Κυριακή 15 Νοεμβρίου 2015

Η ΣΥΜΦΩΝΙΑ των ΠΑΤΕΡΩΝ στην αντιμετώπιση της αιρέσεως και η ΑΣΥΜΦΩΝΙΑ των ΣΥΧΡΟΝΩΝ ΠΟΙΜΕΝΩΝ και ΘΕΟΛΟΓΟΥΝΤΩΝ

Μὲ ἀφορμὴ τὴν χθεσινὴ ἑορτὴ τοῦ ἁγίου Γρηγορίου Παλαμᾶ




Ἀπόσπασμα ἀπὸ ἐργασία τοῦ π. Εὐθυμίου Τρικαμηνᾶ
ἅγιος Γρηγόριος ὁ Παλαμᾶς, κατ’ ἀπολύτως παρόμοιον τρόπον  καί χρησιμοποιῶν τίς ἴδιες εἰκόνες μέ τόν μέγα Φώτιο, λέγει ἐπί τοῦ θέματος τούτου τά ἑξῆς: «Φύγωμεν οὖν τούς τάς πατρικάς ἐξηγήσεις μή παραδεχομένους, ἀλλά παρ’ ἑαυτῶν πειρωμένους εἰσάγειν τά ἐναντία, καί τάς μέν ἐν τῷ γράμματι λέξεις περιέπειν ὑποκρινομένους, τήν δέ εὐσεβῆ διάνοιαν ἀπωθουμένους· καί φύγωμεν μᾶλλον ἤ φεύγει τις ἀπό ὄφεως. Ὁ μέν γάρ ἐνδακών τό σῶμα θανατοῖ πρόσκαιρα, τῆς ἀθανάτου ψυχῆς χωρίσας· οἱ δέ τῆς ψυχῆς αὐτῆς λαβόμενοι τοῖς ὀδοῦσι χωρίζουσιν αὐτήν τοῦ Θεοῦ, ὅπερ ἐστί θάνατος αἰώνιος τῆς ἀθανάτου ψυχῆς. Φεύγωμεν οὖν τούς τοιούτους πάσῃ δυνάμει, καί προσφεύγωμεν τοῖς ὑποτιθεμένοις τά εὐσεβῆ καί σωτήρια, ὡς συνάδοντα ταῖς πατρικαῖς παραδόσεσι» (ΕΠΕ 10, 356).
Ὁ μέγας Φώτιος, ὁ ὁποῖος ὡς γνωστόν προήδρευσε καί τῆς Συνόδου πού ἐξέδωσε τόν ΙΕ΄ Κανόνα, ἀναφέρει ἐπί τοῦ θέματος τά ἑξῆς: «Αἱρετικός ἐστιν ὁ ποιμήν; Λύκος ἐστί· φυγεῖν ἐξ αὐτοῦ καί ἀποπηδᾶν δεήσει, μηδ’ ἀπατηθῆναι προσελθεῖν, κἄν ἥμερον περισαίειν δοκῇ·  φύγε τήν κοινωνίαν αὐτοῦ καί τήν πρός αὐτόν ὁμιλίαν ὡς ἰόν ὄφεως· ἀγκίστρῳ μέν καί δελέατι ἰχθύες ἁλίσκονται, ὁμιλία δέ πονηρά καί τόν αἱρετικόν ἰόν ὑποκαθήμενον ἔχουσα πολλούς τῶν ἁπλουστέρων προσιόντας καί μηδέν βλάβος παθεῖν ὑφορωμένους ἐζώγρησε· φεύγειν οὖν παντί σθένει διά ταῦτα προσήκει τούς τοιούτους» (ΕΠΕ 12, 400, 31).
Ὁ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος ἐπίσης διά τό ἴδιο θέμα μᾶς διδάσκει τά ἑξῆς: «Πῶς οὖν ὁ Παῦλός φησι· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε; Ἀνωτέρω εἰπών, Ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν, τότε εἶπε, Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε. Τί οὖν, φησίν, ὅταν πονηρὸς ᾖ, καὶ μὴ πειθώμεθα; Πονηρός, πῶς λέγεις; εἰ μὲν πίστεως ἕνεκεν, φεῦγε αὐτὸν καὶ παραίτησαι, μὴ μόνον ἂν ἄνθρωπος ᾖ, ἀλλὰ κἂν ἄγγελος ἐξ οὐρανοῦ κατιών» (P.G. 63, 231A).
Τέλος, γιά νά μή μακρυγορῶ γιά κάτι πασιφανές, θά ἀναφέρω  καί τήν διδασκαλία τοῦ ἁγίου Μάρκου τοῦ Εὐγενικοῦ ὁ ὁποῖος λέγει: «Καί τί δεῖ πολλά λέγειν;  Ἅπαντες οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, πᾶσαι αἱ σύνοδοι καί πᾶσαι αἱ θεῖαι γραφαί φεύγειν τούς ἑτερόφρονας παραινοῦσι καί τῆς αὐτῶν κοινωνίας διΐστασθαι» (Patrologia Orientalis, Τοme XV, Αu Concile de Florence, σελ. 304, καί Τά εὑρισκόμενα ἅπαντα, Τόμ. Α΄, σελ. 424).

Καί ἐπίσης σέ ἄλλη ἐπιστολή: «Ἀλλά τί, φησί, δράσωμεν πρός τούς μέσους τούτους Γραικολατίνους, οἵ τήν μεσότητα περιέποντες, τά μέν ἐπαινοῦσι τῶν λατινικῶν ἐθῶν καί δογμάτων ἀναφανδόν, τά δ' ἐπαινοῦσι μέν, ἀλλ' οὐκ ἄν ἕλοιντο, τά δ' οὐδ' ἐπαινοῦσιν ὅλως; -Φευκτέον αὐτούς, ὡς φεύγει τις ἀπό ὄφεως, ὡς αὐτούς ἐκείνους, ἤ κακείνων πολλῷ δήπου χείρονας, τούς χριστοκαπήλους καί χριστεμπόρους·  ...Φεύγετε οὖν αὐτούς, ἀδελφοί, καί τήν πρός αὐτούς κοινωνίαν· οἱ γάρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ (“Τοῖς Ἁπανταχοῦ τῆς γῆς καί τῶν νήσων εὑρισκομένοις Ὀρθοδόξοις Χριστιανοῖς, Μρκος Ἐπίσκοπος τῆς Ἐφεσίων Μητροπόλεως ἐν Κυρίῳ χαίρειν”, Patrologia Orientalis, Τοme XV Αu Concile de Florence, σελ. 318-320 καί  Τά εὑρισκόμενα ἅπαντα, Τόμ. Α’, σελ. 258, 266).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.