, ἐπιπεμφθήναι τοῖς Ἕλλησιν, ἂν μὴ τὸ γόνυ ἐκείνῳ συγκάμψωσιν.

Κάθισμα γ´. Ἦχος πλ. δ´. Τὴν οὐράνιον Πύλην.

Οἱ Λατῖνοι τὰς μέμψας διαφυγεῖν, μελετήσαντες ὄντως διακενής· ὅτι κατεμέμφοντο τούτοις πάντες ὡς Ἕλλησιν, οἱ εὐσεβεῖς ἀείποτε τοῦ μὴ λέγειν ὡς ἄτοπον, ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα λαμβάνειν τὴν ὑπαρξιν, ὥσπερ προβολέως, καὶ ἀρχῆς αἰτίου Πατρὸς μόνον πέλοντος· διὰ τοῦτο προσέθεντο τῷ συμβόλῳ τῆς πίστεως, πρόσθσιν τό, καὶ ἐκ τοῦ Υἱοῦ, μέγιστον τὸ σχίσμα ἐργασάμενοι, καὶ κακῷ τὸ κακὸν ἐξεώμενοι.

Κάθισμα δ΄ ὅμοιον

Τὴν προσθήκην δὲ ταύτην οἱ Ἰταλοί, μὴ προσθήκην ὑπάρχειν ὅλως φασίν, ἀλλ᾿ εἶναι ἀνάπτυξιν τοῦ συμβόλου διδάσκουσιν, ἀλλὰ καὶ οὕτω φάσκοντας σαφῶς ἐπλανήθησαν· τῆς γὰρ τρίτης Συνόδου ὁ ὅρος ἐκώλυσε· μὴ προσάγειν ἔτι συλλαβήν, οὔτε λέξιν, τῷ ὅρῳ, τῆς πίστεως, ὡς τελείου ὑπάρχοντος, πανταχοῦ οὖν οἱ ἅγιοι, ἑπόμενοι τῷ θείῳ θεσμω, τοὺς τολμῶντας πρόσθεσιν ἢ μείωσιν, τῷ συμβόλῳ ἐπάγειν κατέκριναν.

Κάθισμά ε΄ ὅμοιον

Τοῦ ὀρθοῦ ὅμως λόγου οἱ ὀπαδοί, μὴ ἀνάπτυξιν ταύτην φασί, καὶ γὰρ τὴν ἀνάπτυξιν ἐγκειμένου νοήματος, συνεπτυγμένου μόνου τελεῖσθαι καθίστηκε, νόημα δὲ τοῖον οὐκ ἔστιν ἐγκείμενον· ἢ συνεπτυγμένον, οὐδαμῶς ἐνυπάρχειν τῷ ὅρῳ τῆς πίστεις· διὸ δῆλον ὡς ἔξωθεν προσετέθη τὸ τόλμημα· ἔστι δὲ προοθηκην προφανὴς τῆς προσθήκης ἔξωθεν ἀείποτε, ἐπακτὴς ἀξιούσης καὶ εἶναι καὶ λέγεσθαι.


Ο ΚΑΝΩΝ

ᾨδὴ α· Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας

Τὸ σχίσμα Λατίνων ἔσχεν ἀρχήν, ἐκ φιλοτιμίας τῆς συνήθους πάλαι αὐτοῖς, καὶ δεινῆς ὀφρῦος ὡς προέφη, ὁ θεοφάντωρ καὶ μέγας Βασίλειος.

Τὸ σκῆπτρον Ῥωμαίων μετατεθέν, πάλαι ἀπὸ Ῥώμης, πρὸς Βυζάντιον νουνεχῶς, ὑπὸ τοῦ μεγάλου Κωνσταντίνου, τοὺς Ἰταλοὺς οὐ μετρίως ἐτάραξεν.

Ὅτε τῷ τῆς Ῥώμης ἀρχιερεῖ, τοῖς ἴσοις πρεσβείοις, συντιμᾶσθαι τὸν Βύζαντος, καὶ τὴν Κωνσταντίνου νέαν Ῥώμην, ἀποκαλεῖσθαι δικαίως ἠξίωσαν.

Τότε τοῖς Λατίνοις μέγα δεινὸν καὶ ὑπεροψία, ὑπερόπταις, οὖσι σαφῶς, ἔδοξε, καὶ φθόνῳ κινηθέντες, πρὸς ἀλλοτρίους ὁδοὺς ἐξετράπησαν.

Ὠιδὴ γ΄.  Οὐρανίας ἀψίδος

Τὸν ἐν Ῥώμῃ προστάτην ὑπερυψοῦν ἔγνωσαν, καὶ τῆς Ἐκκλησίας ἁπάσης ὡς αὐτοκράτορα, θῆναι ἐτόλμησαν τυραννικῶς καὶ βιαίως, τῶν Χριστοῦ προρρήσεων καταφρονήσαντες.

