Μ. Ἀθανάσιος:
Δὲν μποροῦμε νὰ ἀποδίδουμε στὸ Θεὸ λέξεις, ποὺ δὲν ὑπάρχουν στὴν Ἁγία Γραφή.
Ζηζιούλας Ἰω., μητροπ.
Περγάμου:
Ὁ Θεὸς Πατὴρ εἶναι ...«Πρῶτος»!!!
Ὁ κ. Ζηζιούλας ἐπὶ τῷ ἔργῳ τῆς βλασφημίας τῆς Ἁγίας Τριάδος.
Τὰ ὅσα βλάσφημα περὶ Ἁγίας Τριάδος λέγει ὁ μητροπολίτης Περγάμου [τὰ ὁποῖα κατήγγειλαν ἐπισήμως 300 μέλη τῆς Ἐκκλησίας καὶ ἡ ἀδρανοῦσα Ἱ. Σύνοδο ...ἔθαψε(!) στὸ Ἀρχεῖο της] μπορεῖτε νὰ τὰ παρακολουθήσετε σὲ βίντεο, στὴν παρακάτω διεύθυνση (ἰδιαίτερα ἀπὸ τὸ 26ο λεπτό καὶ μετά):
http://amethystosbooks.blogspot.gr/2013/02/blog-post_9372.html
Τὸ νὰ προσθέτουμε λέξεις καὶ ἔννοιες στὰ τῆς
Ἁγίας Τριάδος,
οἱ Πατέρες τὸ ἔχουν ἀπαγορεύσει ὡς ἀνοίκειον. Διότι
δὲν γνωρίζουμε
ποιά
προβλήματα μπορεῖ αὐτὸ νὰ προκαλέσει στὸ Δόγμα τῆς Ἐκκλησίας.
Ἔτσι κατὰ τὸν Μ. Ἀθανάσιον τέτοιες ἐκφράσεις περὶ
Ἁγίας Τριάδος,
ὅπως ὁ ὅρος «Πρῶτος» γιὰ τὸν Πατέρα, ποὺ
ἀναφέρεται στὶς ἐνδοτριαδικὲς σχέσεις καὶ ποὺ δὲν περιέχεται στὴν Ἁγία Γραφή,
αὐτὴ τὴν χρήση «ἡ εὐσέβεια οὐκ ἐπιτρέπει λέγειν», ἔστω κι ἂν γιὰ τὴ λογική μας αὐτὸ
φαίνεται εὔλογο.
Τὸ παρακάτω κείμενο τοῦ Μ. Ἀθανασίου, (διάλογος μεταξὺ Ὀρθοδόξου καὶ αἱρετικοῦ ), ἂν καὶ
ἀμετάφραστο, εἶναι εὔγλωττο.
Ἀνόμ. Ἅμα οὖν λέγεις ὑπάρχειν Πατέρα καὶ Υἱόν;
Ὀρθ. Ἅμα λέγω.
Ἀνόμ. Δύο οὖν ἀγένητα λέγεις;
Ὀρθ. Ἐγὼ Πατέρα καὶ Υἱὸν λέγω· τί δέ ἐστιν ἀγένητον, οὐκ ἐδιδάχθην ἀπὸ τῶν θείων Γραφῶν.
Ἀνόμ. Οὐκ ἔστιν οὖν ὁμολογούμενον, ὅτι ὁ Πατὴρ τοῦ Χριστοῦ οὐκ
ἔστι γενητός;
Ὀρθ. Ὡμολόγηται καὶ παρ' ἐμοῦ.
Ἀνόμ. Ὁ δὲ μὴ γεγονὼς καὶ ὑπάρχων ἀγενήτως ὑπάρχει· ἀγένητος
ἄρα.
Ὀρθ. Ὅτι μὲν οὐκ ἐγένετο, οἶδα· ἀγένητον δὲ αὐτὸν λέγειν, οὐκ ἐδιδάχθην ὑπὸ τῆς θείας Γραφῆς, ἀλλὰ
Πατέρα.
Ἀνόμ. Εἰ οὐκ ἐγένετο ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, ἀγενήτως ὑπάρχει·
ὁ δὲ ἀγενήτως ὑπάρχων ἀγένητός ἐστιν.
Ὀρθ. Ἀλλ' οὐκ εἶπεν ἡ Γραφὴ τὸ
ἀγένητον, τὸ δὲ Πατέρα αὐτὸν εἶναι εἶπε. Κἀκεῖνο λέγω, ὃ ἡ Γραφὴ εἶπε, καὶ οὐχὶ ὃ τῇ ἐννοίᾳ τῶν
ἀνθρώπων ὑποπίπτει. Καὶ γὰρ ἄλλα πολλά ἐστιν, ἃ ταῖς ἐννοίαις ἡμῶν ὑποπίπτει,
καὶ ὡς ἀπρεπῆ λέγειν αὐτὰ περὶ Θεοῦ
παραιτούμεθα, ἐπειδὴ οὐδὲ ἡ Γραφὴ εἶπεν.
