Τρίτη 23 Οκτωβρίου 2018

Ο τρόπος - χρόνος εορτών και νηστειών, δεν έχει να κάνει με την Πίστη και δεν πρέπει να μπαίνουν εμπόδιο στην επικοινωνία και κοινωνία των πιστών!

     Νικηφόρος Κάλλιστος Ξανθόπουλος (13ος-14ος αἰ.) διακρίθηκε ὡς ἱστορικός, ἐξηγητὴς τῶν Γραφῶν, ποιητὴς ἐκκλησιαστικῶν ὕμνων κ.λπ.
  
   Στὴν Ἐκκλησιαστικὴ Ἱστορία του, ὁ Νικηφόρος Κάλλιστος (P.G. 146, 845B-868D) μᾶς παρουσιάζει τὸ πρόβλημα τῆς διαφωνίας περὶ τοῦ ἑορτασμοῦ τοῦ Πάσχα, περὶ Ναυατιανῶν, Τεσσαρεσκαιδεκατιτῶν, ἀρχαίων παραδόσεων γιὰ τὸ θέμα κ.λπ.  Ἐπειδὴ ὅλα αὐτὰ ἔχουν σχέση μὲ τὶς σημερινὲς διαμάχες σχετικὰ μὲ τὸ Παλαιὸ καὶ Νέο Ἡμερολόγιο τὸ δημοσιεύουμε γιὰ τὴν ἐνημέρωση τῶν ἐνδιαφερόμενων, χωρὶς νὰ κάνουμε σήμερα κανένα σχολιασμό. Παραθέτουμε λοιπόν, ἐνδεικτικὰ τοὺς τίτλους τριῶν κεφαλαίων, ἕνα μεγάλο τμῆμα (ποὺ ἕως τώρα ἀντιγράψαμε) καὶ τὸ ὑπόλοιπο κείμενο φωτοτυπημένο ἀπὸ τὴν Πατρολογία τοῦ Migne.


Τὸ κεντρικὸ νόημα τῶν γραφομένων ἀπὸ τὸν Νικηφόρο Κάλλιστο εἶναι ὅτι τρόπος καὶ ὁ χρόνος τῶν ἑορτῶν καὶ τῶν νηστειῶν, δὲν ἔχει νὰ κάνει μὲ τὴν Πίστη ἀλλὰ μὲ τὰ ἔθη-ἤθη, ποὺ εἶναι ἀδιάφορα καὶ δὲν πρέπει νὰ μπαίνουν ἐμπόδιο στὴν ἐπικοινωνία καὶ κοινωνία τῶν πιστῶν!

ΚΕΦΑΛ. ΛΓ΄:  Ὅτι τοῖς παλαιοῖς ἔθει ἀρχαίῳ μᾶλλον ἢ νόμῳ ἐτελεῖτο ἐκ παραδόσεως ἡ τοῦ Πάσχα ἑορτή.
ΚΕΦΑΛ. ΛΔ΄.  Περὶ τῶν ἐν διαφόροις ἔθνεσιν καὶ ἐκκλησίαις ποικίλων ἐθῶν· δι’ ὧν οὐ πρόσκομμά τι διὰ ταῦτα τῇ καθόλου θρησκείᾳ ἐγίνετο ἤ τις διχόνοια καὶ διαίρεσις.
ΚΕΦΑΛ. ΛΕ΄.  Ὅτι ἐξ ἀρχαίου ἀπὸ τῶν ἀποστολικῶν χρόνων διαφωνίαι τινὲς καὶ παρατηρήσεις ἦσαν· τοῖς δὲ οὐ τοσοῦτον ἔμελλε τούτων· ἀλλὰ τἀναγκαῖα καὶ συστατικὰ τῆς πίστεως φυλάττειν μᾶλλον ἐκέλευον.

