ΕΟΡΤΗ ΤΗΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ
ΤΟΥ ΣΩΤΗΡΟΣ
Τῇ Ϛ '
τοῦ αὐτοῦ μηνός, Ἀνάμνησις
τῆς θείας
Μεταμορφώσεως
τοῦ Κυρίου
καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ
Χριστοῦ.
Στίχοι
Θαβὼρ ὑπὲρ πᾶν γῆς ἐδοξάσθη μέρος,
Ἰδὸν Θεοῦ λάμψασαν ἐν δόξῃ φύσιν...
Ὁ Οἶκος
Ἐγέρθητε
οἱ νωθεῖς, μὴ πάντοτε
χαμερπεῖς, οἱ
συγκάμπτοντες εἰς γῆν τὴν
ψυχήν μου λογισμοί, ἐπάρθητε
καὶ ἄρθητε
εἰς ὕψος
θείας ἀναβάσεως,
προσδράμωμεν Πέτρῳ
καὶ τοῖς
Ζεβεδαίου, καὶ ἅμα ἐκείνοις
τὸ Θαβώριον
ὄρος προφθάσωμεν,
ἵνα ἴδωμεν
σὺν αὐτοῖς τὴν δόξαν
τοῦ Θεοῦ ἡμῶν,
φωνῆς δὲ ἀκούσωμεν,
ἧς περ ἄνωθεν
ἤκουσαν, καὶ ἐκήρυξαν,
τοῦ
Πατρὸς τὸ ἀπαύγασμα.
Ἀπὸ τὰ Στιχηρὰ Προσόμοια τῶν Αἴνων
Πρὸ τοῦ τιμίου Σταυροῦ σου καὶ τοῦ πάθους, λαβὼν οὓς προέκρινας τῶν Ἱερῶν Μαθητῶν, πρὸς τὸ Θαβώριον Δέσποτα, ἀνῆλθες ὄρος, δεῖξαι θελήσας τούτοις τὴν δόξαν σου, οἳ καὶ κατιδόντες σε μεταμορφούμενον, καὶ ὑπὲρ ἥλιον λάμψαντα, πρηνεῖς πεσόντες, τὴν δυναστείαν σου κατεπλάγησαν, ἀναβοῶντες΄ Σὺ τὸ ἄχρονον, φῶς ὑπάρχεις Χριστὲ καὶ ἀπαύγασμα, τοῦ Πατρός, εἰ καὶ θέλων, σάρξ ὡράθης ἀναλλοίωτος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.