Ἐκκλησίας ἁπάσης, οἱ Ἰταλοὶ ἔστησαν, μίαν κεφαλὴν τερατώδη τὸν σφῶν ἐπίσκοπον, ὡς ἀπὸ τρίποδος, καὶ μανικῆς ἐκ μαινάδος, τὰ λοξὰ προστάγματα τούτου δεχόμενοι.

Κεφαλὴ τερατώδης, ὡς ἀληθῶς πέφυκε, νῦν τῆς Ἐκκλησίας ὁ Πάπας, καὶ γὰρ τοῦ σώματος νοητοῦ πέλοντος, καὶ νοητῆς δεῖται κάρας, τοῦ Χριστοῦ ὡς ἔφησε Παῦλος ὁ ἔνδοξος.  

Αἰσθητὸς δ’ ὢν ὁ Πάπας, τοῦ νοητοῦ σώματος, τῆς καθολικῆς Ἐκκλησίας κάρα οὐ δύναται, ἐπωνομάζεσθαι, τοῦ νοουμένου γὰρ ὅλως, αἰσθητὸν νῦν λέγεσθαι μέρος ἀδύνατον.

Κάθισμα. Τὸ προσταχθὲν μυστικῶς.

Καὶ τὴν προσθήκην ἣν κακῶς περ προσεξεῦρον, αἰτίαν οὖσαν ἀληθῶς πολλῶν σκανδάλων, οὐκ ἠθέλησαν πρῶτον συγκοινολογῆσαι, συνόδῳ συναθροισθείσῃ καθολικῇ, ὡς ἔθος τῇ Ἐκκλησίᾳ τὸ ἐξ ἀρχῆς, ἀλλὰ μόνοι προσέθηκκν, καὶ λάθρα μᾶλλον αὐτήν· τὸ δείξαι γὰρ οὐκ ἔχουσι, τίς ὁ ταύτην προσθέμενος.

Πᾶν δὲ τὸ λάθρα καὶ κρυφῇ ἐν Ἐκκλησία, δογματισθὲν προφανὴς κλοπὴ ὑπάρχει, καὶ κατάδηλος μᾶλλον ἱεροσυλία· ἀλλ᾿ ἵνα καὶ τοὺς ἐλέγχους τούτους φυγεῖν· ἐπλάσαντο πατριάρχας καθ᾿ ἑαυτούς, γυμνοῖς μόνοις ὀνόμασι.

(Τὰ λοιπὰ ἐφθαρμένα)

Ὠιδὴ δ´.  Εἰσακήκοα Κύριε

Οἱ Λατῖνοι θεμέλιον, ἐπὶ ψάμμου θέμενοι ὑπερήφανον, τὴν τοῦ Πάπα κυριότητα, Ἐκκλησίαν πᾶσαν διετάραξαν.
Τὸν χαλάνης ἐτόλμησαν, πύργον ἀνεγεῖραι τὸν ὑπερήφανον, ὧν τὰς γλώσσας μόνος Κύριος, δύναται συγχύσαι καὶ σκεδάσασθαι.

Ἐκκλησίας θεμέλιον, Πέτρον τὸν Ἀπόστολον μόνον λέγουσιν, ἐναντία δογματίζοντες, Παύλῳ τῷ σοφῷ θεοκήρυκι.
Καὶ τὸν τούτου διάδοχον, ὅλως μὴ σφαλῆναί ποτε δυνάμενον, ὡς τοῦ Πέτρου χρηματίζοντα, τῆς διδασκαλίας μόνον μέτοχον.

ᾨδή ε΄.  Ἵνα τί με ἀπώσω

Ταῦτα μάτην, φρονοῦντες, ὅρους τοὺς τῆς πίστεως παρασαλεύουσι, ταῖς καινοτομίαις εἰσηγήσεσι, μόνον ἑπόμενοι, ταῖς διανοίαις ταῖς ἑαυτῶν διαθαρροῦντες, διασπῶσι γραφῆς τὰ νοήματα.

Ἡ στενότης τῆς γλώττης, ἐπὶ τοῦτο ἄνωθεν Λατίνους ἡλαδεν, ὡς μὴ δυναμένους τὴν ὑπόστασιν λέγειν σαφέστατα, ἐπὶ τῆς Τριάδος, ὡς διαφέρει τῆς οὐσίας, διαιρεῖν καὶ συνάπτειν ἀμφότερα.

Οὐδαμῶς ἡ οὐσία, ὡς καὶ οὗτοι βούλονται καὶ ἡ ὑπόστασις, ἔχει ταυτησθῆναι ὡς ἀδύνατον, ὅλως καὶ ἄτοπον, τὸ γὰρ ἐκπορεύειν, καὶ τὸ γεννᾷν καὶ τὸ γεννᾶσθαι, ὑποστάσεων πέλει ἰδίωμα.