Ἀνόμ. Οἷον; ὡς τί εἰπέ.
Ὀρθ. Ὅτι ἡμεῖς εὐχόμεθα προκόπτειν ἐπί τι βέλτιον, δῆλόν ἐστιν·
ὁ δὲ Θεὸς οὐ προκόπτει· οὐδὲν γὰρ αὐτῷ λείπει.
Ἀνόμ. Οὐδὲν αὐτῷ λείπει.
Ὀρθ. Οὐ χρείαν οὖν ἔχει τοῦ προκόπτειν.
Ἀνόμ. Οὐ χρείαν ἔχει.
Ὀρθ. Οὐδεὶς ἡμῶν, διὰ τὸ μὴ προκόπτειν αὐτὸν, ἀπρόκοπτον λέγει
αὐτόν, ἀλλ' ὡς ἀναξίαν τοῦ Θεοῦ τὴν φωνὴν παραιτούμεθα. Οὕτως οὐδὲ τὸ ἀγένητον
ἄξιον εἶναι τοῦ Θεοῦ λέγομεν· εἰ γὰρ ἦν ἄξιον, εἶπεν ἂν αὐτὸ ἡ θεία Γραφή.
Ἀνόμ. Ἐγένετο οὖν ὁ Θεός; εἰπὲ, καὶ ὑπὸ τίνος ἐγένετο;
Ὀρθ. Εἰ διὰ τοῦτο ἀγένητον αὐτὸν δεῖ λέγειν, ἐπειδὴ ὑπ' οὐδενὸς ἐγένετο,
εἰπὲ αὐτὸν καὶ ἄπιστον, ἐπειδὴ εἰς οὐδένα πιστεύει· εἰπὲ καὶ ἀσεβῆ, ἐπειδὴ
οὐδένα σέβεται. Εἰ δὲ ταῦτα ἡ μὲν ἔννοια ὑποβάλλει, ἡ δὲ εὐσέβεια οὐκ ἐπιτρέπει
λέγειν· οὕτω καὶ τὸ ἀγένητον, κἂν δοκῇ ταῖς ἐννοίαις ἡμῶν ὑποπίπτειν, ἀλλ' ἡ
εὐσέβεια οὐκ ἐπιτρέπει λέγειν. Εἰ δὲ μή, εἶπεν αὐτὸ πάντως ἡ Γραφή.
Ἀνόμ. Οὐ λέγεις οὖν ἀγένητον τὸν ἐπὶ πάντων Θεόν;
Ὀρθ. Εἰ γέγραπται, λέγω· εἰ
δὲ οὐ γέγραπται, οὐκ ἔχω ἀνάγκην εἰπεῖν. Καὶ ὅτι οὐ πάντως τὰ ταῖς ἐννοίαις
ἡμῶν ὑποπίπτοντα δεῖ λέγειν, ἔξεστι καὶ ἄλλως γνῶναι. Παρὰ πάντων ἡμῶν
ὡμολόγηται, ὅτι ὁ Θεὸς ἀόρατός ἐστι, τοῦ ἁγίου Παύλου λέγοντος· «Ἀφθάρτῳ,
ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ.» Ὁ δὲ ἄφθαρτος οὐχ ἑαυτῷ μὲν φθαρτός ἐστιν, ἄλλοις δὲ
ἄφθαρτος, ἀλλὰ καὶ πᾶσι καὶ ἑαυτῷ ἄφθαρτός ἐστιν.
Ἀνόμ. Καὶ πάνυ.
Ὀρθ. Οὐκοῦν, ἐπειδὴ συνῆπται τῷ ἀφθάρτῳ τὸ ἀόρατον, εἴπωμεν καὶ
αὐτὸν ἑαυτῷ ἀόρατον εἶναι τὸν Θεόν. Καὶ ἐψεύσαντο τὰ Εὐαγγέλια καθ' ὑμᾶς,
λέγοντα· «Ὁ ὢν παρὰ τοῦ Πατρός, αὐτὸς ἑώρακε τὸν Πατέρα». Εἰ δὲ ὁ ὢν παρὰ τοῦ
Πατρὸς ὁρᾷ τὸν Πατέρα, καὶ ὁ Πατὴρ αὐτὸς ἑαυτὸν ὁρᾷ, ὅ ἐστι, καὶ λέγεται, καὶ
πιστεύεται εἶναι ἀόρατος, οὐχ ἑαυτῷ, οὐδὲ τῷ ἐξ αὐτοῦ Υἱῷ, οὐδὲ τῷ παρ' αὐτοῦ
ἁγίῳ Πνεύματι, ἀλλὰ πάσῃ τῇ κτίσει.