Γράφει συγκεκριμένα ὁ Νικηφόρος Κάλλιστος:
«Καὶ γὰρ καὶ οἱ ἀρχαῖοι ἐκεῖνοι ἄνδρες, καὶ μᾶλλον ἐγγυτέρω τῶν ἀποστόλων ἦσαν, περὶ τῆς τοῦ Πάσχα ἑορτῆς διαφωνοῦντες ὡς μάλιστα, τέως ἀλλήλοις κοινωνοῦντες ἐφ’ ἅπασι  τοῖς ἄλλοις οὐδαμῶς διεφέροντο· ὅτι γε καὶ οἱ ἐν τῇ πρεσβυτέρᾳ Ρώμῃ Ναυατιανοὶ οὐδαμῇ σύναμα Ἰουδαίοις τὸ Πάσχα ἐτέλεσαν· ἀλλ’ ἀεὶ μετ’ ἰσημερίαν τοῦτο ἐποίουν σὺν τοῖς λοιποῖς Ρωμαίοις, Πέτρου καὶ Παύλου τῶν ἀποστόλων τῇ παραδόσει χρωμένοις. Οὐδὲ γὰρ πρὸς τοὺς οἰκείους τῆς πίστεως διεκρίνοντο, μὴ ἐπίσης αὐτοῖς ἐπιτελοῦντας τὸ Πάσχα· διά τοι τοῦτο καλῶς δῆθεν λογισάμενοι, τὸν ἀδιάφορον προῆγον κανόνα· ὡς ἂν ἑκάστῳ βούλησις ἔκ τινος συνηθείας τε καὶ προλήψεως, τὸ Πάσχα ἑορτάζων ἐπιτελοῖ· μὴ μέντοι τοῦτο πρὸς κοινωνίαν διάφορον εἶναι· ἀλλὰ τοὺς ἀδιαφόρως ἑορτάζοντας συμφώνους εἶναι τῇ κοινωνίᾳ τῆς Ἐκκλησίας.


Καὶ τοίνυν τοῦ κανόνος τούτου βεβαιωθέντος, ὁ Σαββάτιος, ἅτε δὴ τοῖς ὅρκοις δεθείς, ὅμως τοῖς Ἰουδαίοις ἑπόμενος, εἰ μὴ κατὰ ταυτὸν ἐκείνοις συνέβη γενέσθαι τὴν ἑορτήν, προφθάνων ἐνήστευεν, ὥσπερ ἦν ἔθος· καὶ λεληθότως τὰ νενομισμένα πράττων, ἐπετέλει τὸ Πάσχα, κατὰ τὴν τοῦ Σαββάτου ἑσπέραν καιρῷ προσήκοντι, τῇ τε ἀγρυπνίᾳ καὶ ταὶς ἄλλαις εὐχαῖς παρών, τῇ δ’ ἑξῆς κοινῶς σὺν τοῖς λοιποῖς μετεῖχε ἑορτῆς, τῶν θείων μυστηρίων ἁπτόμενος. Καὶ τοῦτο ἐπὶ ἔτη πολλὰ ποιῶν διελάνθανεν· ἀλλ’ οὐ ἐπιπολὺ κρύπτειν ἑαυτὸν ἠδύνατο· ἐπίσημος γὰρ ἐντεῦθεν ἐν οὐ πολλῷ γεγονώς, πολλοῦς τῶν ἁπλουστέρων ἐφελκόμενος ζηλωτὰς ἔσχε· καὶ μάλιστα Φρύγας καὶ Γαλάτας, οἳ πάτριον ἔχοντες οὕτω νηστεύειν, ᾤοντο δικαιοῦσθαι. Τούτῳ ἑπόμενοι καὶ λάθρα σύναμα Ἰουδαίοις τὴν τοῦ Πάσχα ἑορτὴν ἐποίουν. Ἀλλὰ Σαββάτιος ἠρέμα παρασυνάγων, ἐκείνων τε ἀπέστη, καὶ τοὺς ὅρκους θέμενος παρ’ οὐδέν, τῶν αὐτῷ ἑπομένων τὴν ἐπισκοπὴν ἀνεδέξατο, ὡς μετὰ μικρὸν διαλήψομαι.

