Σάββατο 31 Ιανουαρίου 2015

«Εχρίσθη τω αληθινώ χρίσματι η σὰρξ του Κυρίου», Μ. Βασίλειος




«Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
       Ἐπειδὴ ἔδει σχηματίσαι τὸ τυπικὸν χρίσμα, καὶ τοὺς τυπικοὺς ἀρχιερέας καὶ βασιλέας, ἐχρίσθη τῷ ἀληθινῷ χρίσματι ἡ σὰρξ τοῦ Κυρίου, τῇ τοῦ ἁγίου Πνεύματος εἰς αὐτὴν ἐπιδημίᾳ, ὅπερ ἀγαλλιάσεως ἔλαιον προσηγόρευται. Ἐχρίσθη δὲ παρὰ τοὺς μετόχους αὐτοῦ· τουτέστιν, ὑπὲρ πάντας ἀνθρώπους τοὺς μετέχοντας τοῦ Χριστοῦ. Διότι ἐκείνοις μὲν μερική τις ἐδίδοτο Πνεύματος κοινωνία, ἐπὶ δὲ τὸν Υἱὸν τοῦ Θεοῦ κατελθὸν τὸ Πνεῦμα τὸ ἅγιον, ὥς φησιν Ἰωάννης, Ἔμεινεν ἐπ' αὐτόν.
     Καλῶς δὲ ἀγαλλιάσεως ἔλαιον τὸ Πνεῦμα προσαγορεύεται, ἐπειδὴ καὶ εἷς τῶν ὑπὸ τοῦ Πνεύματος ἁγίου γεωργουμένων καρπῶν ἐστιν ἡ χαρά. Ἐπειδὴ δὲ μικτός ἐστιν ὁ περὶ τοῦ Σωτῆρος λόγος διά τε τὴν φύσιν τῆς θεότητος, καὶ τὴν οἰκονομίαν τῆς ἐνανθρωπήσεως, πάλιν εἰς τὸ ἀνθρώπινον τοῦ Θεοῦ ἀποβλέψας, φησίν· Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· ἀντὶ τοῦ, Οἱ μὲν λοιποὶ ἄνθρωποι πόνῳ καὶ ἀσκήσει καὶ προσοχῇ πολλάκις κατορθοῦσι τὴν πρὸς τὸ καλὸν διάθεσιν, καὶ τὴν τῶν φαύλων ἀποστροφήν· σοὶ δὲ φυσική τίς ἐστι πρὸς τὸ ἀγαθὸν ἡ οἰκείωσις, καὶ πρὸς τὴν ἀνομίαν ἡ ἀλλοτρίωσις».
(Μ. Βασιλείου, Ὁμιλία εἰς τὸν Πρῶτον Ψαλμόν).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.