«Τοὺς μὲν ἀγαπητοὺς
ἀδελφοὺς ἡμῶν καὶ συλλειτουργοὺς Ἀθανάσιον καὶ Μάρκελλον καὶ Ἀσκληπᾶν καὶ τοὺς
σὺν αὐτοῖς συλλειτουργοῦντας τῷ κυρίῳ ἀθώους καὶ καθαροὺς εἶναι ἀπεφηνάμεθα
γράψαντες καὶ εἰς τὴν ἑκάστου παροικίαν, ὥστε γινώσκειν ἑκάστης ἐκκλησίας τοὺς λαοὺς
τοῦ ἰδίου ἐπισκόπου τὴν καθαρότητα καὶ τοῦτον μὲν ἔχειν ἐπίσκοπον καὶ
προσδοκᾶν, τοὺς δὲ εἰς τὰς ἐκκλησίας αὐτῶν ἐπελθόντας δίκην λύκων, Γρηγόριον
τὸν ἐν Ἀλεξανδρείᾳ, Βασίλειον τὸν ἐν Ἀγκύρᾳ καὶ Κυιντιανὸν τὸν ἐν Γάζῃ τούτους μηδὲ ἐπισκόπους
ὀνομάζειν μηδὲ ὅλως κοινωνίαν τινὰ πρὸς αὐτοὺς ἔχειν μηδὲ δέχεσθαί τινα παρὰ
τούτων γράμματα μηδὲ γράφειν πρὸς αὐτούς. τοὺς δέ γε περ
ὶ Θεόδωρον καὶ Νάρκισσον καὶ Ἀκάκιον καὶ Στέφανον καὶ Οὐρσάκιον καὶ Οὐάλεντα καὶ Μηνόφαντον καὶ Γεώργιον, εἰ καὶ φοβηθεὶς μὴ παρεγένετο ἀπὸ τῆς Ἑῴας, ὅμως διὰ τὸ ἀπὸ τοῦ μακαρίτου Ἀλεξάνδρου καθῃρῆσθαι αὐτὸν καὶ διὰ τὸ εἶναι καὶ αὐτὸν καὶ τούτους τῆς Ἀρείου μανίας καὶ διὰ τὰ ἐπενεχθέντα αὐτοῖς ἐγκλήματα τούτους παμψηφὶ καθεῖλεν ἡ ἁγία σύνοδος ἀπὸ τῆς ἐπισκοπῆς. καὶ ἐκρίναμεν μὴ μόνον αὐτοὺς ἐπισκόπους μὴ εἶναι, ἀλλὰ μηδὲ κοινωνίας μετὰ τῶν πιστῶν αὐτοὺς καταξιοῦσθαι. τοὺς γὰρ χωρίζοντας τὸν υἱὸν καὶ ἀπαλλοτριοῦντας τὸν λόγον ἀπὸ τοῦ πατρὸς χωρίζεσθαι τῆς καθολικῆς ἐκκλησίας προσήκει καὶ ἀλλοτρίους εἶναι τοῦ Χριστιανῶν ὀνόματος. ἔστωσαν τοίνυν ὑμῖν ἀνάθεμα διὰ τὸ «κεκαπηλευκέναι τὸν λόγον» τῆς ἀληθείας· ἀποστολικὸν ἔστι παράγγελμα· «εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω». τούτοις μηδένα κοινωνεῖν παραγγείλατε· «οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος». τούτους πάντας μακρὰν ποιεῖτε· «οὐδεμία γὰρ συμφωνία Χριστῷ πρὸς Βελίαρ». καὶ φυλάξασθε, ἀγαπητοί, μήτε γράφειν πρὸς αὐτοὺς μήτε γράμματα παρ' αὐτῶν δέχεσθαι. σπουδάσατε δὲ μᾶλλον καὶ ὑμεῖς, ἀδελφοὶ καὶ συλλειτουργοί, «ὡς τῷ πνεύματι παρόντες» τῇ συνόδῳ ἡμῶν συνεπιψηφίσασθαι δι' ὑπογραφῆς ὑμετέρας ὑπὲρ τοῦ παρὰ πάντων τῶν πανταχοῦ συλλειτουργῶν τὴν ὁμοφωνίαν διασῴζεσθαι. ἡ θεία πρόνοια καθωσιωμένους ὑμᾶς καὶ εὐθυμοῦντας διαφυλάττοι, ἀγαπητοὶ ἀδελφοί. Ὅσιος ἐπίσκοπος ὑπέγραψα, καὶ οὕτω πάντες.

(Μ. Ἀθανασίου, Τοῦ αὐτοῦ ἀπολογητικὸς δεύτερος).
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.