Οὐ τοίνυν μοι καλῶς πρᾶξαι δοκοῦσιν οὔθ’ οἱ ἔκπαλαι περὶ τῆς ἑορτῆς ταύτης φιλονεικήσαντες, οὔθ’ οἱ τότε τοῖς Ἰουδαίοις ᾐρημένοι ἀκολουθεῖν· οἶμαι γάρ, οὐκ εἰς νοῦν ἔθεντο, ὡς τοῦ Ἰουδαϊσμοῦ μετατιθεμένου πρὸς Χριστιανισμόν, ἐξ ἀνάγκης οἱ τύποι τοῦ ἀκριβοῦς παρετρέποντο, ὡς αὐτόθεν δειχθήσεται· καὶ γὰρ οὐδεὶς Χριστοῦ νόμος Ἰουδαΐζειν προτρέπει Χριστιανοῖς· μᾶλλον δὲ καὶ ἐκώλυσε, καθὰ διαρρήδην ὁ θεῖος Ἀπόστολος ἀπεφήνατο, μήτοι γε ἀπαγορεύων τὴν περιτομήν, τὸ τοῦ νόμου κεφάλαιον, ἀλλὰ καὶ περὶ ἑορτῶν παραινῶν, μηδαμῶς διακρίνεσθαι. Καὶ δὴ Γαλάτας γράφων, ταῦτα φησι· «Λέγετέ μοι, ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε;». Καὶ βραχέα περὶ τούτου διαλεχθείς, ἔπειτα δείκνυσι, δοῦλον μὲν εἶναι τὸν τῶν Ἰουδαίων λαόν· τὸ δ’ ἐλεύθερον ἔχειν, ὅσοι δὴ Χριστῷ ἠκολούθησαν· ἐν οἷς παραινεῖ μηδὲ ἡμέρας παρατηρεῖν ἢ ἐνιαυτούς. Ἐν δὲ τῇ πρὸς Κολοσσαεῖς λαμπρᾷ κηρύττει φωνῇ σκιὰν εἶναι τὰ παραφυλάγματα· διὸ ἐπιφέρει, λέγων· «Μηδεὶς ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ νουνημίας, ἢ Σαββάτου· ἅτινά ἐστι σκιὰ τοῦ μέλλοντος». Ἐν δὲ τῇ πρὸς Ἑβραίους ταῦτα πάντα ἐπισφραγίζων φησί· «Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται». Φαίνεται τοίνυν, ὡς οὔτε ἡ ἱερὰ τῶν Εὐαγγελίων βίβλος, οὔτε μὴν ὁ θεῖος Ἀπόστολος, ζυγὸν δουλείας νόμου ἡμῖν ἐπέθηκαν· ἀλλὰ καὶ τὸ Πάσχα καὶ τὰς λοιπὰς τῶν ἑορτῶν τῇ εὐγνωμοσύνῃ τῶν εὐεργετηθέντων τιμᾷν κατέλιπον, ὅπως δή ποτε βούλονται. Ὅθεν ἐπεὶ τὰς ἑορτὰς μάλιστα φιλοῦσιν οἱ ἄνθρωποι, ἅτε δὴ ἐν αὐταῖς ἀνιέμενοι τῶν πόνων, τηνικαῦτα ὡς ἑκάστῶ βούλησις ἦν κατὰ χώρας, τὴν τοῦ σωτηρίου πάθους μνήμην ἔθει τινὶ ἐκ παραδόσεως κρατουμένοι ἐπετέλεσαν. Οὐ γὰρ πάντως νόμῳ τινὶ τὸν Σωτῆρα ἢ τοὺς μαθητὰς τοῦτο παραφυλάττειν ὁρίσασθαι· ἀλλ’ οὐδὲ ὑπὸ καταδίκην ἢ τιμωρίαν ἢ κατάραν, ὡς ὁ τοῦ Μωσέως εἶχε νόμος, τὰ Εὺαγγέλια ἢ οἱ ἀπόστολοι τὸν μὴ οὕτω τελοῦντα εἰσήγαγον ἢ προσηπείλησαν· κατὰ δὴ μόνην ἱστορίαν τοῦ Μωσαϊκοῦ Πάσχα τὴν μνείαν οἱ θεῖοι εὐαγγελισταὶ ἐποιήσαντο· τὸν Σωτῆρα πεπονθέναι τῷ τῶν Ἀζύμων καιρῷ, μεγάλης οὔσης παρ’ αὐτοῖς ἑορτῆς· ἵν’ ἐνδείξωνται, ὅτι κατὰ τὰς ἑορτὰς μᾶλλον μιαιφονεῖν ᾑροῦντο. Τοῖς μὲν οὖν θείοις ἀποστόλοις σκοπὸς οὐχὶ περὶ ἡμερῶν ἑορτασίμων κρίνειν τε καὶ νομοθετεῖν, ἀλλὰ θεοφιλῆ βίον καὶ ἀρετὴν καὶ θεοσέβειαν παρασχεῖν τε καὶ εἰσηγήσασθαι. Καἰ μοι δοκεῖ, ὥσπερ ἄλλα τε πλεῖστα κατὰ τόπους συνήθειαν ἔσχον, οὕτω καὶ περὶ τὴν τοῦ Πάσχα ἑορτὴν συμβῆναι. Ἐκ γάρ τινος συνηθείας περ’ ἑκάστοις ἔθνεσιν ἰδιάζουσαν ἔσχε τὴν παρατήρησιν· ὡς εὔδηλον εἶναι τὸ μηδένα τῶν ἀποστόλων μηδέν τι περὶ ταύτης νομοθετῆσαι τῆς ἑορτῆς.

