Πέμπτη 27 Νοεμβρίου 2014

Για όσους "κοινωνούν" με τους αιρετικούς Οικουμενιστές και καμώνονται πως δεν το καταλαβαίνουν!



 Ἡ συγκεκριμένη θέση τοῦ μητροπ. Γόρτυνος ἐδῶ
καὶ
Ὅλο τὸ σχετικὸ κείμενο ἀπὸ τὸ Μ. Βασίλειο:
Μ. Βασιλείου, ΠΕΡΙ ΒΑΠΤΙΣΜΑΤΟΣ Λόγος β΄. 
  ΕΡΩΤΗΣΙΣ Θʹ.

Εἰ χρὴ συγκοινωνεῖν τοῖς παρανομοῦσιν, ἦ τοῖς ἀκάρποις ἔργοις τοῦ σκότους, κἂν μὴ ὦσι τῶν ἐμοὶ πιστευθέντων οἱ τοιοῦτοι.

ΑΠΟΚΡΙΣΙΣ.

Παράνομος μέν ἐστιν πᾶς ὁ μὴ ὁλόκληρον τὸν νόμον φυλάξας, ἢ καὶ ὁ μίαν ἐντολὴν παραβάς. Ἐν γὰρ τῇ ἐλλείψει καὶ τοῦ μικροῦ τὸ πᾶν κινδυνεύει. Τὸ γὰρ παρ' ὀλίγον γεγονὸς οὐ γέγονεν. Ὥσπερ γὰρ ὁ παρ' ὀλίγον ἀποθανὼν οὐκ ἀπέθανεν, ἀλλὰ ζῇ, καὶ ὁ παρ' ὀλίγον ζήσας οὐ ζῇ, ἀλλὰ ἀπέθανε...· οὕτως ὁ παρ' ὀλίγον φυλάξας τὸν νόμον οὐκ ἐφύλαξεν, ἀλλ' ἔστι παράνομος. Διὸ καὶ ἀναγκαῖον ἐπὶ τῶν παρανομούντων, κἂν γνήσιοι εἶναι δόξωσι, πείθεσθαι τῷ Ἀποστόλῳ εἰπόντι, ποτὲ μέν, «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, ἢ μέθυσος, ἢ λοίδορος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν·» παρατηρητέον δὲ ἐνταῦθα, ὅτι οὐχὶ τὸν τὰ πάντα ὄντα ἀφώρισε καὶ αὐτῆς τῆς κοινῆς διαίτης, ἀλλὰ καὶ τὸν ἕν τι ὄντα ἐκ πάντων, ἐν τῷ μὴ εἰπεῖν, «Τούτῳ,» ἀλλά, «Τῷ τοιούτῳ»· ποτὲ δέ, «Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία· δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ (καὶ γὰρ καθολικώτερον ἐπήγαγεν) ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν»· καὶ πάλιν· «Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ' ἡμῶν»· καὶ ἀλλαχοῦ ὁμοίως.

Τὸ δὲ μὴ συγκοινωνεῖν τοῖς ἔργοις τοῖς ἀκάρποις· ἵνα σαφῶς γνῶμεν τί ἐστι, πρῶτον καταμάθωμεν κατὰ τίνων πραγμάτων κεῖται τὸ ὄνομα τοῦ ἀκάρπου· πότερον κατὰ τῶν κατεγνωσμένων μόνον, ἢ καὶ κατὰ τῶν ἐπαινετῶν μέν, μὴ ἐξ ὑγιοῦς δὲ διαθέσεως γινομένων.

Ἐν μὲν οὖν τῇ Παλαιᾷ Διαθήκῃ ὁ προφήτης ἐν τῇ τοῦ δένδρου παραβολῇ περὶ τῶν ἁγίων εἶπεν· «Ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ»· ὁ δὲ Σολομών φησιν· «Ἔργα δικαίων ζωὴν ποιεῖ· καρποὶ δὲ ἀσεβῶν ἁμαρτίαι», Ὡσηὲ δὲ λέγει· «Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε καρπὸν ζωῆς·» καὶ ὁ Μιχαίας· «Καὶ ἔσται ἡ γῆ εἰς ἀφανισμὸν μετὰ τῶν κατοικούντων ἐν αὐτῇ, ἀπὸ καρπῶν ἐπιτηδευμάτων αὐτῶν·» καὶ ἄλλοι προφῆται ἄλλα πλείονα. Ἀλλὰ ταῦτα μὲν ὡς λύχνος λαμπέτω· τὸ δὲ φῶς τὸ ἀληθινὸν, ὁ τῆς δικαιοσύνης ἥλιος, αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τρανότερον παρίστησι λέγων· «Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιεῖν·» καὶ ἀλλαχοῦ ὁμοίως.

Ἔχοντες οὖν τὸ τῶν καρπῶν ὄνομα ἐπὶ τοῖς ἀλλήλων ἐναντίοις ὁμοίως κείμενον, λοιπὸν καταμάθωμεν, ποῖοι μέν εἰσι δένδρα ἄκαρπα, τίνα δὲ ὁ Ἀπόστολος λέγει ἔργα ἄκαρπα. Τὰ μὲν οὖν ἄκαρπα δένδρα δηλοῦνται ἡμῖν παρὰ Ἰωάννου τοῦ Βαπτιστοῦ, εἰπόντος τοῖς καταξιωθεῖσι τοῦ βαπτίσματος εἰς ἄφεσιν τῶν ἁμαρτιῶν, καὶ καθαρισθεῖσιν ἀπὸ παντὸς ρύπου· «Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας·» καὶ μετ' ὀλίγα ἐπιφέροντος· «Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται·» τηλαυγέστερον δὲ ὁ Κύριος διδάσκει, λέγων τοῖς μὲν ἐκ δεξιῶν ἑστῶσι, «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου»· καὶ τοὺς ἀγαθοὺς αὐτῶν καρποὺς δεικνύων ἐν τοῖς ἐπιφερομένοις· τοὺς δὲ ἐξ ἀριστερῶν πέμπων εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· οἷς οὐχ ἁμαρτίας ἐργασίαν ἐγκαλεῖ, ἀλλ' ἀργίαν καρπῶν ἀγαθῶν. «Ἐπείνασα γάρ, φησί, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν», καὶ τὰ ἑξῆς· ἥτις ἀργία τῆς μερίδος ἐποίησεν αὐτοὺς γενέσθαι τῶν ἁμαρτωλῶν, οἵτινες ἄγγελοι τοῦ διαβόλου καλοῦνται παρὰ τοῦ Κυρίου.

Τῆς διαφορᾶς οὖν φανερωθείσης τῶν τὰ ἐναντία καρποφορούντων, καὶ ἀκάρπων, λοιπὸν ἴδωμεν, τίνα ἐστὶ μάλιστα ἃ λέγει ὁ Ἀπόστολος ἔργα ἄκαρπα.

Ἐγὼ δὲ λογιζόμενος οὐχ εὑρίσκω μεταξὺ τοῦ νομίμως καὶ εὐαρέστως τῷ Θεῷ τὴν ἐντολὴν ἐργαζομένου, καὶ τοῦ τὸ κακὸν ἐργαζομένου, καὶ τοῦ μηθ' ἕτερον ποιοῦντος, εἰ μὴ τοὺς ποιοῦντας τὸ ἀγαθόν, μὴ εὐαρέστως δὲ τῷ Θεῷ κατά τι τῶν προειρημένων ἐν τῷ ἐρωτήματι, εἰ εὐπρόσδεκτόν ἐστιν ἔργον ἐντολῆς μὴ κατ' ἐντολὴν γινόμενον, περὶ ὧν ὁ Κύριος λέγει, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Ὡς αἱ πέντε μωραὶ παρθένοι, αἵτινες μαρτυροῦνται ὑπ' αὐτοῦ τοῦ Κυρίου, ὅτι τε παρθένοι, καὶ ὅτι τὰς λαμπάδας ἐκόσμησαν, καὶ ὅτι ἀνῆψαν, τουτέστιν, ὁμοίως εἰργάσαντο ταῖς φρονίμοις, καὶ ἐξῆλθον εἰς ἀπάντησιν τοῦ Κυρίου, καὶ κατὰ πάντα ὁμοίως ταῖς φρονίμοις τὴν σπουδὴν ἐπεδείξαντο, διὰ δὲ μόνην τὴν ἔλλειψιν τοῦ ἐν τοῖς ἀγγείοις ἐλαίου τοῦ σκοποῦ ἀποτυχοῦσαι, καὶ τῆς εἰσόδου τοῦ νυμφῶνος ἐκκλεισθεῖσαι. Καὶ ὡς ἐκ τῶν δύο τῶν ὄντων ἐν τῷ μυλῶνι, καὶ ἐπὶ τῆς αὐτῆς κλίνης οἱ ἀφιέμενοι. Ἐφ' ὧν τάχα τὴν αἰτίαν ἐσίγησεν ὁ Κύριος, ἵνα ἐπὶ παντὸς πράγματος, ἐπὶ μικρᾷ γοῦν ἐλλείψει τοῦ πρέποντος, καὶ μάλιστα τῆς εἰλικρινοῦς ἀγάπης, ὡς ὁ Ἀπόστολος ἐδίδαξε, τὸ μὴ εὐάρεστον δείξῃ. Ἄκαρπον τοίνυν τὸ τῶν ἔργων κατὰ τί συμβαίνει γίνεσθαι γνωρίζοντες, φυλαξώμεθα παρὰ μηδὲν τὴν νόμιμον ἄθλησιν τῆς πρὸς Θεὸν εὐαρεστήσεως ἀθλεῖν, ἀλλ' ἐν παντὶ συνιστᾷν ἑαυτούς, ὡς Θεοῦ διακόνους.

