Κοντάκιον τοῦ Πρωτομάρτυρος
Ὁ Δεσπότης χθὲς ἡμῖν, διὰ σαρκὸς ἐπεδήμει,
καὶ ὁ δοῦλος σήμερον, ἀπὸ σαρκὸς ἐξεδήμει,
χθὲς μὲν γάρ, ὁ Βασιλεύων σαρκὶ ἐτέχθη,
σήμερον δέ, ὁ οἰκέτης λιθοβολεῖται,
δι' αὐτὸν καὶ τελειοῦται,
ὁ Πρωτομάρτυς καὶ θεῖος Στέφανος.
Ὁ Οἶκος
Ὡς ἀστὴρ φαεινὸς σήμερον συνεξέλαμψε,
τῇ Γεννήσει Χριστοῦ, ὁ Πρωτομάρτυς Στέφανος,
ἀστράπτων καὶ φωτίζων τὰ πέρατα ἅπαντα,
τῶν Ἰουδαίων μόνον ἠμαύρωσε τὴν πᾶσαν δυσσέβειαν,
σοφίας λόγοις τούτους διελέγξας,
ἀπὸ τῶν Γραφῶν διαλεγόμενος, καὶ πείθων τούτους,
τὸν γεννηθέντα ἐκ τῆς Παρθένου Ἰησοῦν,
Υἱὸν αὐτόν εἶναι Θεοῦ,
κατῄσχυνε τούτων τὴν ἀσεβῆ κακουργίαν,
ὁ Πρωτομάρτυς καὶ θεῖος Στέφανος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.