ΚΕΦΑΛ. ΛΓ΄
Ὅτι τοῖς παλαιοῖς ἔθει ἀρχαίῳ μᾶλλον ἢ νόμῳ ἐτελεῖτο ἐκ παραδόσεως ἡ τοῦ Πάσχα ἑορτή.

Ὅτι δ’ ἐξ ἀρχῆς ἔθει μᾶλλον ἢ νόμῳ τὸ Πάσχα τὴν παρατήρησιν ἔσχεν, ἐκ τῶν πραγμάτων σαφῶς παραστήσομεν. Καὶ γὰρ κατὰ τὴν Μικρὰν Ἀσίαν ἀπὸ τῶν ἀποστόλων τὸ Σάββατον παραδιδόντες, τὴν τεσσαρεσκαιδεκάτην τῆς σελήνης ἐτήρησαν. Οὕτω δὲ πράττοντες, οὐδαμῶς διεφέροντο πρὸς τοὺς ἄλλως αὐτὸ πράττοντας· ἕως οὗ Βίκτωρ ὁ τῆς Ρώμης ἐπίσκοπος, πλεῖστα διαθερμανθείς, γράμματα τοῖς κατὰ Ἀσίαν τὴν τεσσερεσκαιδεκάτην τιμῶσιν ἀκοινωνησίαν κατεδίκαζεν. Ἐφ ᾧ πάλιν Εἰρηναῖον τὸν ἐν Λουγδούνῳ τῶν Γαλλιῶν ἐπισκοποῦντα Βίκτωρι τἀναντίᾳ δι’ ἐπιστολῆς σημῆναι. Κατατρέχει μὲν γὰρ αὐτοῦ, ἐν μέψει δὲ τὸ θερμὸν τῆς πράξεως τἰθεται· διεξιών τε διδασκαλικώτερον, ὡς καὶ οἱ ἀρχαιότεροι κοινωνοῦντες κατὰ πᾶν ἀλλήλοις τοῦ Χριστιανισμοῦ, περὶ τὸν τοῦ Πάσχα διεφώνουν καιρόν, μηδὲν τοῦτο ἡγούμενοι πρόκριμα· προστιθεὶς ὡς καὶ Πολύκαρπος τῆς Σμυρναίων ἐπίσκοπος γεγονώς, ὃς ἐπὶ Γορδιανοῦ τὸν τοῦ μαρτυρίου ὕστερον ἀνεδήσατο στέφανον, τῇ Ρώμῃ ἐπιδημήσας, Ἀνικήτῳ τῶν Ρωμαίων ἐπισκόπῳ καθίστατο κοινωνός, μήτι διακρινόμενος περὶ τοῦ Πάσχα· ὅτιπερ καὶ αὐτὸς ὁ Πολύκαρπος ἐγχωρίῳ τινὶ συνηθείᾳ τῆς Σμυρναίων κατὰ τὴν τεσσαρεσκαιδεκάτην τὸ Πάσχα διατελῶν ἦν· ὡς καὶ ὁ Παμφίλου Εὐσέβιος μαρτυρεῖ κατὰ τὴν πέμπτην τῆς ἐκκλησιαστικῆς αὐτοῦ Ἱστορίας. Δείκνυται τοίνυν, ὡς ἔφην, ὅτι τινὲς ἐν τῇ μικρᾷ Ἀσίᾳ τὴν τεσσαρεσκαιδεκάτην τῆς σελήνης ἐτήρουν· ἄλλοι δὲ τῶν ἐν τοῖς ἀνωτέρω τῆς Ἕω τὸ μὲν Σάββατον μᾶλλον ἐτήρουν τῆς ἑορτῆς· περὶ δὲ τὸν μῆνα διεφέροντο μᾶλλον· ὧν οἱ μὲν τοῖς Ἰουδαίοις ἕπεσθαι ἤθελον, καὶ ταῦτα τῆς ἀκριβείας πάλαι διολισθήσασιν· οἱ δὲ τοῦτο μᾶλλον διὰ μίσους τιθέμενοι μετὰ τὴν ἐαρινὴν ἰσημερίαν τελεῖν τοῦτο ᾑροῦντο· δεῖν λέγοντες ἀεὶ τὸ Πάσχα ποιεῖν, ἐν Κριῷ τοῦ ἡλίου ὄντος, τῷ κατ’ Ἀντιοχέας Ξανθικῷ, κατὰ δὲ τοὺς Ρωμαίους Ἀπριλλίῳ μηνί· πειθομένοι μὴ τοῖς νῦν πλανωμένοις Ἰουδαἰοις, ἀλλὰ τοῖς ἀρχαιοτέροις μάλιστα καὶ Ἰωσήπῳ τῷ πάνυ· ὡς ἐκεῖνος ἐν τῷ τρίτῳ τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας διέξεισιν. Οἱ μὲν οὖν κατὰ μικρὰν Ἀσίαν καὶ τὰ ἀνώτερα τῆς ἑῴας οὔπω πρὸς ἑαυτοὺς διὰ τὴν ἑορτὴν διεφώνουν· οἱ δὲ λοιποὶ πάντες ὅσοι τὸν Χριστιανισμὸν παρεδέξαντο, καὶ οἱ κατὰ τὴν ἑσπέραν πᾶσαν ἄχρις ὠκεανοῦ, μετὰ ἰσημερίαν ἐαρινὴν τὸ Πάσχα τελοῦντες εὑρίσκονται, ἀρχαιοτέρᾳ συνηθείᾳ ἑπόμενοι· οἳ δὴ πάντες οὕτω ποιοῦντες τὸ Πάσχα, οὐδαμῶς ποτε πρὸς σφᾶς αὐτοὺς διαφωνοῦντες ἐφάνησαν· καὶ οὐχ ὡς ὁ τῶν πολλῶν θρύλλος ἔχει, ἡ ἐπὶ Κωνσταντίνου ἐν Νικαίᾳ μεγάλη σύνοδος τὴν τοιαύτην παρέτρεψεν ἑορτήν. Καὶ γὰρ αὐτὸς μᾶλλον ὁ θειότατος Κωνσταντῖνος τοῖς περὶ ταύτην διαφωνοῦσιν ὀλίγοις οὖσι παρῄνεσε γράμμασι, τοῖς πλείοσι ἕπεσθαι, καὶ μιμουμένους ἐπίσης ἑορτάζειν αὐτοῖς. Ἀλλὰ τὴν μὲν ὅλην τοῦ βασιλέως ἐπιστολὴν ἐν τῷ τρίτῳ τμήματι τῶν εἰς τὸν βίον Κωνσταντίνου γραφέντων ζητῶν εὑρήσεις. Το γε μὴν μέρος ὃ περὶ Πάσχα διέξεισιν, ἐνταῦθ’ ἐγὼ παραθήσομαι, οὕτω κατὰ λέξιν διαγορεῦον· «Ἔστι τις τάξις εὐπρεπής, ἣν ἅπασαι αἱ τῶν δυτικῶν καὶ μεσημβρινῶν, καὶ ἀρκτῴων μερῶν τῆς οἰκουμένης παραφυλάττουσιν ἐκκλησίαι, και τινες τῶν κατὰ τὴν ἑῴαν τόπων. Οὗ ἕνεκεν ἐπὶ τοῦ παρόντος καλῶς ἔχειν πάντες ἡγήσαντο. Καὶ αὐτὸς δὲ τῇ ὑμετέρᾳ ἀγχινοίᾳ ἀρέσειν