Τὸ κείμενο στὸ ὁποῖο ἀναφέρεται ὁ ἀείμνηστος
π. Αὐγουστῖνος, περιέχεται στὸ παρακάτω ἀπόσπασμα ἀπὸ τὴν ἐπιστολὴ τοῦ Μ. Ἀθανασίου
“ΠΡΟΣ ΤΟΥΣ ΕΠΙΣΚΟΠΟΥΣ ΑΙΓΥΠΤΟΥ ΚΑΙ ΛΙΒΥΗΣ”.
Τὸ κείμενο αὐτὸ περιέχει καὶ
μηνύματα πρὸς ὅσους ἀπὸ τοὺς ἀντι-Οἰκουμενιστὲς ἔχουν "ὦτα ἀκούειν" τὴν φωνὴν τῶν Πατέρων καὶ ὑπακούειν εἰς αὐτήν.
Μιλάει γιὰ τὴν ἀποκάλυψη τῶν ὀνομάτων τῶν κρυπτομένων Χριστομάχων αἱρετικῶν! Διδάσκει τὴν ἀπομάκρυνση ἀπ’ αὐτῶν «ὡς ἀπὸ προσώπου ὄφεως»! (Σήμερα θὰ ζητοῦσε τὴν ἀποκάλυψη τῶν ὀνομάτων τῶν "Ὀρθοδόξων" Οἰκουμενιστῶν Ἐπισκόπων, τὰ ὁποῖα δὲν κατονομάζουν οἱ ἀντι-Οἰκουμενιστές, ἐπειδὴ κοινωνοῦν μετ' αὐτῶν). Κάτι,
λοιπόν, ἤξερε ὁ π. Θ. Ζήσης ποὺ μίλησε περὶ τῆς αἱρέσεως τοῦ «ὀνοματοκρυπτισμοῦ»! Ἤξερε
καὶ ξέρουν κι αὐτὸς καὶ οἱ «Συναξιακοί», ἀλλὰ δὲν πράττουν! Κι ὄχι μόνο δὲν
πράττουν, ἀλλά, κατὰ τὸν Μ. Ἀθανάσιο: «οὔτε τοὺς θέλοντας ποιεῖν ἐπιτρέπουσιν», ὅπως ἔπρεπε νὰ κάνουν «εἴπερ περὶ πίστεως
ἐφρόντιζον, καὶ τὸν Χριστὸν ἠγάπων»!
Τὸ κείμενο τοῦ Μ. Ἀθανασίου:
«Εἰ δὲ διὰ τὴν Ἀρειανήν (σ.σ. σήμερα Παπικήν-Οἰκουμενιστικήν) αἵρεσιν ἀπολογούμενοι γράφειν ἐπιχειροῦσιν, ἔδει τῶν φύντων κακῶν τὰ σπέρματα προανελεῖν, καὶ τοὺς τὰ σπέρματα παρασχόντας στηλιτεῦσαι, καὶ οὕτως τὰ ἀντ' ἐκείνων γράφειν ὀρθῶς, ἢ ἐκδικεῖν φανερῶς τὰ Ἀρείου, ἵνα μὴ κεκρυμμένως, ἀλλὰ φανερῶς χριστομάχοι δεικνύωνται, καὶ πάντες αὐτοὺς φεύγωσιν ὡς ἀπὸ προσώπου ὄφεως.
Νῦν δὲ κἀκεῖνα κρύπτουσι, καὶ περὶ ἄλλων προσποιούμενοι γράφουσι· καὶ ὥσπερ ἰατρὸς κληθεὶς πρὸς πληγέντα καὶ κάμνοντα, καὶ εἰσελθὼν περὶ μὲν τῶν τραυμάτων μηδὲν λέγοι, περὶ δὲ τῶν ὑγιαινόντων μελῶν διαλέγοιτο, πολλῆς ἂν ἐμβροντησίας καταγνωσθείη, ὅτι ὧν μὲν χάριν εἰσῆλθε, σιωπᾷ, τῶν δὲ ἄλλων, ὧν οὐκ ἔστι χρεία αὐτοῦ, διαλέγεται· τὸν αὐτὸν τρόπον καὶ οὗτοι τὰ μὲν τῆς αἱρέσεως αὐτῶν ἀφιᾶσιν, ἕτερα δὲ γράφειν ἐπιχειροῦσιν.
Ἔδει δέ, εἴπερ περὶ πίστεως ἐφρόντιζον, καὶ τὸν Χριστὸν ἠγάπων, πρῶτον τὰ κατ' αὐτοῦ βλάσφημα ῥήματα προανελεῖν, καὶ οὕτως ἀντ' ἐκείνων τοὺς ὑγιεινοὺς λέγειν τε καὶ γράφειν λόγους.
Ἀλλ' οὔτε αὐτοὶ τοῦτο ποιοῦσιν, οὔτε τοὺς θέλοντας ποιεῖν ἐπιτρέπουσιν, ἢ ἀγνοοῦντες, ἢ τέχνῃ πανουργίας χρώμενοι. Εἰ μὲν οὖν ἀγνοοῦντες τοῦτο πάσχουσι, προπετείας ἂν ἐγκαλοῖντο…· εἰ δὲ γινώσκοντες ἃ προσποιοῦνται, μείζων κατ' αὐτῶν ἡ κατάγνωσις, ὅτι περὶ μὲν τῶν ἰδίων βουλευόμενοι, πάρεργον οὐδὲν τίθενται· περὶ δὲ τῆς εἰς τὸν Κύριον ἡμῶν πίστεως γράφοντες, παίζουσι, καὶ πάντα μᾶλλον ἢ ἀληθεύουσι· καὶ κρύπτουσι μέν, περὶ ὧν ἡ αἵρεσις αὐτῶν ἐγκαλεῖται, λέγουσι δὲ τὰς ἀπὸ τῶν Γραφῶν λέξεις».

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.