Ἡ
μνήμη τοῦ Ἁγίου Κυρίλλου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας, τιμᾶται ἀπὸ τὴν
Ἐκκλησία στὶς 18 Ἰανουαρίου, ὅπου καὶ ὁ Βίος του. Στὸν Κώδικα 227
Πετρουπόλεως κατὰ τὴν 9η Ἰουνίου σημειώνεται ἡ «μνήμη
ἀνακομιδῆς τοῦ Ἁγίου Κυρίλλου». Κατὰ τὴν ἡμέρα αὐτὴ τῆς μνήμης τοῦ Ἁγίου
ἀναφέρονται τὰ ἀκόλουθα δίστιχα:
«Κύριλλον ὑμνῶ τοῦ Κυρίου μου φίλον
καὶ Κυρίας πρόμαχον Ἀειπαρθένου».
«Θανὼν Κύριλλος τῆς Ἀλεξάνδρου Πάπαςπρὸς Κύριον μετῆλθε πάντων Κυρίων».
Ἀπολυτίκιον.
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς
κῦρος οὐράνιον, θεολογία ἡ σή, βραβεύει ἐν Πνεύματι, τῇ Ἐκκλησίᾳ
Χριστοῦ, τὴν χάριν τὴν ἔνθεον· σὺ γὰρ καθυπογράψας τῆς Τριάδος τὴν
δόξαν, μύστης τῆς Θεοτόκου, καὶ ὑπέρμαχος ὤφθης, παρ’ ἧς λαμπρῶς
δεδόξασαι, Ἱεράρχα Κύριλλε.
Ἕτερον Ἀπολυτίκιον.
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῇ
σοφίᾳ τῇ θείᾳ καλλωπιζόμενος, τῆς Συνόδου τῆς τρίτης ἐδείχθης ἔξαρχος,
καὶ καθεῖλες τὸν δεινὸν Πάτερ Νεστόριον, καὶ Θεοτόκον τὴν Ἁγνήν,
ἀνεκήρυξας λαμπρῶς, ὦ Κύριλλε Ἱεράρχα, Ἀλεξανδρέων ἡ δόξα, τῆς Ἐκκλησίας
ὁ διδάσκαλος.
Κοντάκιον.
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὰς
τῶν αἱρέσεων πλοκὰς διαρρήξας, ἐν τῇ δυνάμει τοῦ Χριστοῦ θείοις λόγοις,
τὴν Ἐκκλησίαν Κύριλλε ἐπλούτισας, πάντα τὰ ζιζάνια, Νεστορίου ἐκκόψας·
ὅθεν καὶ παρίστασαι, σὺν Ἀγγέλων χορείαις, Χριστῷ πρεσβεύων μάκαρ
ἐκτενῶς, πᾶσι πταισμάτων, δωρήσασθαι ἄφεσιν.
Ἕτερον Κοντάκιον.
Ἦχος πλ. β’. Τὴν ὑπὲρ ἡμῶν.
Ἄβυσσον
ἡμῖν, δογμάτων θεολογίας, ἔβλυσας σαφῶς, ἐκ τῶν πηγῶν τοῦ Σωτῆρος, τὰς
αἱρέσεις κατακλύζουσαν μακάριε, καὶ τὸ ποίμνιον ἀλώβητον, τρικυμίαις
διασώζουσαν· τῶν περάτων καὶ γὰρ Ὅσιε, ὑπάρχεις καθηγητής, ὡς τὰ θεῖα
σοφῶν.
Μεγαλυνάριον.
Ρήτωρ
εὐσεβείας ἀναδειχθείς, δογμάτων τὸν λόγον, θεηγόρως διατρανοῖς, καὶ τὴν
τοῦ Σωτῆρος, πανάφθορον Μητέρα, κηρύττεις Θεοτόκον, πάνσοφε Κύριλλε. |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.