ὐπεσχόμην· ἵνα ὅπερ δ’ ἂν κατὰ τὴν Ρωμαίων πόλιν καὶ Ἰταλίαν τε καὶ Ἀφρικήν, καὶ ἅπασαν τὴν Αἴγυπτον, Ἱσπανίας, Γαλατίας, Βρεταννίας, Λιβύης, ὅλην Ἑλλάδα, Ἀσιανήν τε διοίκησιν καὶ Ποντικήν, καὶ Κιλικίαν, μιᾷ καὶ συμφώνῳ φυλάττεσθαι γνώμῃ, ἀσμένως τοῦτο καὶ ἡ ὑμετέρα προσδέξηται σύνεσις· λογιζομένους, μὴ μόνον ὡς πλείων ἐστὶ κατὰ τοὺς προειρημένους τόπους ἐκκλησιῶν ἀριθμός, ἀλλὰ καὶ ὡς τοῦτο μάλιστα κοινῇ πάντας ὁσιώτατόν ἐστι βούλεσθαι. Ὅπερ καὶ ὁ ἀκριβὴς λόγος ἀπαιτεῖν δοκεῖ, καὶ οὐδεμίαν μετὰ τῆς Ἰουδαίων ἐπιορκίας ἔχειν κοινωνίαν».
Ἀλλ’ ἡ μὲν βασιλέως ἐπιστολὴ αὕτη· οἱ δὲ Τεσσαρεσκαιδεκατῖται ὑπὸ Ἰωάννου τοῦ ἀποστόλου τὴν τῆς σελήνης τεσσαρεσκαιδεκάτην παρατηρεῖν εἰληφέναι φασίν. Οἱ δὲ κατὰ τὴν Ρώμην καὶ τὰ ἑσπέρια μέρη, Πέτρον καὶ Παῦλον τοὺς μεγίστους τῶν ἀποστόλων, τὴν τοιαύτην ἐκεῖ παραδεδωκέναι συνήθειαν φάσκουσιν. Ἔγγραφον μέντοι περὶ τούτου ἀπόδειξιν παρασχεῖν, οὐδεὶς ἂν ἔχοι δεῖξαι. Καὶ δὴ σοφῶς ἄρα μοι δοκοῦσιν οἱ περὶ Βίκτωρα καὶ Πολύκαρπον τὴν περὶ τῆς ἑορτῆς ταύτης σβέσαι φιλονεικίαν. Ἐπεὶ γὰρ οἱ πρὸς ἑσπέραν ἱερεῖς οὐ δεῖν ᾤοντο τὴν παράδοσιν ἀτιμάζειν Πέτρου καὶ Παύλου, διισχυρίζοντο δὲ καὶ Ἀσιανοὶ μὴ τῆς Ἰωάννου τοῦ Εὐαγγελιστοῦ ἐξίστασθαι παραδόσεως· συνεδόκει κοινῇ ἑκάστοις, ὡς εἰώθεισαν, τὴν ἑορτὴν ἐκτελεῖν· τῆς δὲ πρὸς ἀλλήλους κοινωνίας μηδόλως χωρίζεσθαι. Καὶ γὰρ εὔηθες ὑπέλαβον μάλιστα, ἐθῶν ἕνεκα ἀπ’ ἀλλήλων διίστασθαι, συμφωνοῦντες περὶ τὰ καίρια τῆς θρησκείας.

ΚΕΦΑΛ. ΛΔ΄.
Περὶ τῶν ἐν διαφόροις ἔθνεσιν καὶ ἐκκλησίαις ποικίλων ἐθῶν· δι’ ὧν οὐ πρόσκομμά τι διὰ ταῦτα τῇ καθόλου θρησκείᾳ ἐγίνετο ἤ τις διχόνοια καὶ διαίρεσις.