Οὐ δυνάμεθα λέγειν, ὅτι ἐκπορεύεται Πνεῦμα τὸ ἅγιον, ἀπὸ τῆς οὐσίας τοῦ Πατρὸς καὶ ἐκ τῆς ὑποστάσεως· εἴη γὰρ ἂν οὕτως, ἐξ ἑαυτοῦ προβεβλημένον, καὶ γὰρ πέλει Πατρὶ ὁμοούσιον.

᾿Ωιδὴ στ΄.  Ἰλάσθητι μοι Σωτῆρ

Τὸ Πνεῦμα ἐκ τοῦ Πατρός, μόνον φασὶν ἐκπορεύεσθαι, τὰ τοῦ Σωτῆρος ῥητά, καὶ οὕτω διδάσκουσιν, ἐνθεαστικώτατα, πάντες οἱ Πατέρες τοὺς Λατίνους ἐκτρεπόμενοι.

Τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ, οὐδείς φησιν ἐκπορεύεσθαι, τῶν διδασκάλων σαφῶς, οὔτε μὴν προέρχεσθαι, κατὰ τὴν ἀΐδιον πρόεισιν ἣν πάντες, τῷ Πατρὶ μόνῳ προσνέμουσιν.

Ἀλλ᾿ οἱ Λατῖνοι ταῖς σφῶν, διδασκαλίαις ἑπόμενοι, φασὶ καὶ ἐκ τοῦ Υἱοῦ, καὶ ἐκ τοῦ γεννήτορος, λαμβάνειν τὴν ὕπαρξιν, ὡς ἀδυνατοῦντος Πατρὸς μόνον πρὸς ἐκπόρευσιν.

Εἰ γὰρ ἀρκεῖ ὁ Πατήρ, πρὸς τὴν τοιαύτην ἐνέργειαν, ματαία ἡ τοῦ Υἱοῦ, αὕτη καὶ παράλογος, ἣν Λατῖνοι λέγουσιν, καὶ γὰρ ἐκ τῶν δύο, τοῦτο εἶπον ἐκπορεύεσθαι.

Ἀλλ᾿ ὡς ἐκ μιᾶς ἀρχῆς, τῶν δύο φασὶ προέρχεσθαι, τῆς μὲν μιᾶς προσεχοῦς, τῆς δ᾿ ἄλλης πυρρότερον, ταῖς σφῶν διαιρέσεσι τῇ θεολογία ξένον δόγμα παρεισάγοντες.

Κοντάκιον. Τὸν τάφον σου Σωτὴρ

Οὐδεὶς τῶν ἱερῶν διδασκάλων τοιαύταις, ἐχρήσατό ποτε, διαιρέσεσιν οὕτω, τὸ γένος δὲ τὸ πάντολμον, τῶν Λατίνων ἐφεύρατο, κακοδαίμονος καὶ σφαλερᾶς διανοίας· ἐφευρέματα, ἀλλοτριόφρονος γνώμης, τοῦ ὅρου τῆς πίστεως.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων

Παῖδες Λατίνων ἐν καμίνῳ, παραπέμποντας τῇ τοῦ καθαρτηρίου· συνωθοῦντος αὐτοὺς τοῦ Πάπα ἐπὶ τοῦτο, ἂν μὴ ἀφθόνως χρήματα, τούτῳ δώσωσι προθύμως.

Μία καὶ αὕτη ἐνυπάρχει, τῶν ἀτόπων ἐφευρέσεων Λατίνοις, χρημάτων σχολὴν συμβάλλουσα τῷ Πάπᾳ, καὶ ἔξοδον μαγειρικήν, καὶ ζωμόν, καὶ καρυκείαν.

Πρόδηλον ὅτι τοῖς Λατίνοις, καὶ αὐτο τὸ πῦρ τὸ τοῦ καθαρτηρίου ἐξ ἀγράφων φωνῶν ἀνήφθη καὶ ὡς σκότος, μετὰ καπνοῦ ἐκάλυψε τὰς ἐκείνων διανοίας.

Οὔτε ἡ πάλαι οὐδ᾿ ἡ νέα, Διαθήκη οὐ διδάσκαλος τῶν πάλαι, ἐφαντάσθη τὸ πῦρ τὸ τοῦ καθαρτηρίου, οὐ χρονικὴν τε κόλασιν, εἰμὴ μόνος Ὠριγένης.

Ὠιδή η´. Τὸν ἐν ὅρει ἁγίῳ δοξασθέντα

Τῶν ἁγίων τὰ πνεύματα Λατῖνοι, μετὰ πότμον εὐθέως ἀπολαύειν, ἐν οὐρανοῖς τὸ τέλειον διδάσκουσιν, ἄνευ τῶν σωμάτων, καὶ οἱ ἁμαρτοῦντες τὴν κόλασιν ὁμοίως.