Ἀνόμ. Νῦν μανθάνω, ὅτι ὃ πᾶσιν ἀνθρώποις ἐστὶν ὡμολογημένον,
τοῦτο ὑμεῖς οὐ πιστεύετε.
Ὀρθ. Ποῖον;
Ἀνόμ. Ὅτι ἀγένητός ἐστιν ὁ Θεός, πάντες ἄνθρωποι, οἱ νοῦν ὀρθὸν
ἔχοντες, ὁμολογοῦσιν, ὑμεῖς δὲ οὐ δέχεσθε.
Ὀρθ. Οὐ λέγω, ὅτι τὸ ἀγένητον αὐτὸν ὁμολογεῖν ἀπαράδεκτόν ἐστιν ἡμῖν· ἀλλ'
ὅτι κἂν δοκῇ ταῖς ἐννοίαις ἡμῶν ὑποπίπτειν, ἀλλ' ὅμως ὡς
οὐδαμοῦ τῆς θείας Γραφῆς κειμένην τὴν φωνὴν οὐκ ἀναγκαῖον λέγειν. Εἰ γὰρ ἦν
ἀναγκαῖον, εἶπεν ἂν αὐτὸ ἡ θεία Γραφή.
Ἀνόμ. Γενητὸν οὖν εἴπωμεν αὐτόν;
Ὀρθ. Ὁ λέγων αὐτὸν γενητὸν ἀσεβεῖ. Εἶπε γὰρ ἡμῖν ἡ Γραφή, τίνα
ἐστὶ τὰ γενητά, καὶ τίς ὁ τούτων γενεσιουργός. Ὁ δὲ λέγων αὐτὸν ἀγένητον, ὃ οὐκ
εἶπεν ἡ Γραφή, περιττολογεῖ.
Ἀνόμ. Εἰ οὐκ ἔστι γενητός, ἀγένητός ἐστιν.
Ὀρθ. Κἂν ἀνθρωπίνη διάνοια τοῦτο νοεῖν ποιῇ, ἀλλ' οὐχ οὕτως ἡ
θεία Γραφὴ ἐδίδαξεν· ἀλλ' ἀκούεις αὐτῆς λεγούσης· καὶ «Καθόσον ἀπέχουσιν
ἀνατολαὶ ἀπὸ δυσμῶν, τοσοῦτον ἀπέχουσι τὰ διανοήματα ὑμῶν ἀπὸ τῶν διανοημάτων μου».
Εἰ δὲ νομίζει Εὐνόμιος εὑρηκέναι, τὸ τί ἐστιν ὁ Θεός, ἐκ τοῦ μὴ εἶναι αὐτὸν
γενητόν, μηδὲ ἔχειν γενεσιουργόν, λεγέτω αὐτὸν καὶ ἄθεον, ἐπειδὴ Θεὸν οὐκ ἔχει.
Ἀλλ' εἰ οὐ δεῖ λέγειν τοῦτο, κἂν ὑποπίπτῃ ταῖς ἐννοίαις ἡμῶν· μηδὲ τὸ ἀγένητον
λεγέσθω, κἂν ὑποπίπτῃ ταῖς ἐννοίαις ἡμῶν.
Ἀνόμ. Ἐγένετο οὖν ὁ Θεός;
Ὀρθ. Οὐκ ἐγένετο.
Ἀνόμ. Ἀγένητος οὖν ἐστιν;
Ὀρθ. Ἔχει Θεὸν ὁ Θεός;
Ἀνόμ. Ὁ ἀγένητος οὔ.
Ὀρθ. Ἄθεος οὖν ἐστι. Καὶ ὁρᾷς, πῶς μειρακιώδη καὶ ἀνδραποδώδη εἰσὶν ὑμῶν τὰ διανοήματα; Διὸ μᾶλλον ἀκολουθοῦντες τῇ θείᾳ Γραφῇ, εἴπωμεν Πατέρα, καὶ Υἱόν, καὶ ἅγιον Πνεῦμα, Θεόν· καὶ οὐ φοβούμεθα περὶ τὴν πίστιν ναυαγῆσαι. Τὸ γὰρ ἀγένητον εὕρεσίς ἐστιν ἀετοῦ πετομένου, ζητοῦντος βοράν, οὗ ἴχνος ἐρηρεισμένον οὐχ εὑρίσκεται· οὐ γὰρ ἔχει ἐν τῇ Γραφῇ, οὗ στήσει τοὺς πόδας.
(Μ. Ἀθανασίου, Διάλογος περὶ τῆς Ἁγίας Τριάδος, ἐν ᾧ
διαλέγονται ὀρθόδοξος καὶ Ἀνόμοιος Ἀρειανιστής, P.L.G., De sancta trinitate
(dialogi
1, 3, 5) [Sp.]
: Volume
28, page
1161, line
8– page
1164, line
45).
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.