Ὅτι δὲ συνηθείᾳ τινί, οὐ νόμῳ, οἱ παλαιοὶ ἑπόμενοι, κατὰ χώρας ὡς ἑκάστῳ ἐδόκει, ἐπετέλουν τὸ Πάσχα, ἐκεῖθεν τεκμηριώσασθαι γένοιτο· οὐ γὰρ δὴ πάντες, κἂν ὁμόδοξοι εἶεν, τὰς αὐτὰς παραδόσεις κατὰ τὰς ἐκκλησίας φυλάττουσιν. Οἱ γὰρ τῆς αὐτῆς πίστεως πολλάκις κατὰ τὰ ἔθνη διάφοροι καθεστήκασι· καὶ οὐδὲν τοῦτο τῇ εὐσεβείᾳ λυμαίνεται. Ἐνταῦθα δὲ γενομένῳ, δίκαιον μικρά τινα περὶ τῶν κατὰ τὰς ἐκκλησίας διαφόρων ἐθῶν ἡγοῦμαι διεξελθεῖν· ἃ πρότερον μὲν εἶχον, νῦν δὲ Θεοῦ χάριτι τῷ χρόνῳ μεταβληθέντων, εἰς ἓν ὁμοφρονῆσαι πάσας ἐγένετο. Καὶ πρῶτόν γε περὶ αὐτοῦ τοῦ Πάσχα διαληπτέον· τὰς γὰρ πρὸ τούτου νηστείας διαφόρως ἐν ἑκάστοις τὸ ἐξ ἀρχῆς δυλαττομένας εὑρίσκομεν. Ρωμαῖοι μὲν τρεῖς ἑξῆς συνημμένας ἑβδομάδας νηστεύουσιν ὑφαιρουμένων τῶν Σαββάτων καὶ τῶν Κυριακῶν· Ἰληρὶς δὲ πᾶσα καὶ ἡ Ἑλλάς, πρὸς δὲ καὶ ἡ Ἀλαξάνδρεια, καὶ Λιβύη πᾶσα καὶ Αἴγυπτος καὶ Παλαιστήνη, ἐν ἓξ ἑβδομάσι τὴν πρὸ τοῦ Πάσχα νηστείαν περαίνουσι, Τεσσαρακοστὴν αὐτὴν ὀνομάζοντες. Ἕτεροι δὲ πρὸ ἑπτὰ ἑβδομάδων τῆς νηστείας κατάρχονται, ὡς ἐν Κωνσταντινουπόλει καὶ πέριξ ἄχρι Φοινίκων· τρεῖς δ’ ἐν αὐταῖς ἄλλοι πενθημέρους ἐκ διαλειμμάτων νηστεύοντες, ἐπίσης καὶ αὐτοὶ Τεσσαρακοστὴν τὸν χρόνον τοῦτον καλοῦσιν· οἱ δὲ δύο οἱ τὰ Μοντανοῦ. Ἐν οἷς καὶ θαῦμά μοι ἔπεισι, πῶς ἅπαντες οὗτοι Τεσσαρακοστὴν αὐτὴν ὀνομάζουσι, κατᾶ τὸ μέτρον τῶν ἡμερῶν οὐδὲν ἧττον διαφερόμενοι· κἂν ἄλλος ἄλλον λόγον συρράπτοντες, τοὔνομα σεμνῶς ἐγκαλύπτειν πειρῶνται. Οὐ μόνον δὲ περὶ τὸ τῶν ἡμερῶν διαφωνοῦσι ποσόν, ἀλλὰ καὶ τῷ ποιῷ τῶν ἐδεσμάτων, καὶ τῇ προσαγωγῇ τε και ἀποχῇ πολλῷ διεστήκασιν· οἱ μὲν γὰρ πάμπαν ἐρμψύχων οὐχ ἅπτονται· ἄλλοι δὲ καὶ ἅπτονται, ἀλλ’ ἰχθύωμ καὶ τῶν πτηνῶν ἀπογεύονται, λέγοντες ἐξ ὕδατος καὶ ταῦτα ἐσηκέναι τὴν γένεσιν, ὥς φησιν Μωϋσῆς. Οἱ δὲ ὠῶν ἀπέχονται· ἄλλοι