OΡΘΡΟΣ
ΕΩΘΙΝΟΝ ΙΑ΄
Φανερῶν σεαυτόν,
τοῖς Μαθηταῖς σου Σωτὴρ
μετὰ τὴν Ἀνάστασιν,
Σίμωνι δέδωκας
τὴν τῶν προβάτων νομήν,
εἰς ἀγάπης ἀντέκτισιν,
τὴν τοῦ ποιμένειν
φροντίδα αἰτῶν.
Διὸ καὶ ἔλεγε·
Εἰ φιλεῖς με Πέτρε,
ποίμαινε τὰ ἀρνία μου,
ποίμαινε τὰ πρόβατά μου.
Ὁ δὲ εὐθέως ἐνδεικνύμενος
τὸ φιλόστοργον,
περὶ τοῦ ἄλλου Μαθητοῦ ἐπυνθάνετο.
Ὧν ταῖς πρεσβείαις Χριστέ,
τὴν ποίμνην σου διαφύλαττε,
ἐκ λύκων λυμαινομένων αὐτήν.
ΘΕΙΑ
ΛΕΙΤΟΥΡΓΙΑ
Ἀπὸ τὸ Ἀποστολικὸ Ἀνάγνωσμα
«Καὶ μὴ συγκοινωνεῖτε
τοῖς ἔργοις τοῖς ἀκάρποις
τοῦ σκότους,
μᾶλλον δὲ καὶ ἐλέγχετε·
τὰ γὰρ κρυφῇ γινόμενα ὑπ᾽ αὐτῶν
αἰσχρόν ἐστιν καὶ λέγειν».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.