Παριδόντες τὰς ῥήσεις τῶν ἁγίων, καὶ τοῦ Παύλου τρανῶς ἀναβοώντων, μετὰ ψυχῆς καὶ σώματος ἀντάμειψιν, λαβειν ἐν τῇ κρίσει, ὧν περ νῦν ἐνταῦθα πεπράχασιν οἱ πάντες.

Τῶν ἁγίων ψυχὰς ἐν εὐφροσύνῃ, καὶ ἐν τόπῳ φωτεινοτάτω πέλειν, καὶ σχεῖν ἐλπίδα ἀμετάπτωτον τῆς ἐπαγγελίας, τυχεῖν ἐν τῇ κρίσει φασὶν οἱ θεολόγοι.

Καὶ ἐν τόπῳ ζοφωδεστάτῳ αὖθις, καὶ ἐν λύπῃ καὶ στεναγμῷ ὑπάρχειν, τοὺς ἀμετανοήτως ἐκδημησαντας, καὶ προσδοκωμένους, κολάσεως μετόχους, γενέσθαι αἰωνίου.

Ὠιδὴ θ΄. Ἐξέστη ἐπὶ τοῦτο

Τὸ φῶς τὸ ἀπαστράψαν ἐν τῷ Θαβώρ, οἱ Λατῖνοι κτιστὸν δογματίζουσι, καὶ γάρ φασίν, ἄκτιστον ἐνέργειαν τοῦ Θεοῦ, σωματικοῖς οὐ πέφυκεν, ὄμμασιν ὁρᾶσθαι εἰλικρινῶς, καθάπερ τόδε εἶδον οἱ τρεῖς τῶν ἀποστόλων, Χριστοῦ ὡς ἥλιον ἀστραψαντος.

Καὶ ταῦτα οἱ ἐκείνων σχολαστικοί, οὓς καὶ μᾶλλον χολώδεις ἐξείποιμεν, καὶ γὰρ χολῆς τούτων ἐκ Γομόρρας ἡ σταφυλὴ καὶ κλιμματὶς καὶ ἄμπελος, βότρυν τῆς πικρίας ἀπογεννᾶ, θυμόν καὶ τῆς ἀσπίδος, ἐρεύγεται τὸ στόμα, δηλητηρίου δραστικώτερον.

Ἀρχαίων δὲ Πατέρων ἡ διδαχή, ὀρθοδόξως ἡμῖν ἐδογμάτισε, τὴν ἐν Θαβὼρ ἄκτιστον ἐνέργειαν τοῦ Θεοῦ, καὶ δόξαν καὶ λαμπρότητα, θείαν ὁραθῆναι τοῖς μαθηταῖς, ὡς μὴ ὑπάρχειν ὅλως κτιστόν τι κατ᾿ οὐσίαν, ἐν τῇ ἀκτίστω οὐσιότητι.

Ἰδού σοι τὰς Λατίνων διαφορὰς ἐξεθεμην ἐν σχήματι ᾄσματος, μᾶλλον εἰπεῖν τοῦτο κωμῳδίαν τοαγωδικήν, ἐξ ἀθυμίας γράφω γάρ, κλαίων ὀδυρόμενος τὴν αὐτῶν κακόνοιαν καὶ πλάνην, ἣν ἐξ ἀλαζονείας, ἐν ἑαυτοῖς ἀπεθησαύρισαν.

Ἐξαποστειλάριον. Τοῖς μαθηταῖς

Τοῖς Ἰταλῶν διδάγμασι κατὰ καινοτομίαν, ἐφευρεθεῖσι κάκιστα κατὰ τῆς Ἐκκλησίας, τὸν νοῦν μηδόλως προσέχεις, μάνθανε δὲ καὶ ποῖα, ὑπάρχει κατ’ ἐξαίρεσιν, σφαλερῶς εὑρημένα, καὶ μηδαμῶς, τρέπε τὴν διάνοιαν ἐπὶ τούτοις· ὑπαρχει γὰρ ἀλλότρια, Ἐκκλησίας τοῦ τόπου.

Ὡς βάσιν καὶ θεμέλιον πάνυ σεσαθρωμένον, τιθέασι τήν, ὥς φασιν ἐξουσίαν τοῦ Πάπα, ἐξ ἧς ἀρτῶσι τὰ πάντα, δεύτερον δὲ τὸ Πνεύμα, ὑπάρχειν κατ᾿ ἐκπόρευαιν ἐκ τοῦ Πατρός καὶ Υἱοῦ τε, καὶ τρίτον πῦρ, ὅπερ καθαρτήριον ὠνομάσθη, κρίσιν καὶ ἀνταπόδοσιν, νῦν ὑπαρχειν θανοῦσι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.