Πέμπτη 30 Ιανουαρίου 2014

ΤΩΝ ΤΡΙΩΝ ΙΕΡΑΡΧΩΝ




ορτάζει σήμερον ἡ Ἐκκλησία, τὴν σεπτὴν πανήγυριν, τῶν Διδασκάλων τῶν τριῶν· καὶ γὰρ αὐτοὶ ἐστερέωσαν, τὴν Ἐκκλησίαν αὐτῶν θείοις δόγμασιν.
ν λειμῶνι τῶν Γραφῶν, καθάπερ μέλισσαι Σοφοί, προσιπτάμενοι ὑμεῖς, περιεδρέψασθε καλῶς,
καὶ τῶν ἀνθέων τὰ ἄριστα καὶ τὸ μέλι,
πᾶσι τοῖς πιστοῖς τῶν διδαγμάτων ὑμῶν, προτίθεσθε ὁμοῦ, εἰς πανδαισίαν αὐτῶν,
καὶ διὰ τοῦτο ἅπας γλυκαινόμενος,
μετ' εὐφροσύνης κραυγάζει· Πάρεστε πάλιν,
καὶ μετὰ πότμον, τοῖς ὑμᾶς εὐφημοῦσι Μακάριοι. 
Φωστῆρες ὑπέρλαμπροι, τῆς Ἐκκλησίας Χριστοῦ,
τὸν κόσμον ἐφωτίσατε, ταῖς διδαχαῖς ὑμῶν,
Πατέρες θεόσοφοι,
τήξαντες τὰς αἱρέσεις, πάντων τῶν κακοδόξων,
σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις,
διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.
Τρικυμίας τῶν παθῶν, ὁ ἀσυνείδητος ἐγώ, χειμαζόμενος Ἁγνή, ἐπικαλοῦμαί σε θερμῶς· Μή με παρίδῃς τὸν δείλαιον ἀπολέσθαι, ἄβυσσον ἐλέους ἡ τέξασα, πλήν σου γὰρ ἄλλην ἐλπίδα οὐ κέκτημαι. Μὴ οὖν ἐχθροῖς ἐπίχαρμα καὶ γέλως, ὁ πεποιθώς σοι ὀφθήσομαι· καὶ γὰρ ἰσχύεις, ὅσα καὶ βούλει, ὡς Μήτηρ οὖσα τοῦ πάντων Θεοῦ. 
Τῶν Τριῶν τούτων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ πάντων τῶν Ἁγίων, τὰς τῶν αἱρέσεων ἐπαναστάσεις κατάβαλε, καὶ ἡμᾶς ἐν ὁμονοίᾳ καὶ εἰρηνικῇ καταστάσει διαφύλαξον, καὶ τῆς οὐρανίου σου Βασιλείας ἀξίωσον. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. Ἀμήν.





ν λειμῶνι τῶν Γραφῶν, καθάπερ μέλισσαι Σοφοί, προσιπτάμενοι ὑμεῖς, περιεδρέψασθε καλῶς,
καὶ τῶν ἀνθέων τὰ ἄριστα καὶ τὸ μέλι,
πᾶσι τοῖς πιστοῖς τῶν διδαγμάτων ὑμῶν, προτίθεσθε ὁμοῦ, εἰς πανδαισίαν αὐτῶν,
καὶ διὰ τοῦτο ἅπας γλυκαινόμενος,
μετ' εὐφροσύνης κραυγάζει· Πάρεστε πάλιν,
καὶ μετὰ πότμον, τοῖς ὑμᾶς εὐφημοῦσι Μακάριοι. 

Φωστῆρες ὑπέρλαμπροι, τῆς Ἐκκλησίας Χριστοῦ, τὸν κόσμον ἐφωτίσατε, ταῖς διδαχαῖς ὑμῶν, Πατέρες θεόσοφοι, τήξαντες τὰς αἱρέσεις, πάντων τῶν κακοδόξων, σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις,
διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.


Τρικυμίας τῶν παθῶν, ὁ ἀσυνείδητος ἐγώ, χειμαζόμενος Ἁγνή, ἐπικαλοῦμαί σε θερμῶς· Μή με παρίδῃς τὸν δείλαιον ἀπολέσθαι, ἄβυσσον ἐλέους ἡ τέξασα, πλήν σου γὰρ ἄλλην ἐλπίδα οὐ κέκτημαι. Μὴ οὖν ἐχθροῖς ἐπίχαρμα καὶ γέλως, ὁ πεποιθώς σοι ὀφθήσομαι· καὶ γὰρ ἰσχύεις, ὅσα καὶ βούλει, ὡς Μήτηρ οὖσα τοῦ πάντων Θεοῦ. 


Τῶν Τριῶν τούτων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ πάντων τῶν Ἁγίων, τὰς τῶν αἱρέσεων ἐπαναστάσεις κατάβαλε, καὶ ἡμᾶς ἐν ὁμονοίᾳ καὶ εἰρηνικῇ καταστάσει διαφύλαξον, καὶ τῆς οὐρανίου σου Βασιλείας ἀξίωσον. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.