Οὐ μόνον δέ, ἀλλὰ μήτε συγκοινωνεῖν τοῖς τοιούτοις, ὡς ὁ ἐν Χριστῷ λαλῶν Παῦλος ὁριστικῶς ἀπεφήνατο λέγων· «Μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους τούτου». Τὸ δέ, «Μᾶλλον δὲ καὶ ἐλέγχετε», ἐπενεγκών, τέως τὸν τρόπον τοῦ μὴ συγκοινωνεῖν ἐδίδαξε.

Τί δέ ἐστι τὸ συγκοινωνεῖν, ἢ καὶ κατὰ πόσους τρόπους τοῦτο γίνεται, καταμάθωμεν. Μνημονεύων οὖν ἐν μὲν ταῖς Παροιμίαις τοῦ, «Ἐλθὲ μεθ' ἡμῶν, κοινώνησον αἵματος», παρὰ δὲ τῷ Ἀποστόλῳ τοῦ, «Συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας», καί, «Συγκοινωνήσαντές μου τῇ θλίψει»· καί, «Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς»· καὶ τοῦ, «Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις»· καὶ τοῦ, «Ἐλεγμῷ ἐλέγξεις τὸν ἀδελφόν σου, καὶ οὐ λήψῃ δι' αὐτὸν ἁμαρτίαν»· καὶ τοῦ, «Ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου», καὶ τῶν τοιούτων, κοινωνίαν ἡγοῦμαι κατὰ τὸ ἔργον, ὅταν ἀλλήλοις ἐπὶ τῷ αὐτῷ σκοπῷ συλλαμβάνωνται πρὸς τὴν ἐνέργειαν· κατὰ δὲ γνώμην, ὅταν συγκατάθηταί τις τῇ διαθέσει τοῦ ποιοῦντος, καὶ συναρεσθῇ. Ἑτέρα δὲ κοινωνία τοὺς πολλοὺς λανθάνουσα ἐμφαίνεται τῇ ἀκριβολογίᾳ τῆς θεοπνεύστου Γραφῆς· ὅταν μήτε συνεργασάμενος, μήτε συγκαταθέμενος τῇ διαθέσει, γνοὺς δὲ τὴν κακίαν τῆς γνώμης ἀφ' ἧς ποιεῖ, ἐφησυχάσῃ, καὶ μὴ ἐλέγξῃ, κατά τε τὰ ἀνωτέρω γεγραμμένα, καὶ κατὰ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον τοῖς Κορινθίοις, ὅτι «Οὐκ ἐπενθήσατε ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας»· οἷς ἐπήγαγεν· «Μικρὰ ζύμη ὅλον τὸ φύραμα δολοῖ». Φοβηθῶμεν οὖν καὶ ἀνασχώμεθα αὐτοῦ λέγοντος· «Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα».

Ὁ δὲ συνεργαζόμενος μέν τινι τὸ ἀγαθὸν ἀγαθῇ γνώμῃ, ἀγνοῶν δὲ αὐτοῦ τὴν κακίαν τῆς τε διαθέσεως καὶ τοῦ σκοποῦ, οὐκ ἐν τῷ συνεργάζεσθαι ἔγκλημα ἕξει κοινωνίας, ἀλλ' ἐν τῷ κεχωρίσθαι τῆς τοῦ ἀλλοτρίου διαθέσεως, φυλάσσειν δὲ ἑαυτὸν ἐν τῷ κανόνι τῆς πρὸς τὸν Θεὸν ἀγάπης, τὸν ἴδιον μισθὸν λαμβάνει κατὰ τὸν ἴδιον κόπον, ὡς ὁ ἐπὶ τῆς κλίνης, καὶ ἡ ἐν τῷ μυλῶνι ἐφανερώθη ἡμῖν παρ' αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Διαφορὰ δὲ εἰς τοὺς πιστευθέντας, καὶ τοὺς μή, ἐν τῷ χρέει τῆς ἐπιμελείας ἐστίν, οὐκ ἐν τῇ κοινωνίᾳ τῶν ἁμαρτημάτων. Ἡ μὲν γὰρ ἐπιμέλεια ἐξαιρέτως μόνοις τοῖς πιστευθεῖσιν ὀφείλεται παρ' ἐμοῦ· ἡ δὲ πρὸς τὸ κακὸν καὶ τὰ ἄκαρπα ἔργα κοινωνία κατὰ πάντων ὁμοῦ ἀπηγόρευται.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.