δὲ ἀκρόβρυα τροφὴν ἔχουσιν. Εἰσὶ δὲ οἳ καὶ ξηροῦ ἄρτου μόνου μετέχουσιν· οἱ δὲ οὐδὲ τούτου. Διάφορος δὲ καὶ ἡ ὥρα;τῆς ἑστιάσεως· οἱ μὲν γὰρ ἄχρις ἐνάτης, οἱ δὲ μετὰ δύσιν ἡλίου, ἄλλοι δὲ μετὰ μίαν ἡμέραν ἐσθίουσι τὴν ἑξῆς· ἄλλοι δὲ καὶ ἐπὶ τρεῖς καὶ τέσσαρας καὶ πέντε, καὶ μέχρι τῶν ἑπτὰ προΐασιν, ὡς ἑκάστῳ δύναμίς τε καὶ βούλησις. Καὶ ἄλλα παρ’ ἄλλοις γίνεται καὶ φύλλοις· ἐν οἷς καὶ μύριαι αἰτίαι τῶν τοιούτων εἰσίν·  ἐφ οἷς ἅπασιν οὐδέν τι ἔγγραφον παράγγελμα δεῖξαί τις ἔχει. Ὡς δῆλον εἶναι, ὡς τὰ ἑκάστῃ δοκοῦντα προέτρεψαν οἱ ἀπ’ ἀρχῆς ὑπηρέται τοῦ Λόγου· ἵν’ ἐξῇ ἑκάστῳ, μὴ φόβῳ μηδ’ ἀνάγκῃ τινὶ τὸ ἀγαθὸν αἱρεῖσθαι.
Ἀλλὰ περὶ μὲν νηστειῶν τοῦ Πάσχα καὶ τῆς τροφῆς τοσαῦται διαφωνίαι τὸ ἐξ ἀρχῆς κατὰ τὰς ἐκκλησίας ἦσαν. Ἀλλὰ μὴν καὶ περὶ συνάξεων ἄλλα πλεῖστα καὶ ἀδιάφορα ἔστιν εὑρεῖν· τῶν γὰρ ἁπανταχοῦ τῆς οἰκουμένης ἐκκλησιῶν ἐν ταὶς Σαββάτων ἡμέραις ἐξ ἔθους ἔχουςῶν καθ’ ἑβδομάδος περιτροπὴν τὰ θεῖα μυστήρια ἐκτελεῖν, Ρωμαῖοί τε καὶ Ἀλαξανδρεῖς καὶ ὅσοι τὴν Θηβαΐδα περιοικοῦσι συνάξεις μὲν κατὰ Σάββατον ἐπιτελοῦσιν· οὐ μὴν ὥσπερ ἦν ἔθος τότε πᾶσι Χριστιανοῖς, καὶ τῶν θείων ἁγιασμάτων μετεῖχον. Ἀλλὰ μετὰ τὸ ἱκανῶς εὐωχηθῆναι καὶ παντοίοις ἐνηδυνθῆναι ἐδέσμασιν, ἠριστηκότες ἤδη, περὶ βαθεῖαν ἑσπέραν τὰ μυστήρια προσφέροντες μετελάμβανον. Καὶ ἐν Τετράδι καὶ ἢ Παρασκευὴ λέγεται, Ἀλεξανδρεῖς Γραφὰς ταύτας ἑρμηνευόντων· καὶ πάντα τὰ τῆς συνάξεως ἔπραττον, πλὴν τῆς θείας τῶν μυστηρίων μυήσεως. Ἐξ ἀρχαίου δὲ τοῦτ’ ἦν ἔθος Ἀλεξανδρεῦσι…

ΚΕΦΑΛ. ΛΕ΄.
Ὅτι ἐξ ἀρχαίου ἀπὸ τῶν ἀποστολικῶν χρόνων διαφωνίαι τινὲς καὶ παρατηρήσεις ἦσαν· τοῖς δὲ οὐ τοσοῦτον ἔμελλε τούτων· ἀλλὰ τἀναγκαῖα καὶ συστατικὰ τῆς πίστεως φυλάττειν μᾶλλον ἐκέλευον.
…………………………………………….






Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.