Τρίτη 26 Νοεμβρίου 2013

Ἅγιος Στυλιανός, Ὁ προστάτης νηπίων




Ἅγιος Στυλιανός:
      «προστάτης ἔνθεος, νεογνῶν καὶ νηπίων»

26 ΝΟΕΜΒΡΙΟΥ 2013 
Tοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν
  
Στυλιανοῦ τοῦ Παφλαγόνος 

τοῦ θαυματουργοῦ

γιασθεὶς ἀπὸ μητρῴας νηδύος, ὥσπερ ὁ  Θεῖος Σαμουὴλ Θεοφόρε, ἀσκητικῶς ἐδόξασας Χριστὸν τὸν Θεόν· ὅθεν  τῶν ἰάσεων, ἀνεδείχθης ταμεῖον, καὶ προστάτης ἔνθεος, νεογνῶν καὶ νηπίων· γὰρ Χριστὸς δοξάζει σε λαμπρῶς, ὃν ἀπὸ βρέφους, Στυλιανὲ ἐδόξασας.

Ὁ Οἶκος
νατεθεὶς ἀπὸ παιδός, Θεῷ τῷ εὐεργέτῃ, ὥσπερ ὁ  μέγας Βαπτιστής, τούτου ἐδείχθης ζηλωτής, καὶ μιμητὴς καὶ τύπος τῇ καθαρῇ σου βιοτῇ, καὶ ἐναρέτοις τρόποις· ὡς ἐκεῖνος γὰρ Πάτερ, τὴν ἔρημον ᾤκησας, νηστείᾳ καὶ ἀγρυπνίᾳ, τὸν νοῦν καθαιρόμενος, καὶ ἀπαύστῳ προσευχῇ τῷ Κυρὶῳ ἑνουμενος· ὅθεν φωτὸς τοῦ ὑπὲρ ἔννοιαν ἐπληρώθης, καὶ θεοσδότοις χάρισι, πανταχοῦ περιβόητος ὤφθης· ἐξαιρέτως δὲ νεογνῶν καὶ νηπίων καὶ βρεφῶν, προστάτης ἐδείχθης θερμότατος, καὶ ἰατὴρ ἐν νόσοις ἑτοιμότατος· ὁ  γὰρ Χριστὸς δοξάζει σε λαμπρῶς, ὃν ἀπὸ βρέφους Στυλιανὲ ἐδόξασας.


Τῶν νεογνῶν καὶ νηπίων φύλαξ γενόμενος, ἐκ πάσης ἐπηρείας, καὶ δεινῆς καχεξίας, ἀλώβητα τὰ βρέφη καὶ ἀσινῆ, διαφύλαττε πάντοτε, καὶ εὐτεκνίαν παράσχου Στυλιανέ, τοῖς προστρέχουσι τῇ σκέπῃ σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.